Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Λόγοι ἀποδεικτικοὶ περὶ τῶν ἁγίων εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Η αναγωγή στον Χριστό και ο κανόνας της εν Τρούλλω Συνόδου

Θεολογική εστίαση στην επικοινωνία με τον Χριστό μέσω της ύλης και των εικόνων, καθώς και εκτενής αναφορά στον 82ο Κανόνα της Πενθέκτης Συνόδου περί της ανθρώπινης απεικόνισης του Σωτήρος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 20 από 20

Καὶ χαμόθεν ἀναστάντες οἱ μάρτυρες πρῶτον μὲν ηὐχαρίστουν Χριστῷ τῷ θεῷ ἡμῶν ὡς τῆς δεήσεως αὐτῶν ἐπακούσαντι. Τοῦ ἁγίου Ἀναστασίου τοῦ ἁγίου ὄρους Σινᾶ εἰς τὴν καινὴν κυριακὴν καὶ εἰς τὸν ἀπόστολον Θωμᾶν· Οἱ ἑωρακότες Χριστὸν ἐν σαρκὶ ὡς προφήτην αὐτὸν εἶχον· οἱ μὴ ἑωρακότες ἡμεῖς εὐθέως ἐξ ἁπαλῶν ὀνύχων, παῖδες καὶ νεανίσκοι, θεὸν αὐτόν, ἐξουσιαστὴν καὶ παντοκράτορα καὶ τῶν αἰώνων ποιητὴν καὶ ἀπαύγασμα τοῦ πατρὸς ὁμολογοῦμεν—ὡς γὰρ αὐτὸν ἐκεῖνον βλέποντες Χριστὸν λαλοῦντα, οὕτως τῶν αὐτοῦ εὐαγγελίων μετὰ πίστεως ἀκούομεν—, καὶ τὸν ἄχραντον μαργαρίτην τοῦ αὐτοῦ σώματος δεχόμενοι αὐτὸν ἐκεῖνον βαστάζειν τὸν Χριστὸν νομίζομεν, κἂν μόνον αὐτοῦ θεῖον χαρακτῆρα ἐξεικονισμένον ἴδωμεν, ὡς ἐξ οὐρανοῦ ἡμῖν ἀτενίζοντα νομίζομεν, προσκυνοῦμεν, προσπίπτομεν. Μεγάλη νῦν ἡ πίστις τοῦ Χριστοῦ.

Ἐκ τοῦ βίου τοῦ ἀββᾶ Δανιὴλ περὶ Εὐλογίου τοῦ λατόμου· Τότε ὀλιγωρήσας ἀπῆλθε καὶ ῥίψας ἑαυτὸν ἔμπροσθεν τῆς εἰκόνος τῆς θεοτόκου μετὰ κλαυθμοῦ ἔλεγε· «Κύριε, λῦσον τὴν ἐγγύην τοῦ ἀνθρώπου τούτου ἀπ᾽ ἐμοῦ.» Ἐκ τοῦ βίου Μαρίας τῆς Αἰγυπτίας· Κλαίουσα τοίνυν ὁρῶ ἐπάνω τοῦ τόπου, ἐν ᾧ ἱστάμην, τὴν εἰκόνα τῆς ἁγίας θεοτόκου ἑστῶσαν καί φημι πρὸς αὐτήν· «Παρθένε, θεοτόκε, δέσποινα, ἡ τὸν θεὸν λόγον κατὰ σάρκα γεννήσασα, οἶδα μέν, οἶδα, ὡς οὐκ ἔστιν εὐπρεπὲς οὐδὲ εὔλογον τὴν οὕτω ῥυπαράν, τὴν οὕτω πανάσωτον, τὴν εἰκόνα καθορᾶν σου τῆς ἀειπαρθένου, ἀλλὰ δίκαιόν ἐστιν ἐμὲ ὑπὸ τῆς σῆς καθαρότητος μισεῖσθαι τε καὶ βδελύττεσθαι.

Πλὴν ἐπείπερ διὰ τοῦτο γέγονεν ὁ ἐκ σοῦ τεχθεὶς θεὸς ἄνθρωπος, ὅπως καλέσῃ τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν, βοήθησόν μοι τῇ μόνῃ μὴ ἐχούσῃ τινὰ βοήθειαν. Ἐπίταξον κἀμοὶ συγχωρηθῆναι τὴν εἴσοδον. Μὴ στερήσῃς με τὸ ξύλον ἰδεῖν, ἐν ᾧ κατὰ σάρκα προσεπάγη ὁ θεὸς λόγος, ὃν ἐγέννησας, ὃς τὸ αἷμα τὸ ἴδιον ὑπὲρ ἐμοῦ ἔδωκεν ἀντίλυτρον.

Ἐπίταξον, ὦ δέσποινα, κἀμοὶ τὴν θύραν ἀνοιχθῆναι τῆς θείας τοῦ σταυροῦ προσκυνήσεως. Καί σε δίδωμι τῷ ἐκ σοῦ τεχθέντι θεῷ ἐγγυητὴν ἀξιόχρεων, ὡς οὐκέτι τὴν σάρκα ταύτην ἐξυβρίσω δι᾽ αἰσχρᾶς οἱασδήποτε μίξεως. Ἀλλ᾽ ἡνίκα τὸ ξύλον τοῦ σταυροῦ τοῦ υἱοῦ σου θεάσωμαι, κόσμῳ καὶ τοῖς ἐν κόσμῳ πᾶσιν εὐθέως ἀποτάσσομαι καὶ αὐτίκα ἐξέρχομαι, ὅπου ἂν αὐτὴ ὡς ἐγγυητὴς ὑπόθῃ καὶ ὁδηγήσῃς με.» Ταῦτα εἰποῦσα καὶ ὥσπερ τινὰ πληροφορίαν λαβοῦσα τὸ τῆς πίστεως ἔμπυρον, τῇ εὐσπλαγχνίᾳ τῆς θεοτόκου θαρρήσασα κινῶ ἐμαυτὴν ἐξ ἐκείνου τοῦ τόπου, ἐν ᾧ ἑστῶσα ἐποιούμην τὴν δέησιν, καὶ ἔρχομαι πάλιν καὶ τοῖς εἰσιοῦσιν ἐμαυτὴν ἐγκατέμιξα. Καὶ οὐκέτι ἦν ὁ ὠθῶν με καὶ ἀντωθούμενος καὶ οὐδεὶς ὁ κωλύων τοῦ πλησίον γενέσθαι με τῆς θύρας, δι᾽ ἧς εἰς τὸν οἶκον εἰσῄεσαν. Ἔλαβεν οὖν με φρίκη καὶ ἔκστασις καὶ ὅλη δι᾽ ὅλου ἐκλονούμην καὶ ἔτρεμον. Ῥίψασα τοίνυν ἐμαυτὴν ἐπὶ τῆς γῆς καὶ τὸ ἅγιον ἐκεῖνο προσκυνήσασα ἔδαφος ἔτρεχον ἐξιοῦσα καὶ πρὸς τὴν ἐγγυησαμένην γενέσθαι σπουδάζουσα. Γίνομαι τοίνυν ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ τὸ τῆς ἐγγύης ἐπεγράφη χειρόγραφον καὶ γόνυ κλίνασα ἔμπροσθεν τῆς ἀειπαρθένου καὶ θεοτόκου τούτοις ἐχρησάμην τοῖς ῥήμασιν· «Σὺ μέν, φιλάγαθε δέσποινα, τὸ σὸν ἐπ᾽ ἐμοὶ ἐνεδείξω φιλάνθρωπον, σὺ τῆς ἀναξίας οὐκ ἐβδελύξω τὴν δέησιν. Εἶδον δόξαν, ἣν δικαίως οὐχ ὁρῶμεν οἱ ἄσωτοι.

Δόξα τῷ θεῷ τῷ διὰ σοῦ δεχομένῳ τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν.» Καὶ τὰ ἑξῆς.

Ἐκ τοῦ βίου τῆς ἁγίας Εὐπραξίας· Λέγει ἡ διάκονος τῷ κορασίῳ· «Ὕπαγε, κυρία μου, εἰς τὸν οἶκόν σου, ὅτι οὐ δύνασαι ὧδε παραμεῖναι. Οὐδὲ γὰρ δύναταί τις ὧδε παραμεῖναι, ἐὰν μὴ συντάξηται τῷ Χριστῷ.» Λέγει αὐτῇ τὸ κοράσιον· «Ποῦ ἐστιν ὁ Χριστός;» Ἡ διάκονος ἐπέδειξεν αὐτῇ τὸν δεσποτικὸν χαρακτῆρα.

Καὶ στραφεῖσα λέγει τῇ διακόνῳ· «Ἀληθῶς κἀγὼ τῷ Χριστῷ συντάσσομαι καὶ οὐκέτι ἀπέρχομαι μετὰ τῆς κυρίας μου.» Καὶ πάλιν ἀναστᾶσα ἡ Εὐπραξία καὶ λαβοῦσα τὴν θυγατέρα ἑαυτῆς παρέστησεν εἰς τὸν δεσποτικὸν χαρακτῆρα καὶ ἐκτείνασα τὰς χεῖρας αὐτῆς εἰς τὸν οὐρανὸν ἐβόησε μετὰ κλαυθμοῦ· «Κύριε Ἰησοῦ Χριστέ, σοὶ μελήσει περὶ τοῦ παιδίου, ὅτι σὲ ἐπόθησεν καὶ σοὶ παρέθετο ἑαυτήν.» Τῆς ἁγίας συνόδου τῆς ἐπὶ Ἰουστινιανοῦ περὶ τῆς ἁγίας πέμπτης συνόδου· Ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ προδρόμου δεικνύμενος ἐγχαράττεται, ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου προϋποφαῖνον ἀμνόν, Χριστὸν τὸν θεὸν ἡμῶν.

Τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιὰς ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα τῇ ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν ὡς πλήρωμα νόμου ταύτην ὑποδεχόμενοι.

Ὡς ἂν οὖν τὸ τέλειον κἂν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφωμεν, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνόν, Χριστὸν τὸν θεὸν ἡμῶν, κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν, διὰ τῆς ταπεινώσεως τὸ ὕψος τοῦ θεοῦ λόγου κατανοοῦντες καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας καὶ τοῦ πάθους αὐτοῦ χειραγωγούμενοι καὶ τῆς ἐντεῦθεν γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως.

Τοῦ ἁγίου Μεθοδίου, ἐπισκόπου Πατάρων, περὶ ἀναστάσεως, λόγου δευτέρου· Αὐτίκα οὖν τῶν τῇδε βασιλέων αἱ εἰκόνες, κἂν μὴ ἀπὸ τῆς πολὺ τιμιωτέρας 〈ὕλης〉, χρυσοῦ τε καὶ ἀργύρου, ὦσι κατεσκευασμέναι, τιμὴν ἔχουσι πρὸς ἁπάντων. Οὐ γὰρ τὰς μὲν ἀπὸ τῆς πολὺ τιμιωτέρας ὕλης θεραπεύοντες ἐξολιγωροῦσιν οἱ ἄνθρωποι 〈τῶν ἄλλων〉, ἀλλὰ πᾶσαν ἐπίσης τιμῶσιν, εἰ καὶ ἀπὸ γύψου ἢ χαλκοῦ ὑπάρχουσι, καὶ ὁ δυσφημήσας εἰς ὁποτέραν οὔτε ὡς εἰς πηλὸν ἀφίεται, οὔτε ὡς χρυσὸν ἐξευτελίσας κρίνεται, ἀλλ᾽ ὡς εἰς αὐτὸν ἀσεβήσας τὸν βασιλέα καὶ κύριον. Τὰς μὲν ἀπὸ χρυσοῦ κατεσκευασμένας εἰκόνας τῶν αὐτοῦ ἀγγέλων, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, εἰς τιμὴν καὶ δόξαν αὐτοῦ ποιοῦμεν.