Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Λόγοι ἀποδεικτικοὶ περὶ τῶν ἁγίων εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Η προσκύνηση υλικών συμβόλων και η αναγωγή από τα αισθητά στα νοητά

Θεολογική τεκμηρίωση της αναγκαιότητας των αισθητών εικόνων λόγω της διπλής, ψυχοσωματικής φύσης του ανθρώπου. Αντιμετωπίζονται φερόμενα εικονομαχικά επιχειρήματα και επισημαίνεται η αρχαιότητα της παράδοσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 7 από 20

Ἃς μέντοι προσάγεις χρήσεις, οὐ τῶν παρ᾽ ἡμῖν εἰκόνων βδελύσσονται τὴν προσκύνησιν, ἀλλὰ τῶν ταύτας θεοποιούντων Ἑλλήνων. Οὐ δεῖ τοίνυν διὰ τὴν τῶν Ἑλλήνων ἄτοπον χρῆσιν καὶ τὴν τῆς ἐκκλησίας εὐσεβῶς γινομένην ἀναιρεῖν.

Ἐφορκίζουσιν ἐπαοιδοί τε καὶ γόητες, ἐφορκίζει τοὺς κατηχουμένους ἡ ἐκκλησία, ἀλλ᾽ ἐκεῖνοι μὲν ἐπικαλούμενοι δαίμονας, αὕτη δὲ θεὸν κατὰ δαιμόνων. Ἔθυον δαίμοσιν Ἕλληνες, ἀλλὰ καὶ θεῷ ὁ Ἰσραὴλ καὶ αἵματα καὶ κνίσσας προσέφερον· θύει καὶ ἡ ἐκκλησία θεῷ θυσίαν ἀναίμακτον. Δαίμοσι τὰς εἰκόνας ἀνετίθουν Ἕλληνες, ἀλλὰ καὶ ὁ Ἰσραὴλ ἐθεοποίησε τὰς εἰκόνας· ἔλεγον γάρ· «Οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἱ ἀναγαγόντες σε ἐκ τῆς Αἰγύπτου.» Ἡμεῖς δὲ ἀληθεῖ θεῷ σαρκωθέντι καὶ θεοῦ δούλοις καὶ φίλοις δαιμόνων ἀπελαύνουσι στίφη εἰκόνας ἀνατιθέαμεν.

Εἰ δὲ λέγεις τὸν μακάριον Ἐπιφάνιον τρανῶς τὰς παρ᾽ ἡμῖν ἀπαγορεῦσαι εἰκόνας, γνῶθι, ὡς ἐπίπλαστος ὁ λόγος ἄλλου τινὸς τῷ τοῦ θείου Ἐπιφανίου χρησαμένου ὀνόματι, οἷα πολλὰ συμβαίνει γίνεσθαι. Οὐ γὰρ τοῖς συμπατράσιν ὁ πατὴρ μάχεται· ἑνὸς γὰρ ἁγίου πνεύματος μέτοχοι πάντες γεγόνασι· καὶ μάρτυς ἡ αὐτοῦ ἐκκλησία εἰκόσι καλλωπιζομένη, ἕως οὗ ὁ ἄγριος καὶ ἀνήμερος Λέων ἔβρυξεν καὶ τὴν Χριστοῦ διετάραξε ποίμνην ποτίσαι τὸν λαὸν τοῦ θεοῦ ἐπιχειρήσας ἀνατροπὴν θολεράν.

Δέχου τοίνυν τῶν γραφικῶν καὶ πατρικῶν χρήσεων τὸν ἑσμόν, ὅτι, εἰ καὶ λέγει ἡ γραφή· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων», ἀλλ᾽ οὖν οὐ τὸ μὴ προσκυνεῖν ἀψύχοις ἢ ἔργοις χειρῶν κωλύει, ἀλλὰ ταῖς δαιμόνων εἰκόσιν.

Ὅτι μὲν οὖν ἀγγέλοις καὶ ἀνθρώποις καὶ βασιλεῦσι καὶ ἀσεβέσι προσεκύνησαν οἱ προφῆται καὶ ῥάβδῳ, εἴρηται· λέγει δὲ καὶ Δαυίδ· «Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.» Ἡσαΐας δὲ ἐκ προσώπου τοῦ θεοῦ· «Ὁ οὐρανός μοι θρόνος», φησίν, «ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.» Οὐρανὸς δὲ καὶ γῆ παντί που δῆλον, ὅτι κτίσματα. Καὶ Μωσῆς δὲ καὶ Ἀαρὼν σὺν παντὶ τῷ λαῷ χειροποιήτοις προσεκύνησαν. Φησὶ γοῦν Παῦλος ὁ χρυσοῦς τέττιξ τῆς ἐκκλησίας ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ· «Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως», καὶ πάλιν «οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς τὸν οὐρανόν.» Ὥστε τὰ πρότερα ἅγια, ἥ τε σκηνὴ καὶ πάντα τὰ ἐν αὐτῇ, χειροποίητα ἦν· καὶ ὅτι προσεκυνεῖτο, οὐδεὶς ἀντερεῖ.

Εἰ σταυρὸν καὶ λόγχην καὶ κάλαμον καὶ σπόγγον, δι᾽ ὧν οἱ θεοκτόνοι Ἰουδαῖοι τὸν κύριόν μου ἐνύβρισαν καὶ ἀπέκτειναν, ὡς αἴτια σωτηρίας προσκυνῶ καὶ σέβω, τὰς ἐπὶ δόξῃ καὶ μνήμῃ τῶν τοῦ Χριστοῦ παθημάτων ἀγαθῷ σκοπῷ ὑπὸ τῶν πιστῶν κατασκευαζομένας εἰκόνας οὐ προσκυνήσω;

Εἰ σταυροῦ εἰκόνα ἐξ οἱασοῦν ὕλης κατασκευασθεῖσαν προσκυνῶ, τοῦ σταυρωθέντος καὶ τὸν σταυρὸν σωτήριον δείξαντος τὴν εἰκόνα οὐ προσκυνήσω; Ὅτι δὲ οὐ τῇ ὕλῃ προσκυνῶ, δῆλον· καταλυθέντος γὰρ τοῦ ἐκτυπώματος τοῦ σταυροῦ, εἰ τύχοι, ἐκ ξύλου κατεσκευασμένου, πυρὶ τὸ ξύλον παραδίδωμι, ὁμοίως καὶ τῶν εἰκόνων.

Ὅτι δὲ οὐ νέον τὸ τῶν εἰκόνων ἐφεύρημα καὶ ἡ τούτων προσκύνησις, ἀλλ᾽ ἀρχαία τῆς ἐκκλησίας παράδοσις, δέχου τῶν γραφικῶν καὶ πατρικῶν χρήσεων τὸν ἑσμόν. Ὁ κύριος ἐν τῷ κατὰ Ματθαῖον ἱερῷ εὐαγγελίῳ τάδε φησὶ τοὺς ἑαυτοῦ μαθητὰς μακαρίζων καὶ σὺν αὐτοῖς πάντας τοὺς τῷ κανόνι αὐτῶν στοιχοῦντας καὶ τοῖς ἴχνεσιν αὐτῶν ἐπακολουθοῦντας· «Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν, ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι, ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.» Ἐπιποθοῦμεν οὖν καὶ ἡμεῖς ἰδεῖν, ὡς ἰδεῖν δυνατόν· «βλέπομεν γὰρ ὡς ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι» καὶ ἐν τῇ εἰκόνι καὶ μακαριζόμεθα. Αὐτὸς ὁ θεὸς πρῶτος ἐποίησεν εἰκόνα καὶ ἔδειξεν εἰκόνας· τὸν μὲν γὰρ ἄνθρωπον κατ᾽ εἰκόνα θεοῦ ἐποίησε. Καὶ Ἀβραὰμ δὲ καὶ Μωσῆς καὶ Ἡσαΐας καὶ πάντες οἱ προφῆται εἰκόνας εἶδον θεοῦ καὶ οὐκ αὐτὴν τὴν οὐσίαν τοῦ θεοῦ. Ἡ βάτος εἰκὼν ἦν τῆς θεομήτορος, καὶ μέλλοντι τῷ Μωσῇ ταύτῃ προσιέναι εἶπεν ὁ θεός· «Ὑπόλυσαι τὸ ὑπόδημα τῶν ποδῶν σου· ἡ γὰρ γῆ, ἐν ᾗ ἕστηκας, γῆ ἁγία ἐστίν.» Εἰ οὖν ἡ γῆ, ἐν ᾗ εἰκὼν τῆς θεοτόκου ὤφθη τῷ Μωσῇ, γῆ ἁγία ἐστί, πόσῳ μᾶλλον αὐτὴ ἡ εἰκών;

Οὐ μόνον γὰρ ἁγία, ἀλλά, τολμῶ λέγειν, καὶ ἁγίων ἁγία. Ὁ κύριος ἐρωτήσασι τοῖς Φαρισαίοις· «Τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι τὴν γυναῖκα;» ἀπεκρίνατο· «Ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ᾽ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.» Κἀγὼ λέγω ὑμῖν, ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν τῶν υἱῶν Ἰσραὴλ εἰδὼς αὐτῶν τὸ πρὸς εἰδωλολατρείαν εὐόλισθον ἐπέτρεψεν αὐτοῖς μὴ ποιεῖν εἰκόνας. Νυνὶ δὲ οὐχ οὕτως ἐστίν· ἑστήκαμεν γὰρ βεβαίως ἐν τῇ πέτρᾳ τῆς πίστεως τὸ φῶς τῆς θεογνωσίας πλουτήσαντες.

Ἀκούσατε, τί φησιν ὁ κύριος· «Μωροὶ καὶ τυφλοί, ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι ἐν αὐτῷ, καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.» Καὶ ὁ ὀμνύων ἐν τῇ εἰκόνι ὀμνύει ἐν τῇ εἰκόνι καὶ ἐν τῷ εἰκονιζομένῳ ὑπ᾽ αὐτῆς.

Ὅτι μὲν οὖν ἡ σκηνὴ καὶ τὸ καταπέτασμα καὶ ἡ κιβωτὸς καὶ ἡ τράπεζα καὶ πάντα τὰ ἐν τῇ σκηνῇ εἰκόνες ἦσαν καὶ τύποι καὶ ἔργα χειρῶν ἀνθρώπων, ἅτινα προσεκυνεῖτο ὑπὸ παντὸς Ἰσραήλ, ἔτι δὲ καὶ τὰ χερουβὶμ τὰ γλυπτὰ θεοῦ προστάγματι κατεσκευασμένα, ἱκανῶς ἀποδέδεικται. Φησὶ γὰρ ὁ θεὸς τῷ Μωσῇ· «Ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.» Ἄκουε καὶ τοῦ ἀποστόλου Παύλου μαρτυροῦντος, ὅτι χειροποίητα καὶ εἰκόνας προσεκύνει Ἰσραὴλ τοῦ θεοῦ τοῦτο προστάξαντος· «Εἰ μὲν γὰρ ἦν», φησίν, «ἐπὶ γῆς, οὐδ᾽ ἂν ἦν ἱερεὺς ὄντων ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα· οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν.

Ὅρα γάρ, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει· νυνὶ δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.

Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος· μεμφόμενος γὰρ αὐτοῖς λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.» καὶ μετ᾽ ὀλίγα «ἐν τῷ λέγειν ‘καινὴν’ πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Εἶχε μὲν οὖν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια· μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον.» καὶ πάλιν «οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν.» καὶ μεθ᾽ ἕτερα «σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων.»

Ὅρα, ὅτι καὶ ὁ νόμος καὶ πάντα τὰ κατ᾽ αὐτὸν πᾶσά τε ἡ καθ᾽ ἡμᾶς λατρεία χειροποίητά εἰσιν ἅγια δι᾽ ὕλης προσάγοντα ἡμᾶς τῷ ἀύλῳ θεῷ, καὶ ὁ μὲν νόμος καὶ πάντα τὰ κατὰ τὸν νόμον σκιαγραφία τις ἦν τῆς μελλούσης εἰκόνος, τουτέστι τῆς καθ᾽ ἡμᾶς λατρείας, ἡ δὲ καθ᾽ ἡμᾶς λατρεία εἰκὼν τῶν μελλόντων ἀγαθῶν, αὐτὰ δὲ τὰ πράγματα ἡ ἄνω Ἱερουσαλὴμ ἡ ἄυλος καὶ ἀχειροποίητος, καθώς φησιν ὁ αὐτὸς θεῖος ἀπόστολος· «Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν», ἥτις ἐστὶν ἡ ἄνω Ἱερουσαλήμ, «ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.» Πάντα γὰρ τά τε κατὰ τὸν νόμον καὶ τὰ κατὰ τὴν ἡμετέραν λατρείαν ἐκείνης χάριν ἐγένοντο. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ποῦ εὗρες ἐν τῇ παλαιᾷ ἢ ἐν τῷ εὐαγγελίῳ ὄνομα τριάδος ἢ ὁμοούσιον ἢ μίαν φύσιν θεότητος τρανῶς ἢ τρεῖς ὑποστάσεις αὐτολεξεὶ ἢ μίαν ὑπόστασιν τοῦ Χριστοῦ ἢ δύο φύσεις αὐτολεξεί; Ἀλλ᾽ ὅμως, ἐπειδὴ ἐκ τῶν ἰσοδυναμουσῶν λέξεων τῶν ἐν τῇ γραφῇ κειμένων ὥρισαν ταῦτα οἱ ἅγιοι πατέρες, δεχόμεθα καὶ τοὺς μὴ δεχομένους ἀναθεματίζομεν.

Ἐγὼ δὲ παριστῶ σοι ἐν τῇ παλαιᾷ, ὅτι προσέταξεν ὁ θεὸς ποιεῖν εἰκόνας, πρῶτον μὲν αὐτὴν τὴν σκηνὴν καὶ πάντα τὰ ὄντα ἐν αὐτῇ. Καὶ ἐν τοῖς εὐαγγελίοις αὐτὸς ὁ κύριος τοῖς πειραστικῶς ἐρωτήσασιν, εἰ ἔξεστι καίσαρι δοῦναι κῆνσον, εἶπεν· Ἀγάγετέ μοι νόμισμα. Καὶ ὑπέδειξαν αὐτῷ δηνάριον.

Καὶ ἠρώτησεν αὐτούς· Τίνος εἰκόνα ἔχει; Οἱ δὲ εἶπον· Καίσαρος. Καὶ εἶπεν· «Ἀπόδοτε τὰ καίσαρος καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.» Ἐπειδὴ εἰκόνα καίσαρος ἔχει, καίσαρός ἐστι, καὶ ἀπόδοτε καίσαρι. Καὶ τὴν εἰκόνα Χριστοῦ, ἀπόδοτε Χριστῷ· Χριστοῦ γάρ ἐστιν.

Ὁ κύριος μακαρίζων τοὺς μαθητὰς εἶπε· «Πολλοὶ βασιλεῖς καὶ προφῆται ἐπεθύμησαν ἰδεῖν, ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι, ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Ὑμῶν δὲ μακάριοί εἰσιν οἱ ὀφθαλμοί, ὅτι βλέπουσιν, καὶ τὰ ὦτα, ὅτι ἀκούουσιν.» Εἶδον οὖν οἱ ἀπόστολοι σωματικῶς τὸν Χριστὸν καὶ τὰ πάθη καὶ τὰ θαύματα αὐτοῦ καὶ ἤκουσαν τῶν λόγων αὐτοῦ· ἐπιθυμοῦμεν καὶ ἡμεῖς ἰδεῖν καὶ ἀκοῦσαι καὶ μακαρισθῆναι. Εἶδον ἐκεῖνοι πρόσωπον πρὸς πρόσωπον, ἐπειδὴ παρῆν σωματικῶς· ἡμεῖς δέ, ἐπειδὴ σωματικῶς οὐ πάρεστιν, ὥσπερ διὰ βίβλων ἀκούομεν τῶν λόγων αὐτοῦ καὶ ἁγιαζόμεθα τὴν ἀκοὴν καὶ δι᾽ αὐτῆς τὴν ψυχὴν καὶ μακαριζόμεθα καὶ προσκυνοῦμεν τιμῶντες τὰς βίβλους, δι᾽ ὧν ἀκούομεν τῶν λόγων αὐτοῦ, οὕτως καὶ διὰ γραφῆς εἰκόνων θεωροῦμεν τὸ ἐκτύπωμα τοῦ σωματικοῦ χαρακτῆρος αὐτοῦ καὶ τῶν θαυμάτων καὶ τῶν παθημάτων αὐτοῦ καὶ ἁγιαζόμεθα καὶ πληροφορούμεθα καὶ χαίρομεν καὶ μακαριζόμεθα καὶ σέβομεν καὶ τιμῶμεν καὶ προσκυνοῦμεν τὸν χαρακτῆρα αὐτοῦ τὸν σωματικόν.

Θεωροῦντες δὲ τὸν σωματικὸν χαρακτῆρα αὐτοῦ ἐννοοῦμεν ὡς δυνατὸν καὶ τὴν δόξαν τῆς θεότητος αὐτοῦ· ἐπειδὴ γὰρ διπλοῖ ἐσμεν, ἐκ ψυχῆς καὶ σώματος κατεσκευασμένοι, καὶ οὐ γυμνὴ ἡμῶν ἐστιν ἡ ψυχή, ἀλλ᾽ ὡς ὑπὸ παραπετάσματι καλύπτεται, ἀδύνατον ἡμᾶς ἐκτὸς τῶν σωματικῶν ἐλθεῖν ἐπὶ τὰ νοητά. Ὥσπερ οὖν διὰ λόγων αἰσθητῶν ἀκούομεν ὠσὶ σωματικοῖς καὶ νοοῦμεν τὰ πνευματικά, οὕτω καὶ διὰ σωματικῆς θεωρίας ἐρχόμεθα ἐπὶ τὴν πνευματικὴν θεωρίαν. Διὰ τοῦτο σῶμα καὶ ψυχὴν ἀνέλαβεν ὁ Χριστός, ἐπειδὴ σῶμα καὶ ψυχὴν ἔχει ὁ ἄνθρωπος· διὰ τοῦτο καὶ τὸ βάπτισμα διπλοῦν, ἐξ ὕδατος καὶ πνεύματος, καὶ ἡ κοινωνία καὶ ἡ προσευχὴ καὶ ἡ ψαλμῳδία, πάντα διπλᾶ, σωματικὰ καὶ πνευματικά, καὶ φῶτα καὶ θυμιάματα.