Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Λόγοι ἀποδεικτικοὶ περὶ τῶν ἁγίων εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Η άγραφη παράδοση και η υπεροχή της Εκκλησίας έναντι της κοσμικής εξουσίας

Προβάλλεται η σημασία των άγραφων εκκλησιαστικών παραδόσεων και διαχωρίζεται η εκκλησιαστική εξουσία από την αυτοκρατορική, απορρίπτοντας κάθε πολιτική παρέμβαση στα δογματικά ζητήματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 20

Εἶδον πολλάκις ποθοῦντας, ἱμάτιον τοῦ ποθουμένου θεασαμένους, ὡς αὐτὸν τὸν ποθούμενον ἀσπασαμένους τὸ ἱμάτιον ὀφθαλμοῖς τε καὶ χείλεσι. Χρὴ «ἀποδιδόναι πᾶσι τὰς ὀφειλὰς» κατὰ τὸν ἅγιον Παῦλον τὸν ἀπόστολον «τῷ τὴν τιμὴν τὴν τιμὴν» καὶ «βασιλεῖ μὲν ὡς ὑπερέχοντι», τοῖς δὲ ἄρχουσιν ὡς δι᾽ αὐτῶν ἀποστελλομένοις, ἑκάστῳ κατὰ τὸ μέτρον τοῦ ἀξιώματος.

Οὐ βασιλέων ἐστὶ νομοθετεῖν τῇ ἐκκλησίᾳ. Ὅρα γάρ, τί φησιν ὁ θεῖος ἀπόστολος· «Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῆς ἐκκλησίας», —οὐκ εἶπε βασιλεῖς—καὶ πάλιν «πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσαντες.» καὶ αὖθις «μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον, ὧν ἀναθεωροῦντες τὴν ἀναστροφὴν ζηλοῦτε τὴν πίστιν.» Οὐκ ἐλάλησαν ἡμῖν τὸν λόγον βασιλεῖς, ἀλλὰ ἀπόστολοι καὶ προφῆται ποιμένες τε καὶ διδάσκαλοι. Τῷ Δαυὶδ ἐντειλάμενος ὁ θεὸς οἰκοδομῆσαι αὑτῷ οἶκον ἔφη πρὸς αὐτόν, ὅτι «οὐκ οἰκοδομήσεις μοι σὺ οἶκον, ἐπειδὴ ἀνὴρ αἱμάτων εἶ σύ». «Ἀπόδοτε πᾶσι τὰς ὀφειλάς», ὁ ἀπόστολος ἀνακέκραγε Παῦλος, «τῷ τὴν τιμὴν τὴν τιμήν, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος.» Βασιλέων ἐστὶν ἡ πολιτικὴ εὐταξία, ἡ δὲ ἐκκλησιαστικὴ κατάστασις ποιμένων καὶ διδασκάλων. Λῃστρικὴ ἔφοδός ἐστιν αὕτη, ἀδελφοί.

Ὁ Σαοὺλ τὸ ἱμάτιον τοῦ Σαμουὴλ ἔσχισε, καὶ τί πέπονθεν; Ἔσχισε τὴν βασιλείαν αὐτοῦ ὁ θεὸς καὶ δέδωκεν αὐτὴν Δαυὶδ τῷ πρᾳοτάτῳ. Τὸν Ἡλίαν Ἰεζάβελ ἐδίωξε, καὶ οἱ κύνες ἐλούσαντο ἐν τῷ αὐτῆς αἵματι. Ἡρῴδης ἀνεῖλε τὸν Ἰωάννην καὶ σκωληκόβροτος γενόμενος ἐξέψυξε. Καὶ νῦν ὁ μακάριος Γερμανὸς ὁ βίῳ καὶ λόγῳ ἐξαστράπτων ἐρραπίσθη καὶ ἐξόριστος γέγονε, καὶ ἕτεροι πλεῖστοι ἐπίσκοποι καὶ πατέρες, ὧν οὐκ οἴδαμεν τὰ ὀνόματα. Οὐ λῃστρικὸν τοῦτο; Ὁ κύριος, ὅτε πειραστικῶς αὐτῷ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι προσῄεσαν, ἵνα παγιδεύσωσιν αὐτὸν λόγῳ, καὶ ἐπηρώτησαν αὐτόν, εἰ «ἔξεστι δοῦναι κῆνσον καίσαρι», πρὸς οὓς ἀπεκρίνατο· «Ἀγάγετέ μοι νόμισμα.» Τῶν δὲ ἀγαγόντων ἔφη· «Τίνος ἔχει τὴν εἰκόνα;» Τῶν δὲ φησάντων «καίσαρος» λέγει· «Ἀπόδοτε τὰ τοῦ καίσαρος καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.» Ὑπείκομέν σοι, ὦ βασιλεῦ, ἐν τοῖς κατὰ τὸν βίον πράγμασι, φόροις, τέλεσι, δοσοληψίαις, ἐν οἷς σοι τὰ καθ᾽ ἡμᾶς ἐγκεχείρισται· ἐν δὲ τῇ ἐκκλησιαστικῇ καταστάσει ἔχομεν τοὺς ποιμένας τοὺς λαλήσαντας ἡμῖν τὸν λόγον καὶ τυπώσαντας τὴν ἐκκλησιαστικὴν θεσμοθεσίαν. Οὐ μεταίρομεν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν, ἀλλὰ κατέχομεν τὰς παραδόσεις, καθὼς παρελάβομεν· εἰ γὰρ ἀρξόμεθα τὴν οἰκοδομὴν τῆς ἐκκλησίας καὶ ἐν μικρῷ καθαιρεῖν, κατὰ μικρὸν τὸ πᾶν καταλυθήσεται.

Κακίζεις τὴν ὕλην καὶ ἄτιμον ἀποκαλεῖς. Τοῦτο καὶ Μανιχαῖοι, ἀλλ᾽ ἡ θεία γραφὴ καλὴν ταύτην ἀνακηρύττει· φησὶ γάρ· «Καὶ εἶδεν ὁ θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» Ἐγὼ μὲν οὖν καὶ θεοῦ ποίημα τὴν ὕλην καὶ καλὴν ταύτην ὁμολογῶ, σὺ δέ, εἰ κακὴν ταύτην λέγεις, ἢ οὐκ ἐκ θεοῦ ταύτην ὁμολογεῖς ἢ τῶν κακῶν αἴτιον ποιεῖς τὸν θεόν. Ὅρα οὖν, τί φησιν ἡ θεία γραφὴ περὶ τῆς ὕλης, ἣν σὺ ἄτιμον ἀποκαλεῖς. «Καὶ εἶπε Μωσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων· Τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε κύριος λέγων· Λάβετε παρ᾽ ὑμῶν αὐτῶν ἀφαίρεμα τῷ κυρίῳ, πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ, οἴσουσι τὰς ἀπαρχὰς τῷ κυρίῳ χρυσίον, ἀργύριον, χαλκόν, ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα καὶ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ λίθους σαρδίους καὶ λίθους εἰς τὴν γλυφήν, εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη· καὶ πᾶς σοφὸς καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα, ὅσα συνέταξε κύριος, τὴν σκηνήν.» Ἰδοὺ δὴ καὶ ἡ ὕλη τιμᾶται ἡ καθ᾽ ὑμᾶς ἄτιμος. Τί γὰρ τριχῶν αἰγείων εὐτελέστερον καὶ χρωμάτων; Ἢ οὐ χρώματα τὸ κόκκινον καὶ ἡ πορφύρα καὶ ἡ ὑάκινθος; Ἰδοὺ δὴ καὶ ἔργα χειρῶν ἀνθρώπων καὶ ὁμοίωμα χερουβίμ· καὶ αὐτὴ δὲ ἡ σκηνὴ ἅπασα εἰκὼν ἦν. «

Ὅρα γάρ», φησὶν ὁ θεὸς τῷ Μωσῇ, «ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.» Καὶ ὅμως κυκλόθεν προσεκυνεῖτο ὑπὸ παντὸς τοῦ Ἰσραήλ. Τί δὲ τὰ χερουβίμ; Οὐ κατενώπιον ἦσαν τοῦ λαοῦ; Καὶ ἡ κιβωτὸς καὶ ἡ λυχνία καὶ ἡ τράπεζα καὶ ἡ στάμνος ἡ χρυσῆ καὶ ἡ ῥάβδος, πρὸς ἃ βλέπων ὁ λαὸς προσεκύνει; Οὐ προσκυνῶ τῇ ὕλῃ, προσκυνῶ δὲ τὸν τῆς ὕλης δημιουργόν, τὸν ὕλην δι᾽ ἐμὲ γενόμενον καὶ ἐν ὕλῃ τὴν κατοίκησιν θέμενον καὶ δι᾽ ὕλης τὴν σωτηρίαν μου ἐργασάμενον. «Ὁ γὰρ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Πᾶσι δὲ δῆλον, ὅτι ἡ σὰρξ ὕλη καὶ κτίσμα ἐστίν. Σέβω οὖν τὴν ὕλην καὶ δι᾽ αἰδοῦς ἄγω καὶ προσκυνῶ, δι᾽ ἧς ἡ σωτηρία μου γέγονε, σέβω δὲ οὐχ ὡς θεόν, ἀλλ᾽ ὡς θείας ἐνεργείας καὶ χάριτος ἔμπλεων. Ἦ οὐχ ὕλη τὸ τοῦ σταυροῦ ξύλον τὸ τρισόλβιόν τε καὶ τρισμακάριστον; Ἦ οὐχ ὕλη τὸ ὄρος τὸ σεπτὸν καὶ ἅγιον, ὁ τοῦ κρανίου τόπος; Ἦ οὐχ ὕλη ἡ ζωηφόρος πέτρα, ὁ τάφος ὁ ἅγιος, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως;

Ἦ οὐχ ὕλη τὸ μέλαν καὶ τὰ τῶν εὐαγγελίων δέρματα; Ἦ οὐχ ὕλη ἡ ζωοποιὸς τράπεζα ἡ τὸν ἄρτον ἡμῖν τῆς ζωῆς χορηγοῦσα; Ἦ οὐχ ὕλη ὁ χρυσός τε καὶ ὁ ἄργυρος, ἐξ ὧν σταυροί τε καὶ πίνακες ἅγιοι κατασκευάζονται καὶ ποτήρια; Ἦ οὐχ ὕλη πρὸ τούτων ἁπάντων τὸ τοῦ κυρίου μου σῶμα καὶ αἷμα; Ἢ πάντων τούτων ἄνελε τὸ σέβας καὶ τὴν προσκύνησιν ἢ παραχώρει τῇ ἐκκλησιαστικῇ παραδόσει καὶ τὴν τῶν εἰκόνων προσκύνησιν θεοῦ καὶ φίλων θεοῦ ὀνόματι ἁγιαζομένων καὶ διὰ τοῦτο θείου πνεύματος ἐπισκιαζομένων χάριτι. Εἰ διὰ τὸν νόμον τὰς εἰκόνας ἀπαγορεύεις, ὥρα σοι καὶ σαββατίζειν καὶ περιτέμνεσθαι—ταῦτα γὰρ ἀπαραχωρήτως ὁ νόμος κελεύει—καὶ πάντα τὸν νόμον τηρεῖν καὶ μὴ ἑορτάζειν τὸ πάσχα κυρίου ἔξω Ἱερουσαλήμ— ἀλλὰ γνῶτε, ὡς, ἐὰν τὸν νόμον τηρῆτε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελεῖ—, ὥρα σοι καὶ τὴν τοῦ ἀδελφοῦ γυναῖκα πρὸς γάμον ἄγεσθαι καὶ ἐγείρειν σπέρμα τῷ ἀδελφῷ καὶ μὴ ᾄδειν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας. Ἀλλ᾽ ἄπαγε· «οἵτινες γὰρ ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.» Ἱστοροῦμεν Χριστὸν τὸν βασιλέα καὶ κύριον οὐ γυμνοῦντες αὐτὸν τοῦ στρατεύματος· στρατὸς γὰρ τοῦ κυρίου οἱ ἅγιοι. Γυμνωσάτω ἑαυτὸν τοῦ οἰκείου στρατεύματος ὁ ἐπίγειος βασιλεὺς καὶ τότε τὸν ἑαυτοῦ βασιλέα καὶ κύριον.

Ἀποθέσθω τὴν ἁλουργίδα καὶ τὸ διάδημα καὶ τότε τῶν κατὰ τοῦ τυράννου ἀριστευσάντων καὶ βασιλευσάντων τῶν παθῶν τὸ σέβας περιαιρείτω. Εἰ γὰρ κληρονόμοι θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ καὶ τῆς θείας δόξης καὶ βασιλείας κοινωνοὶ ἔσονται, πῶς οὐχὶ καὶ τῆς ἐπὶ γῆς δόξης συμμέτοχοι γένωνται οἱ φίλοι Χριστοῦ; «Οὐ λέγω ὑμᾶς δούλους», φησὶν ὁ θεός, «ὑμεῖς φίλοι μού ἐστε.» Τῆς οὖν δεδομένης αὐτοῖς παρὰ τῆς ἐκκλησίας τιμῆς στερήσωμεν αὐτούς; Ὢ θρασείας χειρός.

Ὢ τολμηρᾶς γνώμης ἀνταιρούσης θεῷ καὶ τοῖς αὐτοῦ ἀντιπραττούσης προστάγμασιν. Οὐ προσκυνεῖς εἰκόνι, μηδὲ τῷ υἱῷ τοῦ θεοῦ προσκύνει, «ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου θεοῦ» ζῶσα καὶ χαρακτὴρ ἀπαράλλακτος. Ὁ ναός, ὃν ὁ Σολομὼν ᾠκοδόμησεν, ἀλόγων αἵμασιν ἐνεκαινίσθη καὶ ἀλόγων εἰκόσιν ἐκαλλωπίσθη, λεόντων καὶ βοῶν καὶ φοινίκων καὶ ῥοΐσκων. Νῦν δὲ Χριστοῦ αἵματι ἡ ἐκκλησία ἐγκαινίζεται καὶ τῶν ἁγίων αὐτοῦ καὶ τῇ Χριστοῦ εἰκόνι καὶ τῶν ἁγίων αὐτοῦ καλλωπίζεται. Ἢ πάσης ὕλης προσκύνησιν ἄνελε ἢ μὴ καινοτόμει «μηδὲ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου», οὐ τὰ πρὸ τῆς ἐνσάρκου παρουσίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν λέγω, ἀλλὰ τὰ μετὰ τὴν ἐπιδημίαν αὐτοῦ. Περὶ γὰρ τῶν ἐν τῇ παλαιᾷ παραδόσεων μεμφόμενος ὁ θεός φησιν· «Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ» κατὰ τὴν σκληροκαρδίαν αὐτῶν. Ὥστε «μετατεθείσης τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γέγονεν».

Προσκυνῶ Χριστοῦ εἰκόνι ὡς σεσαρκωμένου θεοῦ, τῆς δεσποίνης τῶν ἁπάντων τῆς θεοτόκου οἷα μητρὸς τοῦ υἱοῦ τοῦ θεοῦ, τῶν ἁγίων ὡς φίλων θεοῦ τῶν μέχρις αἵματος ἀντικαταστάντων πρὸς τὴν ἁμαρτίαν καὶ Χριστὸν μιμησαμένων τῇ ὑπὲρ αὐτοῦ ἐκχύσει τοῦ αἵματος τὸ οἰκεῖον αἷμα ὑπὲρ αὐτῶν προεκχέαντος καὶ τῶν κατ᾽ ἴχνος αὐτοῦ πολιτευσαμένων.

Τούτων τὰς ἀριστείας καὶ τὰ πάθη ἀναγράπτους καθίστημι ὡς δι᾽ αὐτῶν ἁγιαζόμενος καὶ πρὸς ζῆλον μιμήσεως ἀλειφόμενος. Καὶ ταῦτα δι᾽ αἰδοῦς ἄγω καὶ προσκυνήσεως· «ἡ γὰρ τῆς εἰκόνος τιμὴ πρὸς τὸ πρωτότυπον διαβαίνει», φησὶν ὁ θεῖος Βασίλειος. Εἰ ναοὺς ἐγείρεις ἁγίοις θεοῦ, καὶ τὰ τούτων ἔγειρε τρόπαια. Οὐκ ἠγείρετο πάλαι ναὸς ἐπ᾽ ἀνθρώπων ὀνόματι, οὐχ ἑωρτάζετο τῶν δικαίων ὁ θάνατος, ἀλλ᾽ ἐπενθεῖτο, καὶ ὁ ἁπτόμενος νεκροῦ ἀκάθαρτος ἐλογίζετο, καὶ Μωσέως αὐτοῦ. Νῦν δὲ τῶν ἁγίων ἑορτάζεται τὰ μνημόσυνα· ἐπενθήθη ὁ νεκρὸς τοῦ Ἰακώβ, ἀλλ᾽ ὁ Στεφάνου πανηγυρίζεται θάνατος. Ἢ τοίνυν καὶ τὰς πανηγυρικὰς μνήμας τῶν ἁγίων ἄνελε παρὰ τὸν παλαιὸν νόμον ἀγομένας ἢ καὶ τὰς εἰκόνας παρὰ τὸν νόμον, ὡς σὺ φής, οὔσας συγχώρησον. Ἀλλ᾽ ἀμήχανον μὴ ἑορτάζειν τὰ τῶν ἁγίων μνημόσυνα· ὁ γὰρ τῶν ἁγίων ἀποστόλων καὶ θεοφόρων πατέρων χορὸς ταῦτα προστάττει γίνεσθαι. Ἀφ᾽ οὗ γὰρ ὁ θεὸς λόγος σὰρξ ἐγένετο ὁμοιωθεὶς ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας καὶ ἀσυγχύτως ἐκράθη πρὸς τὸ ἡμέτερον καὶ ἀμεταβλήτως τὴν σάρκα ἐθέωσε διὰ τῆς ἐν ἀλλήλαις τῆς αὐτοῦ θεότητος καὶ τῆς αὐτοῦ σαρκὸς ἀσυγχύτου περιχωρήσεως, ὄντως ἡγιάσμεθα.

Καὶ ἀφ᾽ οὗ ὁ υἱὸς τοῦ θεοῦ καὶ θεὸς ὁ ἀπαθὴς ὢν τῇ θεότητι τῷ προσλήμματι πέπονθε καὶ τὸ ἡμέτερον ἀπέτισεν ὄφλημα λύτρον ἐκχέας ὑπὲρ ἡμῶν ἀξιόχρεών τε καὶ ἀξιάγαστον (δυσωπητικὸν γὰρ πατρὶ καὶ αἰδέσιμον αἷμα υἱοῦ), ὄντως ἠλευθερώμεθα. Καὶ ἀφ᾽ οὗ κατελθὼν εἰς ᾅδην ταῖς ἀπ᾽ αἰῶνος πεπεδημέναις ψυχαῖς ὡς αἰχμαλώτοις ἐκήρυξεν ἄφεσιν, ὡς τυφλοῖς ἀνάβλεψιν, καὶ δήσας τὸν ἰσχυρὸν τῷ ὑπερέχοντι τῆς δυνάμεως ἀνέστη τὸ ἐξ ἡμῶν αὐτῷ προσληφθὲν ἀφθαρτίσας σαρκίον, ὄντως ἠφθαρτίσμεθα. Ἀφ᾽ οὗ τε δι᾽ ὕδατος καὶ πνεύματος γεγεννήμεθα, ὄντως υἱοθετήμεθα καὶ κληρονόμοι θεοῦ γεγενήμεθα. Ἐντεῦθεν τοὺς πιστοὺς ἁγίους ὁ Παῦλος καλεῖ. Ἐντεῦθεν τὸν τῶν ἁγίων οὐ πενθοῦμεν, ἀλλ᾽ ἑορτάζομεν θάνατον.

Ἐντεῦθεν «οὐχ ὑπὸ νόμον, ἀλλ᾽ ὑπὸ χάριν ἐσμέν», «δικαιωθέντες διὰ τῆς πίστεως» καὶ θεὸν μόνον εἰδότες τὸν ἀληθινόν—«δικαίῳ δὲ νόμος οὐ κεῖται»—, οὐχ ὑπὸ τὰ στοιχεῖα τοῦ νόμου ἐσμὲν δεδουλωμένοι ὡς νήπιοι, ἀλλ᾽ εἰς ἄνδρα καταρτισθέντες τέλειον στερεὰν τροφὴν τρεφόμεθα, οὐ τὴν πρὸς εἰδωλολατρείαν.

Καλὸς ὁ νόμος ὡς λύχνος φαίνων ἐν αὐχμηρῷ τόπῳ, ἀλλ᾽ ἕως οὗ ἡ ἡμέρα διαυγάσῃ· ἤδη δὲ ἀνέτειλε φωσφόρος ἐν ταῖς καρδίαις ἡμῶν καὶ ὕδωρ ζῶν τῆς θεογνωσίας θαλάσσας ἐθνῶν ἐπεκάλυψε καὶ πάντες τὸν κύριον ἔγνωμεν. «Παρῆλθε τὰ παλαιά, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Φησὶν γοῦν ὁ θεῖος ἀπόστολος πρὸς Πέτρον, τὴν κορυφαίαν ἀκρότητα τῶν ἀποστόλων· «Εἰ σὺ Ἰουδαῖος ὢν ἐθνικῶς ζῇς καὶ οὐκ Ἰουδαϊκῶς, πῶς τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν», καὶ πρὸς Γαλάτας γράφει· «Μαρτύρομαι παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι.» Πάλαι μὲν οὖν μὴ εἰδότες θεὸν ἐδουλεύομεν τοῖς μὴ φύσει οὖσι θεοῖς, νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ πῶς ἐπιστρέψομεν πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; Εἶδον εἶδος θεοῦ τὸ ἀνθρώπινον, «καὶ ἐσώθη μου ἡ ψυχή.» Θεωρῶ εἰκόνα θεοῦ, ὡς εἶδεν Ἰακώβ, εἰ καὶ ἄλλως καὶ ἄλλως· ἐκεῖνος μὲν γὰρ ἄυλον, τὸ ἐσόμενον προμηνύουσαν ἀύλοις νοὸς ὀφθαλμοῖς, ἐγὼ δὲ τοῦ σαρκὶ ὁραθέντος μνήμης ἐμπύρευμα. Ἡ τῶν ἀποστόλων σκιὰ τὰ σουδάριά τε καὶ σιμικίνθια νόσους ἀπήλαυνε, δαίμονας ἐφυγάδευε· καὶ πῶς ἡ σκιὰ καὶ ἡ εἰκὼν τῶν ἁγίων οὐ δοξασθήσεται; Ἢ πάσης ὕλης προσκύνησιν ἄνελε ἢ μὴ καινοτόμει «μηδὲ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.» Οὐ μόνον γράμμασι τὴν ἐκκλησιαστικὴν θεσμοθεσίαν παρέδωκαν, ἀλλὰ καὶ ἀγράφοις τισὶ παραδόσεσι.

Φησὶ γοῦν ὁ θεῖος Βασίλειος ἐν εἰκοστῷ ἑβδόμῳ τῶν πρὸς Ἀμφιλόχιον περὶ τοῦ ἁγίου πνεύματος τριάκοντα κεφαλαίων ἐπὶ λέξεως οὕτως· «Τῶν ἐν τῇ ἐκκλησίᾳ πεφυλαγμένων δογμάτων καὶ κηρυγμάτων τὰ μὲν ἐκ τῆς ἐγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παραδόσεως διαδοθέντα ἡμῖν ἐν μυστηρίῳ παρεδεξάμεθα, ἅπερ ἀμφότερα τὴν αὐτὴν ἰσχὺν ἔχει πρὸς τὴν εὐσέβειαν. Καὶ τούτοις οὐδεὶς ἀντερεῖ οὐκοῦν, ὅστις γε κἂν μικρὸν γοῦν θεσμῶν ἐκκλησίας πεπείραται· εἰ γὰρ ἐπιχειρήσαιμεν τὰ ἄγραφα τῶν ἐθῶν ὡς μὴ μεγάλην ἔχοντα τὴν δύναμιν παραιτεῖσθαι, λάθοιμεν ἂν εἰς αὐτὰ τὰ καίρια ζημιοῦντες τὸ εὐαγγέλιον.» Ταῦτα τοῦ μεγάλου Βασιλείου τὰ ῥήματα.

Πόθεν γὰρ ἴσμεν τὸν κρανίου τόπον τὸν ἅγιον, τὸ μνῆμα τῆς ζωῆς; Οὐ παῖδες παρὰ πατρὸς ἀγράφως παρειληφότες; Τὸ μὲν γὰρ ἐν τόπῳ κρανίου ἐσταυρῶσθαι τὸν κύριον γέγραπται καὶ τετάφθαι ἐν μνημείῳ, ὃ ἐλατόμησεν Ἰωσὴφ ἐν τῇ πέτρᾳ· ὅτι δὲ ταῦτά ἐστι τὰ νῦν προσκυνούμενα, ἐξ ἀγράφου παραδόσεως ἴσμεν καὶ πλεῖστα τούτοις παρόμοια. Πόθεν τὸ τρὶς βαπτίζειν;

Πόθεν τὸ κατ᾽ ἀνατολὰς εὔχεσθαι; Πόθεν ἡ τῶν μυστηρίων παράδοσις; Διὸ καὶ ὁ θεῖος ἀπόστολος Παῦλός φησιν· «Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου, εἴτε δι᾽ ἐπιστολῶν ἡμῶν.» Πολλῶν τοιγαροῦν καὶ τοσούτων ἀγράφως τῇ ἐκκλησίᾳ παραδεδομένων καὶ μέχρι τοῦ νῦν πεφυλαγμένων, τί περὶ τὰς εἰκόνας σμικρολογεῖς;

Ἃς μέντοι χρήσεις παράγεις, οὐ τῶν παρ᾽ ἡμῖν εἰκόνων βδελύσσονται τὴν προσκύνησιν, ἀλλὰ τῶν ταύτας θεοποιούντων Ἑλλήνων. Οὐ δεῖ τοίνυν διὰ τὴν τῶν Ἑλλήνων ἄτοπον χρῆσιν καὶ τὴν ἡμετέραν εὐσεβῶς γινομένην ἀναιρεῖν.

Ἐφορκίζουσιν ἐπαοιδοί τε καὶ γόητες, ἐφορκίζει καὶ τοὺς κατηχουμένους ἡ ἐκκλησία, ἀλλ᾽ ἐκεῖνοι μὲν ἐπικαλούμενοι δαίμονας, αὕτη δὲ θεὸν κατὰ δαιμόνων· δαίμοσι τὰς εἰκόνας ἀνατιθέασιν Ἕλληνες καὶ θεοὺς ταύτας προσαγορεύουσιν, ἡμεῖς δὲ ἀληθεῖ θεῷ σαρκωθέντι καὶ θεοῦ δούλοις καὶ φίλοις δαιμόνων ἀπελαύνουσι στίφη.

Εἰ δὲ φὴς τὸν θεῖον καὶ θαυμαστὸν Ἐπιφάνιον διαρρήδην ταύτας ἀπαγορεῦσαι, πρῶτον μὲν τυχὸν παρεγγεγραμμένος καὶ ἐπίπλαστος ὁ λόγος, ἄλλου μὲν ὢν πόνος, ἑτέρου δὲ τὴν ἐπωνυμίαν ἔχων, ὃ πολλοῖς εἴθισται δρᾶν.

Δεύτερον, ἴσμεν τὸν μακάριον Ἀθανάσιον ἀπηγορευκότα τὸ ἐν λάρναξι τιθέναι τὰ τῶν ἁγίων λείψανα, μᾶλλον δὲ προστάττοντα ὑπὸ γῆν ταῦτα καλύπτειν, τὸ ἄτοπον ἔθος τῶν Αἰγυπτίων καταργῆσαι βουλόμενον, οἳ τοὺς ἑαυτῶν νεκροὺς οὐχ ὑπὸ γῆν ἔκρυπτον, ἀλλ᾽ ἐπὶ κλινῶν καὶ σκιμπόδων ἐτίθουν.

Τάχα τοιοῦτόν τι καὶ ὁ μέγας Ἐπιφάνιος ἐπιδιορθώσασθαι θέλων, τὸ μὴ χρῆναι ποιεῖν εἰκόνας ἐνομοθέτησεν, εἴ γε καὶ αὐτοῦ δῶμεν εἶναι τὸν λόγον, ἐπεί, ὅτι γε τούτου σκοπὸς ταύτας οὐκ ἀπωθεῖτο, μάρτυς ἡ τοῦ αὐτοῦ θείου Ἐπιφανίου ἐκκλησία εἰκόσι μέχρις ἡμῶν περικεκοσμημένη.

Τρίτον, οὐ τὸ σπάνιον νόμος τῇ ἐκκλησίᾳ «οὐδὲ μία χελιδὼν ἔαρ ποιεῖ», ὡς καὶ τῷ θεολόγῳ Γρηγορίῳ καὶ τῇ ἀληθείᾳ δοκεῖ· οὐδὲ λόγος εἷς δυνατὸς ὅλης ἐκκλησίας τῆς ἀπὸ γῆς περάτων μέχρι τῶν αὐτῆς περάτων ἀνατρέψαι παράδοσιν.

Οὐ μόνον δὲ γράμμασι τὸν ἐκκλησιαστικὸν θεσμὸν παρέδωκαν οἱ αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου, ἀλλὰ καὶ ἀγράφοις τισὶ παραδόσεσι. Πόθεν γὰρ οἴδαμεν τὸν κρανίου τόπον τὸν ἅγιον; Πόθεν τὸ μνῆμα τῆς ζωῆς; Οὐ παῖς παρὰ πατρὸς ἀγράφως παραλαβόντες;

Τὸ μὲν ἐν τόπῳ κρανίου σταυρωθῆναι τὸν κύριον γέγραπται καὶ ταφῆναι ἐν μνημείῳ, ὃ ἐλατόμησεν Ἰωσὴφ ἐν τῇ πέτρᾳ· ὅτι δὲ ταῦτά ἐστι τὰ νῦν προσκυνούμενα, ἐξ ἀγράφου παραδόσεως οἴδαμεν καὶ πλεῖστα τούτοις παρόμοια. Πόθεν τὸ τρίτον βαπτίζειν, τουτέστι διὰ τριῶν καταδύσεων; Πόθεν τὸ κατ᾽ ἀνατολὰς εὔχεσθαι;

Πόθεν τὸ προσκυνεῖν σταυρόν; Οὐκ ἐκ τῆς ἀγράφου παραδόσεως; Διὸ καὶ ὁ θεῖος ἀπόστολος Παῦλός φησιν· «Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου, εἴτε δι᾽ ἐπιστολῆς ἡμῶν.» Πολλῶν τοιγαροῦν ἀγράφως τῇ ἐκκλησίᾳ παραδεδομένων καὶ μέχρι τοῦ νῦν πεφυλαγμένων, τί περὶ τὰς εἰκόνας σμικρολογεῖτε;

Μανιχαῖοι συνέγραψαν τὸ κατὰ Θωμᾶν εὐαγγέλιον· γράψατε καὶ ὑμεῖς τὸ κατὰ Λέοντα εὐαγγέλιον. Οὐ δέχομαι βασιλέα τυραννικῶς τὴν ἱερωσύνην ἁρπάζοντα. Οὐ βασιλεῖς ἔλαβον ἐξουσίαν δεσμεῖν καὶ λύειν. Οἶδα Οὐάλεντα βασιλέα χριστιανὸν ὀνομαζόμενον καὶ τὴν ὀρθόδοξον πίστιν διώξαντα, Ζήνωνά τε καὶ Ἀναστάσιον, Ἡράκλειον καὶ Κωνσταντῖνον τὸν ἐν Σικελίᾳ καὶ Βαρδανίσκην τὸν καὶ Φιλιππικόν. Οὐ πείθομαι βασιλικοῖς κανόσι διατάττεσθαι τὴν ἐκκλησίαν, ἀλλὰ πατρικαῖς παραδόσεσιν ἐγγράφοις τε καὶ ἀγράφοις. Ὥσπερ γὰρ ἐν ὅλῳ τῷ κόσμῳ ἐγγράφως ἐκηρύχθη τὸ εὐαγγέλιον, οὕτως ἐν ὅλῳ τῷ κόσμῳ ἀγράφως παρεδόθη τὸ εἰκονίζειν Χριστὸν τὸν σεσαρκωμένον θεὸν καὶ τοὺς ἁγίους, ὥσπερ καὶ προσκυνεῖν τὸν σταυρὸν καὶ κατ᾽ ἀνατολὰς ἑστῶτας προσεύχεσθαι.