Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Λόγοι ἀποδεικτικοὶ περὶ τῶν ἁγίων εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Ο αγιασμός της ύλης και η τυπολογία της Παλαιάς Διαθήκης

Αναδεικνύεται η αγαθότητα της ύλης και ο αγιασμός της μέσω της Ενσαρκώσεως. Παρατίθενται παραδείγματα από την Παλαιά Διαθήκη, όπως η Σκηνή του Μαρτυρίου και η Κιβωτός, ως προτυπώσεις της χριστιανικής ιερής τέχνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 20

Τί οὖν προστάττει χερουβὶμ γλυπτὰ ἀνθρώπων χερσὶν τεκταινόμενα σκιάζειν τὸ ἱλαστήριον; Ἢ δῆλον, ὡς θεοῦ μὲν ὡς ἀπεριγράπτου καὶ ἀνεικάστου ποιεῖν εἰκόνα ἀμήχανον ἤ τινος ὡς θεοῦ, ἵνα μὴ ὡς θεὸς λατρευομένη προσκυνῆται ἡ κτίσις.

Τῶν δὲ χερουβὶμ ὡς περιγραπτῶν καὶ τῷ θείῳ θρόνῳ δουλοπρεπῶς παρεστώτων τὴν εἰκόνα προστάττει ποιεῖν δουλοπρεπῶς σκιάζουσαν τὸ ἱλαστήριον· ἔπρεπε γὰρ τῇ εἰκόνι τῶν οὐρανίων λειτουργῶν τὴν εἰκόνα τῶν θείων μυστηρίων σκιάζεσθαι.

Τί δὲ φὴς τὴν κιβωτόν, τὴν στάμνον, τὸ ἱλαστήριον; Οὐ χειρότευκτα; Οὐκ ἔργα χειρῶν ἀνθρώπων; Οὐκ ἐξ ἀτίμου, ὡς σὺ φής, ὕλης κατεσκευασμένα; Τί δὲ ἡ σκηνὴ ἅπασα; Οὐχὶ εἰκὼν ἦν; Οὐ σκιὰ καὶ ὑπόδειγμα; Φησὶ τοιγαροῦν ὁ θεῖος ἀπόστολος περὶ τῶν κατὰ τὸν νόμον ἱερέων διεξιών· «Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν. Ὅρα γάρ φησι, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.» Ἀλλ᾽ οὐδὲ εἰκὼν ἦν ὁ νόμος, ἀλλ᾽ εἰκόνος προσκίασμα· φησὶ γοῦν ὁ αὐτὸς ἀπόστολος· «Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων.» Εἰ οὖν ὁ νόμος εἰκόνας ἀπαγορεύει, αὐτὸς δὲ εἰκόνος ἐστὶ προχάραγμα, τί φήσομεν;

Εἰ ἡ σκηνὴ σκιὰ καὶ τύπου τύπος, πῶς μὴ εἰκονογραφεῖν ὁ νόμος διακελεύεται; Ἀλλ᾽ οὐκ ἔστιν οὕτω ταῦτα, οὐκ ἔστι· «καιρὸς» δὲ μᾶλλον «τῷ παντὶ πράγματι.» Πάλαι μὲν ὁ θεὸς ὁ ἀσώματός τε καὶ ἀσχημάτιστος οὐδαμῶς εἰκονίζετο, νῦν δὲ σαρκὶ ὀφθέντος θεοῦ καὶ τοῖς ἀνθρώποις συναναστραφέντος εἰκονίζω θεοῦ τὸ ὁρώμενον. Οὐ προσκυνῶ τῇ ὕλῃ, προσκυνῶ δὲ τὸν τῆς ὕλης δημιουργόν, τὸν ὕλην δι᾽ ἐμὲ γενόμενον καὶ ἐν ὕλῃ κατοικῆσαι καταδεξάμενον καὶ δι᾽ ὕλης τὴν σωτηρίαν μου ἐργασάμενον, καὶ σέβων οὐ παύσομαι τὴν ὕλην, δι᾽ ἧς ἡ σωτηρία μου εἴργασται. Σέβω δὲ οὐχ ὡς θεόν—ἄπαγε· πῶς γὰρ τὸ ἐξ οὐκ ὄντων τὴν γένεσιν ἐσχηκὸς θεός; — εἰ καὶ τὸ τοῦ θεοῦ σῶμα θεὸς διὰ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν γεγονὸς ἀμεταβλήτως, ὅπερ τὸ χρῖσαν, καὶ μεῖναν, ὅπερ ἦν τῇ φύσει, σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ἠργμένη, οὐκ ἄκτιστος. Τὴν δέ γε λοιπὴν ὕλην σέβω καὶ δι᾽ αἰδοῦς ἄγω, δι᾽ ἧς ἡ σωτηρία μου γέγονεν, ὡς θείας ἐνεργείας καὶ χάριτος ἔμπλεων. Ἢ οὐχ ὕλη τὸ τοῦ σταυροῦ ξύλον τὸ τρισόλβιον καὶ τρισμακάριστον; Ἢ οὐχ ὕλη τὸ ὄρος τὸ σεπτὸν καὶ ἅγιον, ὁ τοῦ κρανίου τόπος;

Ἢ οὐχ ὕλη ἡ φερέσβιος πέτρα καὶ ζωηφόρος, ὁ τάφος ὁ ἅγιος, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως; Ἢ οὐχ ὕλη τὸ μέλαν καὶ ἡ τῶν εὐαγγελίων παναγία βίβλος; Ἢ οὐχ ὕλη ἡ ζωηφόρος τράπεζα ἡ τὸν ἄρτον ἡμῖν τῆς ζωῆς χορηγοῦσα; Ἢ οὐχ ὕλη ὁ χρυσός τε καὶ ὁ ἄργυρος, ἐξ ὧν σταυροὶ καὶ πίνακες καὶ κρατῆρες κατασκευάζονται; Ἢ οὐχ ὕλη πρὸ τούτων ἁπάντων τὸ τοῦ κυρίου μου σῶμα καὶ αἷμα; Ἢ πάντων τούτων ἄνελε τὸ σέβας καὶ τὴν προσκύνησιν ἢ παραχώρει τῇ ἐκκλησιαστικῇ παραδόσει καὶ τὴν τῶν εἰκόνων προσκύνησιν θεοῦ καὶ φίλων θεοῦ ὀνόματι ἁγιαζομένων καὶ διὰ τοῦτο θείου πνεύματος ἐπισκιαζομένων χάριτι. Μὴ κάκιζε τὴν ὕλην· οὐ γὰρ ἄτιμος. Οὐδὲν γὰρ ἄτιμον, ὃ παρὰ θεοῦ γεγένηται· τῶν Μανιχαίων τοῦτο τὸ φρόνημα.

Μόνον δὲ ἄτιμον, ὃ μὴ τὴν αἰτίαν ἔσχεν ἐκ θεοῦ, ἀλλ᾽ ἡμέτερόν ἐστιν εὕρεμα τῇ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν αὐτεξουσίῳ ἐκκλίσει τε καὶ ῥοπῇ τοῦ θελήματος, τουτέστιν ἡ ἁμαρτία. Εἰ διὰ τὸν νόμον τὰς εἰκόνας ἀτιμάζεις καὶ ἀπαγορεύεις ὡς ἐξ ὕλης κατεσκευασμένας, ὅρα, τί φησιν ἡ γραφή· «Καὶ ἐλάλησε κύριος πρὸς Μωσῆν λέγων· Ἰδοὺ ἀνακέκληκα τὸ ὄνομα Βεσελεὴλ τὸν τοῦ Ὀρεὶ τὸν τοῦ Ὣρ ἐκ φυλῆς Ἰούδα. Καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ διανοεῖσθαι καὶ ἀρχιτεκτονεῖν καὶ ἐργάζεσθαι χρυσίον καὶ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον νηστὸν καὶ τὴν βύσσον τὴν κεκλωσμένην καὶ τὰ λιθουργικὰ εἰς τὰ ἔργα καὶ τεκτονικῆς εἰς τὰ ξύλα, ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα· καὶ ἐγὼ δέδωκα αὐτὸν καὶ τὸν Ἐλιὰβ τὸν τοῦ Ἀχισαμὰχ ἐκ φυλῆς Δάν· καὶ παντὶ συνετῷ καρδίᾳ ἐγὼ δέδωκα σύνεσιν, καὶ ποιήσουσι πάντα, ὅσα σοι συνέταξα.» καὶ πάλιν «εἶπε Μωσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ· Ἠκούσατε τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε κύριος λέγων· Λάβετε παρ᾽ ὑμῶν αὐτῶν ἀφαίρεμα τῷ κυρίῳ.

Πᾶς καταδεχόμενος τὴν καρδίαν, καὶ οἴσουσι τὰς ἀπαρχὰς τῷ κυρίῳ, χρυσίον, ἀργύριον, χαλκόν, ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα καὶ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ λίθους σαρδίους καὶ λίθους εἰς τὴν γλυφὴν καὶ εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη.

Καὶ πᾶς σοφὸς καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα, ὅσα συνέταξε κύριος, τὴν σκηνήν», καὶ τὰ ἑξῆς, καὶ μεθ᾽ ἕτερα «καὶ ἐποίησεν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συμπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίῳ καὶ γεγλυμμένους ἐκκόλαμμα σφραγῖδος», καὶ πάλιν «οἱ λίθοι ἦσαν ἐξ ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δώδεκα ἐκ τῶν ὀνομάτων αὐτῶν ἐγγεγλυμμέναι σφραγῖδες, ἕκαστος ἐκ τοῦ αὐτοῦ ὀνόματος εἰς τὰς δώδεκα φυλάς», καὶ αὖθις «καὶ ἐποίησαν τὸ καταπέτασμα τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν χερουβίμ», καὶ πάλιν «καὶ ἐποίησαν τὸ ἱλαστήριον ἄνωθεν τῆς κιβωτοῦ ἐκ χρυσίου καθαροῦ καὶ τοὺς δύο χερουβίμ.» Ἰδοὺ δὴ ὕλη τιμία καὶ καθ᾽ ὑμᾶς ἄτιμος. Τί γὰρ τριχῶν αἰγείων εὐτελέστερον καὶ χρωμάτων;

Καὶ οὐ χρώματα τὸ κόκκινον καὶ ἡ πορφύρα καὶ ἡ ὑάκινθος; Ἰδοὺ δὴ καὶ ὁμοίωμα χερουβίμ. Πῶς οὖν διὰ τὸν νόμον ἀπαγορεύειν φής, ὃ ποιεῖν ὁ νόμος προσέταξεν; Εἰ διὰ τὸν νόμον τὰς εἰκόνας ἀπαγορεύεις, ὥρα σοι καὶ σαββατίζειν καὶ περιτέμνεσθαι· ταῦτα γὰρ ἀπαραχωρήτως ὁ νόμος κελεύει. Ἀλλ᾽ ἴστε, «ὡς, ἐὰν τὸν νόμον τηρῆτε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε.» Οὐχ ἑώρα θεὸν ὁ Ἰσραὴλ ὁ πάλαι, «ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα.» Καὶ αἰσθητῶς τὸν αὐτοῦ χαρακτῆρα τοῦ σαρκωθέντος φημὶ θεοῦ λόγου προτίθεμεν ἁπανταχῆ καὶ τὴν πρώτην ἁγιαζόμεθα τῶν αἰσθήσεων (πρώτη γὰρ αἰσθήσεων ὅρασις) ὥσπερ καὶ τοῖς λόγοις τὴν ἀκοήν· ὑπόμνημα γάρ ἐστιν ἡ εἰκών. Καὶ ὅπερ τοῖς γράμματα μεμυημένοις ἡ βίβλος, τοῦτο τοῖς ἀγραμμάτοις ἡ εἰκών· καὶ ὅπερ τῇ ἀκοῇ ὁ λόγος, τοῦτο τῇ ὁράσει ἡ εἰκών· νοητῶς δὲ αὐτῷ ἑνούμεθα. Διὰ τοῦτο προσέταξεν ὁ θεὸς γενέσθαι κιβωτὸν ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσῶσαι ταύτην ἔσωθέν τε καὶ ἔξωθεν καὶ ἐνθεῖναι τὰς πλάκας, τὴν ῥάβδον, τὴν στάμνον τὴν χρυσῆν ἔχουσαν τὸ μάννα πρὸς ὑπόμνησιν τῶν γεγονότων καὶ προτύπωσιν τῶν μελλόντων.

Καὶ τίς οὐκ ἐρεῖ ταύτας εἰκόνας διαπρυσίους τε κήρυκας; Καὶ ταῦτα οὐκ ἐκ πλαγίων ἔκειτο τῆς σκηνῆς, ἀλλὰ κατενώπιον παντὸς τοῦ λαοῦ, πρὸς ἃ βλέποντες τῷ δι᾽ αὐτῶν ἐνεργήσαντι θεῷ προσέφερον τὴν προσκύνησιν καὶ τὴν λατρείαν. Δῆλον οὐχ ὡς αὐτοῖς λατρεύοντες, ἀλλὰ δι᾽ αὐτῶν εἰς ὑπόμνησιν τῶν θαυμάτων ἀγόμενοι καὶ τῷ τερατουργῷ θεῷ τὴν προσκύνησιν νέμοντες. Εἰκόνες γὰρ ἦσαν πρὸς ὑπόμνησιν κείμεναι, τιμώμεναι οὐχ ὡς θεοί, ἀλλ᾽ ὡς θείας ἐνεργείας ὑπόμνησιν ἄγουσαι.

Καὶ δώδεκα λίθους προσέταξεν ὁ θεὸς ληφθῆναι ἐκ τοῦ Ἰορδάνου καὶ τὴν αἰτίαν προστίθησι· φησὶ γάρ· «Ἵνα, ὅταν ἐρωτᾷ σε ὁ υἱός σου, τί εἰσιν οἱ λίθοι οὗτοι, διηγῇ, πῶς ἐξέλιπε τὸ ὕδωρ τοῦ Ἰορδάνου θείᾳ προστάξει καὶ διέβη ἡ κιβωτὸς κυρίου καὶ πᾶς ὁ λαός.» Πῶς οὖν ἡμεῖς οὐκ εἰκονογραφήσομεν τὰ σωτήρια Χριστοῦ τοῦ θεοῦ ἡμῶν πάθη καὶ θαύματα, ἵν᾽, ὅταν ἐρωτᾷ με ὁ υἱός μου, τί τοῦτό ἐστιν, ἐρῶ, ὅτι ὁ θεὸς λόγος ἄνθρωπος γέγονε καὶ δι᾽ αὐτοῦ οὐχ ὁ Ἰσραὴλ μόνος τὸν Ἰορδάνην διῆλθεν, ἀλλ᾽ ἡ φύσις ἅπασα πρὸς τὴν ἀρχαίαν ἐπανῆλθε μακαριότητα, δι᾽ οὗ ἡ φύσις ἐκ τῶν κατωτάτων τῆς γῆς ἀνῆλθεν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐν αὐτῷ τῷ πατρικῷ κεκάθικε θρόνῳ.