Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Λόγοι ἀποδεικτικοὶ περὶ τῶν ἁγίων εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Συνοδικές αποφάσεις και απολογίες υπέρ του Σταυρού και των εικόνων

Αναφορές σε αποφάσεις Οικουμενικών Συνόδων και ερωταποκρίσεις πατέρων που ξεκαθαρίζουν οριστικά τη διαφορά μεταξύ ορθόδοξης προσκύνησης και ιουδαϊκής ή ειδωλολατρικής πρακτικής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 19 από 20

Ἱερωνύμου, πρεσβυτέρου Ἱεροσολύμων· Τῆς γραφῆς ὑμῶν μηδαμοῦ ἐπιτρεπούσης ὑμῖν προσκυνεῖν τὸν σταυρόν, τίνος χάριν λοιπὸν αὐτὸν προσκυνεῖτε; Εἴπατε ἡμῖν τοῖς Ἰουδαίοις καὶ Ἕλλησι καὶ πᾶσι τοῖς ἐπερωτῶσιν ὑμᾶς ἔθνεσι.

Ἀπόκρισις· Διὰ τοῦτο, ὦ ἀνόητοι καὶ ἀναιδεῖς τῇ καρδίᾳ, τάχα συνεχώρησεν ὁ θεὸς παντὶ ἔθνει σεβομένῳ τὸν θεὸν πάντως προσκυνεῖν τι ἐπὶ τῆς γῆς ἔργον ἀνθρώπου ὑπάρχον, ἵνα μηκέτι δύνωνται ἐγκαλεῖν τοῖς χριστιανοῖς περὶ τοῦ σταυροῦ καὶ τῆς τῶν εἰκόνων προσκυνήσεως.

Ὥσπερ οὖν ὁ Ἰουδαῖος προσεκύνει τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὰ δύο χερουβὶμ τὰ χωνευτὰ καὶ χρυσᾶ καὶ τὰς δύο πλάκας, ἃς ἐλάξευσε Μωσῆς, μηδαμοῦ ἐπιτραπεὶς ὑπὸ τοῦ θεοῦ ταῦτα προσκυνεῖν ἢ ἀσπάζεσθαι, οὕτως καὶ οἱ χριστιανοὶ οὐχ ὡς θεὸν τὸν σταυρὸν ἀσπαζόμεθα, ἀλλὰ δεικνύντες τὴν τῆς ψυχῆς ἡμῶν γνησίαν πρὸς τὸν σταυρωθέντα διάθεσιν.

Τοῦ μεγάλου Συμεὼν τοῦ θαυμαστοῦ ὄρους περὶ εἰκόνων· Ἴσως δέ τις τῶν ἀπίστων φιλόνεικος ὢν ἀμφισβητήσει λέγων, ὅτι καὶ ἡμεῖς ἐν ταῖς ἐκκλησίαις εἰκόνας προσκυνοῦντες ὡς ἀψύχοις προσευχόμενοι εἰδώλοις λογισθησόμεθα. Μὴ οὖν γένοιτο ἡμᾶς τοῦτο ποιεῖν· τὰ γὰρ τῶν χριστιανῶν πίστις ἐστὶ καὶ ὁ ἀψευδὴς ἡμῶν θεὸς ἐνεργεῖ τὰς δυνάμεις. Οὐ γὰρ τοῖς χροϊδίοις, ἀλλὰ ἐν ὑπομνήσει τοῦ ἀντιτύπου γράμματος ὁρῶντες τὸν ἀόρατον διὰ τῆς ὁρωμένης γραφῆς ὡς παρόντα δοξάζομεν, οὐχ ὡς μὴ ὄντι θεῷ πιστεύοντες, ἀλλ᾽ ὡς ὄντι ἀληθῶς, οὔτε τοῖς ἁγίοις ὡς μὴ οὖσιν, ἀλλ᾽ ὡς οὖσι καὶ ζῶσι παρὰ τῷ θεῷ, καὶ τῶν πνευμάτων αὐτῶν ἁγίων ὄντων καὶ δυνάμει θεοῦ βοηθούντων τοῖς ἀξίοις ὡς δεομένοις αὐτῶν.

Ἀναστασίου, ἀρχιεπισκόπου Ἀντιοχείας, πρὸς Συμεών, ἐπίσκοπον Βόστρων, περὶ τοῦ σαββάτου· Ὥσπερ γὰρ ἀπόντος μὲν βασιλέως ἡ εἰκὼν αὐτοῦ προσκυνεῖται, παρόντος δὲ λοιπὸν περιττὸν καταλιπόντα τὸν πρωτότυπον προσκυνεῖν τῇ εἰκόνι· οὐ μήν, ἐπεὶ οὐ προσκυνεῖται διὰ τὸ παρεῖναι τόν, δι᾽ ὃν προσκυνεῖται, ἀτιμάζεσθαι αὐτὴν δεῖ. Τοιοῦτόν τι νομίζω συμβῆναι περὶ τὴν τοῦ νόμου σκιὰν ἤτοι τὸ γράμμα· σκιὰν γὰρ αὐτὸν καλεῖ ὁ ἀπόστολος.

Ἐφ᾽ ὅσον γὰρ ἐταμιεύετο τὸν καιρὸν τῆς ἀληθείας ἡ χάρις, τοὺς τύπους προεῖπον οἱ ἅγιοι θεωροῦντες ὡς ἐν ἐσόπτρῳ τὴν ἀλήθειαν. Ἐλθούσης δὲ τῆς ἀληθείας ζῆν μὲν κατὰ τοὺς τύπους οὐκ ἐνόμιζον εἶναι καλὸν καὶ τούτοις ἀκολουθεῖν ἔτι. Παρόντων γὰρ τῶν πραγμάτων παρέλκει λοιπὸν ὁ τύπος τοῦ πράγματος. Πλὴν καὶ οὕτως οὐκ ἠτίμαζον οὐδὲ παρεῖλκον, ἀλλ᾽ ἐτίμων τὸν τύπον καὶ τοὺς ἀτιμάζειν ἐπιχειροῦντας ἀσεβεῖς ἔκρινον καὶ θανάτου διὰ κολάσεως πικρᾶς ἀξίους.

Τοῦ αὐτοῦ, λόγου τρίτου· Ὥσπερ ἂν εἴ τις εἰκόνα βασιλέως διὰ τὸ καθῆκον τῆς περὶ τὸν βασιλέα προσκυνεῖ τιμῆς οὐδὲν οὖσαν ἢ κηρὸν καὶ χρώματα. Τῆς ἁγίας καὶ οἰκουμένης πέμπτης συνόδου ἀναθεματισμὸς ιβʹ· Εἴ τις ἀντιποιεῖται Θεοδώρου τοῦ ἀσεβοῦς τοῦ Μοψουεστίας τοῦ εἰπόντος ἄλλον εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστὸν ὑπὸ παθῶν ψυχικῶν καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον καὶ τῶν χειρόνων κατὰ μικρὸν χωριζόμενον καὶ οὕτως ἐκ προκοπῆς ἔργων βελτιωθέντα καὶ ἐκ πολιτείας ἄμωμον καταστάντα, ὡς ψιλὸν ἄνθρωπον βαπτισθῆναι εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἁγίου πνεύματος λαβόντα καὶ υἱοθεσίας ἀξιωθῆναι καὶ κατὰ ἰσότητα βασιλικῆς εἰκόνος εἰς πρόσωπον τοῦ θεοῦ λόγου προσκυνεῖσθαι, ἀνάθεμα ἔστω.

Θεοδώρου ἱστοριογράφου Κωνσταντινουπόλεως ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας περὶ Γενναδίου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως· Ἕτερα δὲ αὐτοῦ παραθήσομαι καταπλήξεως μεστά. Ζωγράφος τις τὴν εἰκόνα τοῦ δεσπότου Χριστοῦ γράφων τὼ χεῖρε ἀπέψυκτο. Καὶ ἐλέγετο, ὡς ὑπὸ Ἕλληνός τινος τὸ ἔργον ἐπιταγὲν τῆς εἰκόνος ἐν τῷ προσχήματι τοῦ ὀνόματος τοῦ σωτῆρος γεγράφηκεν ἐξ ἑκατέρου τὰς τρίχας ἐπὶ κεφαλῆς διεστώσας, ὡς μὴ τὰς ὄψεις καλύπτεσθαι—τοιούτῳ γὰρ σχήματι Ἑλλήνων παῖδες τὸν Δία γράφουσι—πρὸς τὸ τοὺς ὁρῶντας νομίζειν τῷ σωτῆρι τὴν προσκύνησιν ἀπονέμεσθαι.

Τοῦ ἀββᾶ Μαξίμου καὶ Θεοδοσίου ἐπισκόπου καὶ τῶν ἀρχόντων τῶν ἀποσταλέντων παρὰ τοῦ βασιλέως· Ὁ ὅσιος Μάξιμος εἶπεν· «Ἐπὰν δὲ ἔδοξε ταῦτα γενέσθαι, ἔκβασις γένοιτο τῶν δοξάντων, καὶ ὅπου κελεύετε, ἀκολουθῶ ὑμῖν.» Καὶ ἐπὶ τούτοις ἀνέστησαν πάντες καὶ μετὰ δακρύων ἔβαλον μετάνοιαν, καὶ εὐχὴ γέγονε· καὶ ἕκαστος αὐτῶν τὰ ἅγια εὐαγγέλια καὶ τὸν τίμιον σταυρὸν καὶ τὴν εἰκόνα τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς τεκούσης αὐτὸν ἁγίας θεοτόκου ἠσπάσαντο τεθεικότες καὶ τὰς χεῖρας ἐπὶ βεβαιώσει τῶν λαληθέντων.

Τοῦ ἁγίου Σωφρονίου ἐκ τῶν θαυμάτων τῶν ἁγίων μαρτύρων Κύρου καὶ Ἰωάννου εἰς Θεόδωρον τὸν ὑποδιάκονον ποδαγριοῦντα· Λέξωμεν δὲ λοιπὸν καὶ τὴν ῥῶσιν τοῦ σώματος δι᾽ ὀλίγων τὸν λόγον ποιούμενοι. Μετ᾽ ὀλίγας δὲ ταύτας τὰς ἡμέρας ἐκάθευδε καὶ πάλιν παρεστῶτας βλέπει τοὺς μάρτυρας καὶ συνοδεύειν αὐτοῖς ἐπιτάττοντας.

Ὁ δὲ σφίσι προθυμότερον εἵπετο· ᾔδει γὰρ οὐκ ἀκερδὲς τὸ τοῖς ἁγίοις συνέπεσθαι. Ἐλθόντες οὖν εἰς ναὸν τέλειον, τῷ μὲν εἴδει φοβερὸν καὶ ὑπέρλαμπρον, τῷ δὲ ὕψει τῶν οὐρανῶν αὐτῶν ἐφαπτόμενον, καὶ εἴσω τούτου γενόμενοι μεγίστην εἰκόνα καὶ θαυμασίαν ἐβλέπομεν, μέσον δὲ τὸν δεσπότην Χριστὸν γεγραμμένον χρώμασιν ἔχουσαν, τὴν δέσποιναν θεοτόκον εὐώνυμον, καὶ δεξιὸν Ἰωάννην τὸν βαπτιστὴν τὸν ἐκ κοιλίας σκιρτήμασιν αὐτὸν προμηνύσαντα, ἐπεὶ καὶ λαλῶν ἔνδον ὢν οὐκ ἠκούετο, καί τινας τοῦ τῶν ἀποστόλων καὶ προφητῶν ἐνδόξου χοροῦ καὶ τῆς μαρτυρικῆς ὁμηγύρεως· μεθ᾽ ὧν ἐτύγχανε Κῦρος καὶ Ἰωάννης οἱ μάρτυρες, οἳ πρὸ τῆς εἰκόνος ἱστάμενοι τῷ δεσπότῃ προσέπιπτον γόνατα κάμπτοντες καὶ τὰς κεφαλὰς εἰς ἔδαφος τύπτοντες καὶ περὶ τῆς τοῦ νέου θεραπείας πρεσβεύοντες. Ταῦτα δὲ ἦν τὰ τῆς πρεσβείας ῥήματα· «Δέσποτα φιλάνθρωπε, κελεύεις δῶμεν καὶ τούτῳ τὴν ἴασιν;» Οἱ δὲ πολλάκις εἰς γῆν προσκυνήσαντες καὶ τοὺς τῆς ἱκεσίας λόγους ἐκπέμψαντες, ὡς ὁ δεσπότης Χριστὸς οὐκ ἐπένευσε, τοῦ πρεσβεύειν παυσάμενοι, κατηφεῖς καὶ ὀλίγωροι πρὸς ἐμέ, φησί, παραγίνονται οὐ μακρὰν πολὺ τῆς εἰκόνος ἱστάμενον. Καὶ πλησίον γενόμενοι· «Ὁρᾷς», φασί, «πῶς ὁ δεσπότης οὐ βούλεταί σοι δοῦναι τὴν ἴασιν; Ἀλλὰ μηδὲν ἀθυμήσῃς· πάντως γὰρ καὶ πρὸς σὲ ὡς πρὸς πάντας χρηστεύεται.»

Καὶ διαναστάντες ὡσεὶ μικρὸν ἡμιώριον καὶ πάλιν ἀπελθόντες ἐδέοντο.

Καὶ πάλιν ἄπρακτοι, φησίν, ἀνακάμπτουσι κατηφεῖς καὶ ὀλίγωροι, ὡς καὶ τὸ πρότερον τοῦ δεσπότου Χριστοῦ μὴ κελεύσαντος. Καὶ ταῦτά μοι πάλιν ἐλθόντες εἰρήκασιν. Τὸ τρίτον δὲ πορευόμενοι· «Θάρρει», λέγουσιν, «νῦν γὰρ τὴν χάριν πάντως λαμβάνομεν· ἀλλὰ καὶ σύ, ὥσπερ ἡμᾶς ὁρᾷς ἱκετεύοντας, σὺν ἡμῖν ἐλθὼν τὸν δεσπότην ἱκέτευε.» Καὶ πρὸς τὴν εἰκόνα τὸ τρίτον γενόμενοι τοῖς προλαβοῦσι τρόποις ἐχρῶντο καὶ ῥήμασι. Καὶ ὡς ὥραν πολλὴν ἐδεήθησαν καὶ κάτω κείμενοι τὸ «κελεύεις, δέσποτα;» μόνον ἀνέκραζον, τότε ὁ Χριστὸς σπλαγχνισθεὶς ὡς οἰκτίρμων 〈ἐπένευσε〉· καὶ «δότε αὐτῷ» πρὸς τῆς εἰκόνος ἀπεφθέγξατο.