Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Λόγοι ἀποδεικτικοὶ περὶ τῶν ἁγίων εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Πατερικό ανθολόγιο: Μαρτυρίες Αθανασίου, Βασιλείου και Χρυσοστόμου

Νέα σειρά παραπομπών σε μεγάλους Πατέρες της Εκκλησίας που συνδέουν τον σεβασμό των ιερών εικόνων με την αγάπη προς τον Δημιουργό και απορρίπτουν κάθε συσχέτιση με τα είδωλα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 14 από 20

Ἐκ τῆς Φιλοθέου ἱστορίας Θεοδωρήτου, ἐπισκόπου Κύρου, εἰς τὸν βίον τοῦ ἁγίου Συμεῶνος τοῦ Κιονίτου· Περὶ γὰρ Ἰταλίας περιττόν ἐστι καὶ λέγειν. Φασὶ γὰρ οὕτως ἐν Ῥώμῃ τῇ μεγίστῃ πολυθρύλλητον γενέσθαι τὸν ἄνδρα, ὡς ἐν ἅπασι τοῖς τῶν ἐργαστηρίων προπυλαίοις εἰκόνας αὐτῷ βραχείας ἀναστῆσαι, φυλακήν τινα σφίσιν αὐτοῖς καὶ ἀσφάλειαν ἐντεῦθεν πορίζοντας.

Τοῦ ἁγίου Βασιλείου ἐκ τῆς εἰς τὸν Ἡσαΐαν ἑρμηνείας· Ἐπειδὴ εἶδε τὸν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ, μὴ δυνάμενος εἰς θεὸν τραπῆναι, εἰς τὴν εἰκόνα τοῦ θεοῦ τὴν ἑαυτοῦ πονηρίαν ἐκένωσεν· ὥσπερ εἴ τις ἄνθρωπος ὀργιζόμενος τὴν εἰκόνα λιθάζοι, ἐπειδὴ τὸν βασιλέα οὐ δύναται, τὸ ξύλον τύπτων τὸ τὴν μίμησιν ἔχον. (Σχόλιον) Οὕτω καὶ πᾶς ὁ τιμῶν τὴν εἰκόνα τὸ ἀρχέτυπον δηλονότι τιμᾷ.

Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας· Ὥσπερ γὰρ ὁ βασιλικὴν εἰκόνα καθυβρίσας ὡς εἰς αὐτὸν ἐξαμαρτήσας τὸν βασιλέα κρίνεται, οὕτω δηλονότι ὑπόδικός ἐστι τῇ ἁμαρτίᾳ ὁ τὸν κατ᾽ εἰκόνα γεγενημένον καθυβρίζων.

Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῶν γραφέντων ἑκατὸν κεφαλαίων πρὸς Ἀντίοχον τὸν ἄρχοντα κατὰ πεῦσιν καὶ ἀπόκρισιν κεφάλαιον ληʹ· Ἀπόκρισις· Οὐχ ὡς θεοὺς τὰς εἰκόνας προσκυνοῦμεν οἱ πιστοί, μὴ γένοιτο, ὥσπερ οἱ Ἕλληνες, ἀλλὰ τὴν σχέσιν μόνον καὶ τὸν πόθον τῆς ἡμῶν ἀγάπης πρὸς τὸν χαρακτῆρα τοῦ προσώπου τῆς εἰκόνος ἐμφανίζοντες.

Ὅθεν πολλάκις τοῦ χαρακτῆρος λεανθέντος ὡς ξύλον λοιπὸν ἀργὸν τήν ποτε εἰκόνα κατακαίομεν. Ὥσπερ οὖν ὁ Ἰακὼβ μέλλων τελευτᾶν «ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου τοῦ Ἰωσὴφ προσεκύνησεν», οὐ τὴν ῥάβδον τιμῶν, ἀλλὰ τὸν ταύτην κατέχοντα, οὕτως οἱ πιστοὶ οὐ δι᾽ ἕτερόν τινα τρόπον τὰς εἰκόνας ἀσπαζόμεθα, ὥσπερ καὶ τὰ τέκνα ἡμῶν καὶ πατέρας πολλάκις καταφιλοῦντες, ἀλλ᾽ ἵνα τὸν πόθον τῆς ἡμετέρας ψυχῆς ἐμφανίσωμεν· ὥσπερ γὰρ καὶ ὁ Ἰουδαῖος τὰς τοῦ νόμου ποτὲ πλάκας καὶ τὰ δύο χερουβὶμ τὰ χρυσᾶ καὶ γλυπτὰ προσεκύνει οὐ τιμῶν τὴν τοῦ λίθου καὶ χρυσίου φύσιν, ἀλλὰ τὸν ταῦτα ἐπιτρέψαντα κύριον.

Τοῦ Χρυσοστόμου εἰς τὸν τρίτον ψαλμὸν εἰς Δαυὶδ καὶ Ἀβεσσαλώμ· Ἐπινικίους μὲν ἀνδριάντας οἱ βασιλεῖς τοῖς στρατηγοῖς νικήσασιν ἀνατιθέασι, νικηφόρους δέ τινας στήλας ἐπεγείρουσιν ἄρχοντες ἡνιόχοις καὶ ἀθληταῖς καὶ τῷ ἐπιγράμματι ὡς στέμματι κήρυκα τῆς νίκης τὴν ὕλην ἐργάζονται. Ἄλλοι πάλιν ἐν βίβλοις καὶ γράμμασι τοὺς ἐπαίνους τοῖς νικηταῖς γράφουσι τὴν αὐτῶν ἐν τῷ ἐπαίνῳ δύναμιν ἰσχυροτέραν τῶν ἐπαινουμένων δεῖξαι θέλοντες. Καὶ λογογράφοι καὶ ζωγράφοι καὶ λιθογλύπται καὶ δῆμοι καὶ ἄρχοντες καὶ πόλεις καὶ χῶραι τοὺς νικητὰς θαυμάζουσιν. Οὐδεὶς δὲ φεύγοντος καὶ μὴ πολεμήσαντος εἰκόνας ἔγραψεν.

Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείας ἐκ τοῦ προσφωνητικοῦ πρὸς τὸν βασιλέα Θεοδόσιον· Αἱ δὲ εἰκόνες ὥσπερ τὰ ἀρχέτυπα· δεῖ γὰρ οὕτως αὐτὰς καὶ οὐχ ἑτέρως ἔχειν. Τοῦ αὐτοῦ ἐκ τῶν Θησαυρῶν· Αἱ γὰρ εἰκόνες ἀεὶ πρὸς τὰ ἀρχέτυπα τὴν ἐμφέρειαν ἔχουσιν.

Τοῦ αὐτοῦ ἐκ τοῦ πονήματος τοῦ «Ὅτι διὰ πάσης τῆς Μωσέως γραφῆς τὸ τοῦ Χριστοῦ μυστήριον ἐνσημαίνεται», περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδέκ, ἕκτον κεφάλαιον· Δέον μοι τὰς εἰκόνας γράφεσθαι πρὸς τὰ ἀρχέτυπα.

Τοῦ ἁγίου Γρηγορίου Ναζιανζοῦ ἐκ τοῦ περὶ υἱοῦ λόγου βʹ· Αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου καὶ οὗ λέγεται. Τοῦ Χρυσοστόμου ἐκ τοῦ πρὸς Κολασσαεῖς λόγου γʹ· Ἡ τοῦ ἀοράτου εἰκὼν καὶ αὕτη ἀόρατος, ἐπεὶ οὐδ᾽ ἂν εἰκὼν εἴη· τὴν γὰρ εἰκόνα, καθώς ἐστιν εἰκών, καὶ παρ᾽ ἡμῖν ἀπαράλλακτον δεῖ εἶναι, οἷον τὸν χαρακτῆρα καὶ τῆς ὁμοιώσεως.

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἑβραίους ἑρμηνείας ἐπιστολῆς, κεφάλαιον ιζʹ· Ὥσπερ ἐπὶ τῶν εἰκόνων τύπον ἔχει τοῦ ἀνθρώπου ἡ εἰκών, οὐχὶ τὴν ἰσχύν· ὥστε τὸ ἀληθὲς καὶ ὁ τύπος κοινωνοῦσιν ἀλλήλοις· ὁ γὰρ τύπος ἴσος.