Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Λόγοι ἀποδεικτικοὶ περὶ τῶν ἁγίων εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Η Παλαιά Διαθήκη, η ειδωλολατρία και η παιδαγωγία του Νόμου

Ερμηνεία των παλαιοδιαθηκικών απαγορεύσεων κατά των ειδώλων, οι οποίες κατανοούνται ως θεία παιδαγωγία προσαρμοσμένη στην πνευματική νηπιότητα των Ισραηλιτών και διαχωρίζονται από την ορθόδοξη εικονογραφία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 20

Ὢ ἀπὸ σοῦ, φθονερὲ διάβολε, φθονεῖς ἡμῖν ἰδεῖν τὸ τοῦ δεσπότου ἡμῶν ὁμοίωμα καὶ δι᾽ αὐτοῦ ἁγιασθῆναι καὶ ἰδεῖν αὐτοῦ τὰ σωτήρια πάθη καὶ θαυμάζειν αὐτοῦ τὴν συγκατάβασιν καὶ θεωρεῖν αὐτοῦ τὰ θαύματα καὶ ἐπιγινώσκειν καὶ δοξάζειν αὐτοῦ τὴν τῆς θεότητος δύναμιν.

Φθονεῖς τοῖς ἁγίοις τῆς παρὰ θεοῦ δεδομένης αὐτοῖς τιμῆς. Οὐ θέλεις ὁρᾶν ἡμᾶς τὴν αὐτῶν δόξαν ἀνάγραπτον καὶ ζηλωτὰς γενέσθαι τῆς αὐτῶν ἀνδρείας καὶ πίστεως. Οὐ φέρεις τὴν ἐκ τῆς εἰς αὐτοὺς πίστεως προσγενομένην ἡμῖν σωματικήν τε καὶ ψυχικὴν ὠφέλειαν. Οὐ πειθόμεθά σοι, δαῖμον φθονερὲ καὶ μισάνθρωπε. Ἀκούσατε, λαοί, φυλαί, γλῶσσαι, ἄνδρες, γυναῖκες, παῖδες, πρεσβύται, νεανίσκοι καὶ νήπια, τὸ ἔθνος τῶν χριστιανῶν τὸ ἅγιον· Εἴ τις εὐαγγελίζεται ὑμᾶς, παρ᾽ ὃ παρέλαβεν ἡ καθολικὴ ἐκκλησία παρὰ τῶν ἁγίων ἀποστόλων πατέρων τε καὶ συνόδων καὶ μέχρι τοῦ νῦν διεφύλαξε, μὴ ἀκούσητε αὐτοῦ μηδὲ δέξησθε τὴν συμβουλὴν τοῦ ὄφεως, ὡς ἐδέξατο Εὔα καὶ ἐτρύγησε θάνατον.

Κἂν ἄγγελος, κἂν βασιλεὺς εὐαγγελίζηται ὑμᾶς, παρ᾽ ὃ παρελάβετε, κλείσατε τὰς ἀκοάς· ὀκνῶ γὰρ τέως εἰπεῖν, ὡς ἔφη ὁ θεῖος ἀπόστολος· «Ἀνάθεμα ἔστω», ἐκδεχόμενος τὴν διόρθωσιν. Ἀλλὰ λέγουσιν οἱ μὴ ἐρευνῶντες τὸν νοῦν τῆς γραφῆς, ὅτι εἶπεν ὁ θεὸς διὰ Μωσέως τοῦ νομοθέτου· «Οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ.» καὶ διὰ Δαυὶδ τοῦ προφήτου· «Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν», καὶ τοιαῦτα πολλὰ ἕτερα. Ὅσα γὰρ ἂν ἐκ τῆς θείας γραφῆς καὶ ἐκ τῶν ἁγίων πατέρων προενέγκωσι, τῆς αὐτῆς ἐννοίας εἰσί.

Τί οὖν ἡμεῖς φαμεν πρὸς ταῦτα; Τί ἄλλο εἰ μὴ τὸ ὑπὸ τοῦ κυρίου τοῖς Ἰουδαίοις εἰρημένον «ἐρευνᾶτε τὰς γραφάς»; Καλὴ γὰρ ἡ τῶν γραφῶν ἔρευνα. Ἀλλ᾽ ἐνταῦθα νουνεχῶς προσέχετε. Ἀδύνατον, ὦ ἀγαπητοί, θεὸν ψεύσασθαι· εἷς γάρ ἐστι θεός, εἷς νομοδότης παλαιᾶς καὶ καινῆς διαθήκης ὁ πάλαι λαλήσας πολυμερῶς καὶ πολυτρόπως τοῖς πατράσιν ἐν τοῖς προφήταις καὶ ἐπ᾽ ἐσχάτων τῶν χρόνων ἐν τῷ μονογενεῖ αὐτοῦ υἱῷ. Προσέχετε τοίνυν μετὰ ἀκριβείας. Οὐκ ἐμὸς ὁ λόγος ἐστί. Τὸ πνεῦμα τὸ ἅγιον διὰ Παύλου τοῦ ἁγίου ἀποστόλου ἀπεφήνατο· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις.» Ὅρα, ὅτι πολυμερῶς καὶ πολυτρόπως ἐλάλησεν ὁ θεός.

Ὥσπερ γὰρ ἐπιστήμων ἰατρὸς οὐ τὸ αὐτὸ εἶδος πᾶσι δίδωσιν πάντοτε, ἀλλ᾽ ἑκάστῳ τὸ ἐπιτήδειον παρέχει καὶ πρόσφορον φάρμακον διακρίνων καὶ χώραν καὶ νόσον καὶ ὥραν τουτέστι καιρὸν καὶ ἕξιν καὶ ἡλικίαν· καὶ τῷ μὲν νηπίῳ ἕτερον, τῷ δὲ τελείῳ κατὰ τὴν ἡλικίαν ἕτερον· ἄλλο τῷ ἀσθενεῖ καὶ ἄλλο τῷ ὑγιαίνοντι, καὶ ἑκάστῳ τῶν ἀσθενούντων οὐ τὸ αὐτό, ἀλλὰ πρὸς τὴν ἕξιν καὶ τὴν νόσον· καὶ ἄλλο τῷ θέρει καὶ τῷ χειμῶνι ἕτερον, μετοπώρῳ τε καὶ ἔαρι, καὶ ἐν ἑκάστῳ τόπῳ κατὰ τὴν τοῦ τόπου ἐπιτηδειότητα. Οὕτω καὶ ὁ ἄριστος τῶν ψυχῶν ἰατρὸς τοῖς ἔτι νηπίοις καὶ ἀρρωστοῦσι τὴν πρὸς εἰδωλολατρείαν νόσον καὶ τὰ εἴδωλα θεοὺς ἡγουμένοις καὶ ὡς θεοῖς αὐτοῖς προσκυνοῦσι καὶ ἀθετοῦσιν τὴν τοῦ θεοῦ προσκύνησιν καὶ τὴν αὐτοῦ δόξαν τῇ κτίσει προσάγουσιν ἀπηγόρευσε τοῦ ποιεῖν εἰκόνας. Θεοῦ μὲν γὰρ τοῦ ἀσωμάτου καὶ ἀοράτου καὶ ἀύλου καὶ μήτε σχῆμα μήτε περιγραφὴν μήτε κατάληψιν ἔχοντος ἀδύνατον ποιεῖν εἰκόνα· πῶς γὰρ τὸ μὴ ὁραθὲν εἰκονισθήσεται; «Θεὸν δὲ οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, αὐτὸς ἐξηγήσατο.» καὶ «οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται», ἔφη ὁ θεός.

Ὅτι δὲ τοῖς εἰδώλοις ὡς θεοῖς προσεκύνουν, ἄκουε, τί φησιν ἡ γραφὴ ἐν τῇ ἐξόδῳ τῶν υἱῶν Ἰσραήλ, ὅτε ἀνῆλθε Μωσῆς εἰς τὸ ὄρος Σινᾶ καὶ ἐχρόνισε προσεδρεύων τῷ θεῷ λαβεῖν τὸν νόμον, ὅτε ἐπανέστη ὁ ἀγνώμων λαὸς Ἀαρὼν τῷ τοῦ θεοῦ θεράποντι λέγοντες· «Ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ ἄνθρωπος οὗτος ὁ Μωσῆς, οὐκ οἴδαμεν, τί γέγονεν αὐτῷ.» Εἶτα, ὅτε περιείλοντο τὸν κόσμον τῶν γυναικῶν αὐτῶν καὶ ἐχώνευσαν, ἔφαγον καὶ ἔπιον καὶ ἐμεθύσθησαν ὑπό τε τοῦ οἴνου καὶ τῆς πλάνης καὶ ἤρξαντο παίζειν ἐν ἀφροσύνῃ λέγοντες· «Οὗτοι οἱ θεοί σου, Ἰσραήλ.» Ὁρᾷς, ὅτι θεοὺς εἶχον τὰ εἴδωλα· οὐ γὰρ ἐποίησαν Διὸς εἴδωλον ἢ τοῦδε ἢ τοῦδε, ἀλλ᾽, ὡς ἔτυχεν, ἔδωκαν τὸν χρυσὸν ἐπὶ τὸ ποιῆσαι εἴδωλον, ὅπερ ἂν τύχῃ, καὶ ἀνῆλθεν ἐκτύπωμα βουκράνου. Ὥστε αὐτὰ τὰ χωνευτὰ θεοὺς εἶχον καὶ τούτοις ὡς θεοῖς προσεκύνουν, ἅτινα δαιμόνων ἦσαν κατοικητήρια. Καὶ ὅτι τῇ κτίσει ἐλάτρευον παρὰ τὸν κτίσαντα, φησὶ καὶ ὁ θεῖος ἀπόστολος· «Οἵτινες ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.»

Τούτου χάριν ἀπηγόρευσεν ὁ θεὸς ποιεῖν πᾶν ὁμοίωμα, καθὼς Μωσῆς ἐν τῷ Δευτερονομίῳ φησί· Οἶδα τὸν ἀψευδῶς εἰπόντα· «Κύριος ὁ θεός σου κύριος εἷς ἐστι», καὶ «κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι», καὶ «οὐ ποιήσεις γλυπτὸν πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω», καὶ «αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς», καὶ «θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν», καὶ ὅσα τοιουτοτρόπως «πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν τῷ μονογενεῖ αὐτοῦ υἱῷ, δι᾽ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.» Οἶδα τὸν εἰπόντα· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Πιστεύω εἰς ἕνα θεόν, μίαν τῶν πάντων ἀρχήν, ἄναρχον, ἄκτιστον, ἀνώλεθρον καὶ ἀθάνατον, αἰώνιον καὶ ἀίδιον, ἀκατάληπτον, ἀσώματον, ἀόρατον, ἀπερίγραπτον, ἀσχημάτιστον, μίαν ὑπερούσιον οὐσίαν, ὑπέρθεον θεότητα, ἐν τρισὶν ὑποστάσεσι, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, καὶ τούτῳ μόνῳ λατρεύω καὶ τούτῳ μόνῳ προσάγω τὴν τῆς λατρείας προσκύνησιν. Ἑνὶ θεῷ προσκυνῶ, μιᾷ θεότητι, ἀλλὰ καὶ τριάδι λατρεύω ὑποστάσεων, θεῷ πατρὶ καὶ θεῷ υἱῷ σεσαρκωμένῳ καὶ θεῷ ἁγίῳ πνεύματι, ἑνὶ θεῷ.

Οὐ προσκυνῶ τῇ κτίσει παρὰ τὸν κτίσαντα, ἀλλὰ προσκυνῶ τὸν κτίστην κτισθέντα τὸ κατ᾽ ἐμὲ καὶ εἰς κτίσιν ἀταπεινώτως καὶ ἀκαθαιρέτως κατεληλυθότα, ἵνα τὴν ἐμὴν δοξάσῃ φύσιν καὶ θείας κοινωνὸν ἐπεργάσηται φύσεως. Συμπροσκυνῶ τῷ βασιλεῖ καὶ θεῷ τὴν ἁλουργίδα τοῦ σώματος οὐχ ὡς ἱμάτιον οὐδ᾽ ὡς τέταρτον πρόσωπον (ἄπαγε) ἀλλ᾽ ὡς ὁμόθεον χρηματίσασαν καὶ γενομένην, ὅπερ τὸ χρῖσαν, ἀμεταβλήτως· οὐ γὰρ θεότης ἡ φύσις γέγονε τῆς σαρκός, ἀλλ᾽ ὥσπερ ὁ λόγος σὰρξ ἀτρέπτως γέγονε μείνας, ὅπερ ἦν, οὕτω καὶ ἡ σὰρξ λόγος γέγονεν οὐκ ἀπολέσασα τουθ᾽, ὅπερ ἐστί, ταυτιζομένη δὲ μᾶλλον πρὸς τὸν λόγον καθ᾽ ὑπόστασιν. Διὸ θαρρῶν εἰκονίζω θεὸν τὸν ἀόρατον οὐχ ὡς ἀόρατον, ἀλλ᾽ ὡς ὁρατὸν δι᾽ ἡμᾶς γενόμενον μεθέξει σαρκός τε καὶ αἵματος. Οὐ τὴν ἀόρατον εἰκονίζω θεότητα, ἀλλ᾽ εἰκονίζω θεοῦ τὴν ὁραθεῖσαν σάρκα. Εἰ γὰρ ψυχὴν εἰκονίσαι ἀμήχανον, πόσῳ μᾶλλον θεὸν τὸν καὶ τῇ ψυχῇ δόντα τὸ ἄυλον;

Ἀλλά φασιν· Εἶπεν ὁ θεὸς διὰ Μωσέως τοῦ νομοθέτου· «Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ «οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ.» Ἀδελφοί, ὄντως πλανῶνται οἱ μὴ εἰδότες τὰς γραφὰς οἱ μὴ εἰδότες, ὡς «τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα ζωοποιεῖ», οἱ μὴ ἐρευνῶντες τὸ ὑπὸ τῷ γράμματι κεκρυμμένον πνεῦμα. Πρὸς οὓς ἂν ἀξίως εἴποιμι· Ὁ τοῦτο διδάξας ὑμᾶς διδαξάτω καὶ τὸ ἑπόμενον. Μάθε, ὅπως ἑρμηνεύει ὁ νομοθέτης ὧδέ πως ἐν τῷ Δευτερονομίῳ λέγων· «Καὶ ἐλάλησε κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρός· φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε καὶ ὁμοίωμα οὐκ εἴδετε, ἀλλ᾽ ἢ φωνήν», καὶ μετ᾽ ὀλίγα «καὶ φυλάξασθε σφόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι ὁμοίωμα οὐκ εἴδετε ἐν τῇ ἡμέρᾳ, ᾗ ἐλάλησε κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, μήποτε ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα, ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ, ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ» καὶ τὰ ἑξῆς, καὶ μετὰ βραχέα «μήποτε ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς.»

Οἶδα τὸν ἀψευδῶς εἰπόντα· «Κύριος ὁ θεός σου κύριος εἷς ἐστι», καὶ «κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι», καὶ «οὐ ποιήσεις γλυπτὸν πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ», καὶ «αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς», καὶ «θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν», καὶ ὅσα τοιούτῳ τρόπῳ «πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν τῷ μονογενεῖ υἱῷ αὐτοῦ, δι᾽ οὗ τοὺς αἰῶνας ἐποίησεν.» Οἶδα τὸν εἰπόντα· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε, τὸν μόνον ζῶντα καὶ ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Καὶ πιστεύω εἰς ἕνα θεόν, μίαν τῶν πάντων ἀρχήν, ἄναρχον, ἄκτιστον, ἀνώλεθρον καὶ ἀθάνατον, αἰώνιον καὶ ἀίδιον, ἀκατάληπτον, ἀσώματον, ἀόρατον, ἀπερίγραπτον, ἀσχημάτιστον, μίαν ὑπερούσιον οὐσίαν, ὑπέρθεον θεότητα, ἐν τρισὶν ὑποστάσεσι, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, καὶ τούτῳ μόνῳ λατρεύω καὶ τούτῳ μόνῳ προσάγω τὴν τῆς λατρείας προσκύνησιν. Ἑνὶ θεῷ προσκυνῶ, μιᾷ θεότητι, ἀλλὰ καὶ τριάδι λατρεύω ὑποστάσεων, θεῷ πατρὶ καὶ θεῷ υἱῷ σεσαρκωμένῳ καὶ θεῷ ἁγίῳ πνεύματι, οὐ τρισὶ θεοῖς ἀλλ᾽ ἑνί, οὐ διῃρημέναις ὑποστάσεσιν ἀλλ᾽ ἡνωμέναις.

Οὐ τρεῖς προσκυνήσεις προσάγω ἀλλὰ μίαν, οὐχ ἑκάστῃ τῶν ὑποστάσεων ἀναμέρος ἀλλ᾽ ἑνιαίως ταῖς τρισὶν ὑποστάσεσιν ὡς ἑνὶ θεῷ μίαν προσάγω προσκύνησιν. Οὐ προσκυνῶ τὴν κτίσιν παρὰ τὸν κτίσαντα, ἀλλὰ προσκυνῶ τὸν κτίστην κτισθέντα τὸ κατ᾽ ἐμὲ καὶ εἰς κτίσιν ἀταπεινώτως καὶ ἀκαθαιρέτως κατεληλυθότα, ἵνα τὴν ἐμὴν δοξάσῃ φύσιν καὶ θείας κοινωνὸν ἀπεργάσηται φύσεως. Συμπροσκυνῶ τῷ βασιλεῖ καὶ θεῷ τὴν ἁλουργίδα τοῦ σώματος οὐχ ὡς ἱμάτιον οὐδ᾽ ὡς τέταρτον πρόσωπον (ἄπαγε), ἀλλ᾽ ὡς ὁμόθεον χρηματίσασαν καὶ γενομένην, ὅπερ τὸ χρῖσαν, ἀμεταβλήτως· οὐ γὰρ θεότης ἡ φύσις γέγονε τῆς σαρκός, ἀλλ᾽ ὥσπερ ὁ λόγος σὰρξ ἀτρέπτως ἐγένετο μείνας, ὅπερ προῆν, οὕτω καὶ ἡ σὰρξ λόγος γέγονεν οὐκ ἀπολέσασα τουθ᾽, ὅπερ ἐστί, ταυτιζομένη δὲ μᾶλλον πρὸς τὸν λόγον καθ᾽ ὑπόστασιν. Διὸ θαρρῶν εἰκονίζω θεὸν τὸν ἀόρατον οὐχ ὡς ἀόρατον, ἀλλ᾽ ὡς ὁρατὸν δι᾽ ἡμᾶς γενόμενον ἐν μεθέξει σαρκὸς καὶ αἵματος. Οὐ τὴν ἀόρατον εἰκονίζω θεότητα, ἀλλ᾽ εἰκονίζω θεοῦ τὴν ὁραθεῖσαν σάρκα· εἰ γὰρ ψυχὴν εἰκονίσαι ἀμήχανον, πόσῳ μᾶλλον τὸν καὶ τῇ ψυχῇ δόντα τὸ ἄυλον;

Ἀλλά φασιν· Εἶπεν ὁ θεὸς διὰ Μωσέως τοῦ νομοθέτου· «Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ «οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ.» Ἀδελφοί, ὄντως πλανῶνται οἱ μὴ εἰδότες τὰς γραφὰς οἱ μὴ εἰδότες, ὡς «τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα ζωοποιεῖ», οἱ μὴ ἐρευνῶντες τὸ ὑπὸ τῷ γράμματι κεκρυμμένον πνεῦμα. Πρὸς οὓς ἂν ἀξίως εἴποιμι· Ὁ τοῦτο διδάξας ὑμᾶς διδαξάτω καὶ τὸ ἑπόμενον. Μάθε, ὅπως ἑρμηνεύει αὐτὸ ὁ νομοθέτης ὧδέ πως ἐν τῷ Δευτερονομίῳ λέγων· Ὁρᾷς, ὡς εἷς ἐστιν ὁ σκοπός, ὥστε μὴ λατρεῦσαι τῇ κτίσει παρὰ τὸν κτίσαντα μηδὲ προσάγειν τὴν τῆς λατρείας προσκύνησιν, ἀλλ᾽ ἢ μόνῳ τῷ δημιουργῷ. Διὸ πανταχῆ συνάπτει τῇ προσκυνήσει τὴν λατρείαν· πάλιν γάρ φησιν· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.

Οὐ ποιήσεις σεαυτῷ γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα, οὐ προσκυνήσεις αὐτοῖς οὐδ᾽ οὐ μὴ λατρεύσῃς αὐτοῖς, ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν», καὶ πάλιν «τοὺς βωμοὺς αὐτῶν καθελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί· οὐ γὰρ μὴ προσκυνήσητε θεῷ ἑτέρῳ», καὶ μετ᾽ ὀλίγα «καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ.» καὶ πάλιν «καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ.» οὐ προσκυνήσεις αὐτοῖς οὐδ᾽ οὐ μὴ λατρεύσῃς αὐτοῖς, ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν«, καὶ πάλιν »τοὺς βωμοὺς αὐτῶν καθελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί· οὐ γὰρ μὴ προσκυνήσητε θεῷ ἑτέρῳ«, καὶ μετ᾽ ὀλίγα »καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις ἑαυτῷ.» Ὁρᾷς, ὡς τῆς εἰδωλολατρείας ἕνεκα ἀπαγορεύει τὴν εἰκονογραφίαν καὶ ὅτι ἀδύνατον εἰκονίζεσθαι θεὸν τὸν ἄποσον καὶ ἀπερίγραπτον καὶ ἀόρατον. «Οὐ γὰρ εἶδος αὐτοῦ», φησίν, «ἑωράκατε», καθὰ καὶ Παῦλος ἑστὼς ἐν μέσῳ τοῦ Ἀρείου πάγου φησίν· «Γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσίῳ ἢ ἀργυρίῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.»

Ἰουδαίοις μὲν οὖν διὰ τὸ πρὸς εἰδωλολατρείαν εὐόλισθον ταῦτα νενομοθέτητο· ἡμεῖς δέ, θεολογικῶς εἰπεῖν, οἷς ἐδόθη φυγοῦσι τὴν δεισιδαίμονα πλάνην καθαρῶς μετὰ τοῦ θεοῦ γενέσθαι, ἐπεγνωκόσι τὴν ἀλήθειαν καὶ θεῷ μόνῳ λατρεύειν καὶ τῆς θεογνωσίας καταπλουτῆσαι τὴν τελειότητα καὶ εἰς ἄνδρα καταντῆσαι τέλειον παρελθοῦσι τὴν νηπιότητα, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν, λαβόντες τὴν διακριτικὴν ἕξιν παρὰ θεοῦ καὶ εἰδότες, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ μὴ εἰκόνι περιγραφόμενον. «Οὐ γὰρ εἶδος αὐτοῦ», φησίν, «ἑωράκατε.» Βαβαὶ τῆς σοφίας τοῦ νομοθέτου. Πῶς εἰκονισθήσεται τὸ ἀόρατον;