Τούτου χάριν ἀπηγόρευσεν ὁ θεὸς ποιεῖν πᾶν ὁμοίωμα, καθὼς Μωσῆς ἐν τῷ Δευτερονομίῳ φησί· Οἶδα τὸν ἀψευδῶς εἰπόντα· «Κύριος ὁ θεός σου κύριος εἷς ἐστι», καὶ «κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι», καὶ «οὐ ποιήσεις γλυπτὸν πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω», καὶ «αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς», καὶ «θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν», καὶ ὅσα τοιουτοτρόπως «πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν τῷ μονογενεῖ αὐτοῦ υἱῷ, δι᾽ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.» Οἶδα τὸν εἰπόντα· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Πιστεύω εἰς ἕνα θεόν, μίαν τῶν πάντων ἀρχήν, ἄναρχον, ἄκτιστον, ἀνώλεθρον καὶ ἀθάνατον, αἰώνιον καὶ ἀίδιον, ἀκατάληπτον, ἀσώματον, ἀόρατον, ἀπερίγραπτον, ἀσχημάτιστον, μίαν ὑπερούσιον οὐσίαν, ὑπέρθεον θεότητα, ἐν τρισὶν ὑποστάσεσι, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, καὶ τούτῳ μόνῳ λατρεύω καὶ τούτῳ μόνῳ προσάγω τὴν τῆς λατρείας προσκύνησιν. Ἑνὶ θεῷ προσκυνῶ, μιᾷ θεότητι, ἀλλὰ καὶ τριάδι λατρεύω ὑποστάσεων, θεῷ πατρὶ καὶ θεῷ υἱῷ σεσαρκωμένῳ καὶ θεῷ ἁγίῳ πνεύματι, ἑνὶ θεῷ.