Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Μαρτύριον τοῦ ἁγίου Ἀρτεμίου

Ἰωάννης ὁ Δαμασκηνός

Ο θάνατος του Ιουλιανού και η αποκατάσταση της χριστιανικής ειρήνης

Η ματαίωση της ανοικοδόμησης του ιουδαϊκού ναού, η περσική εκστρατεία και το οικτρό τέλος του Ιουλιανού. Η άνοδος του Ιοβιανού και του Ουαλεντινιανού, η καταδίκη των αιρέσεων και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 8 από 8

ξηʹ. Ἐπεὶ δὲ ἀνωτέρω εἰρήκαμεν ὡς ὁ παραβάτης Ἰουλιανὸς ἀπέστειλεν εἰς Ἱεροσόλυμα τοῦ τὸν ναὸν τῶν Ἰουδαίων ἀνοικοδομήσασθαι, ὃν Οὐεσπεσιανὸς καὶ Τίτος ὁ τούτου υἱὸς μετὰ τῆς πόλεως καὶ τοῦτον καθεῖλον καὶ ἐνεπύρισαν, καθὼς προείρηκεν ὁ Δεσπότης Χριστὸς περὶ αὐτοῦ πρὸς τοὺς θεηγόρους αὐτοῦ μαθητὰς, ὅτι οὐ μὴ μείνῃ λίθος ἐπάνω λίθου ὃς οὐ μὴ καταλυθῇ. Θέλων οὖν ὁ παράνομος τὰς τοῦ Χριστοῦ φωνὰς ψευδεῖς ἀποδεῖξαι, ἐσπούδαζε μάλιστα τὸν ναὸν οἰκοδομεῖν, προστάξας ἐκ τῶν δημοσίων πραγμάτων τε καὶ χρημάτων ποιεῖσθαι πᾶσαν τὴν τῆς οἰκοδομῆς ἔξοδον. Συνδραμόντων οὖν τῶν Ἰουδαίων, καὶ μετὰ πολλῆς τῆς χαρᾶς τοῦ ἔργου ἐναρξαμένων, καὶ τὴν τῶν θεμελίων τάφρον ἐξορυττόντων ἀργυραῖς ἅμμαις καὶ σκάφαις, καὶ τοὺς θεμελίους ἠμέλλον καταβάλλεσθαι, σφοδροτάτη καταιγὶς ἐπελθοῦσα, τὸ κενωθὲν ἀντεχώννυ.

Ἀστραπῶν δὲ καὶ βροντῶν καθ᾽ ὅλην ἐκείνην τὴν νύκτα συνεχῶς καταπεμπομένων, σεισμὸς ἐγγιζούσης λοιπὸν τῆς ἡμέρας ἐγένετο, ὥστε πολλοὺς καὶ ὑπαίθρους μένοντας ἐναποψύξαι· καὶ πῦρ ἐκ τῶν ὀρυσσομένων θεμελίων ἐξενεχθὲν, πάντας τοὺς εὑρεθέντας ἐκεῖσε κατέφλεξεν· καταπεσεῖν δὲ καὶ πόλεις συνέβη τὰς περὶ Νικόπολιν, καὶ Νεάπολιν, Ἐλευθερόπολίν τε καὶ Γάζαν, καὶ ἑτέρας πλείους· στοά τε τῆς Αἰλίας ἤγουν Ἱερουσαλὴμ, ἢ παρὰ τὴν συναγωγὴν τῶν Ἰουδαίων πολλοὺς τῶν εἰρημένων κατενεχθεῖσα ἀνεῖλεν· πῦρ τε ἐκραγὲν ἀδήλως, πλείστους Ἰουδαίων κατέκαυσεν· ἐγένετο δὲ καὶ σκότος κατὰ τοὺς τόπους ἐκείνους καὶ σεισμοὶ συνεχεῖς, πολλὰς φθορὰς ἐν πολλαῖς ἐργασάμενοι πόλεσιν.

ξθʹ. Ὁ δὲ Ἰουλιανὸς ἀπάρας ἀπὸ τῆς Ἀντιοχείας σὺν παντὶ τῷ στρατεύματι, ἐπὶ τὴν Περσίδα γῆν ἐπορεύετο. Καὶ τὴν Κτησιφῶντα πόλιν καταλαβὼν, ἐδόκει τι μέγα διαπραξάμενος ἔργον, ἐφ᾽ ἕτερα μεταβαίνειν κρείττονα. Ἔλαθεν δὲ αὐτὸν ἐξαπατηθεὶς ὁ παμμίαρος. Ἔρωτα γὰρ διαβολικὸν τῆς εἰδωλομανίας ἐγκτησάμενος, καὶ ἐλπίσας διὰ μὲν τῶν ἀθέων θεῶν αὐτοῦ πολυχρόνιον τὴν βασιλείαν ἕξειν, καὶ νέον γενέσθαι Ἀλέξανδρον, περιγενέσθαι δὲ καὶ τῶν Περσῶν, καὶ τὸ τῶν Χριστιανῶν ἐξαλείφειν εἰς ἅπαν γένος καὶ ὄνομα, ἐξέπεσε τῆς ὑπερηφάνου διάνοιας· γέροντι γὰρ ἐντυχὼν Πέρσῃ καὶ παρ᾽ αὐτοῦ ἀπατηθεὶς, ὥστε τὰ βασίλεια τῶν Περσῶν καὶ πάντα τὸν πλοῦτον ἀμογητὶ παραλήψεσθαι, ἐνέβαλεν αὐτὸν ἐπὶ τὴν Καρμανίτην ἔρημον εἰς ἀνοδίας καὶ βάραθρα καὶ εἰς ἐρήμους καὶ ἀνύδρους τόπους μετὰ παντὸς τοῦ στρατεύματος, καὶ δίψῃ καὶ λιμῷ πιέσας αὐτοὺς, καὶ πᾶσαν τὴν ἵππον ἐναποκτείνας ὡμολόγησεν ὁ Πέρσης ἑκουσίως αὐτοὺς πεπλανηκέναι, ὡς ἂν διαφθαρεῖεν ὑπ᾽ αὐτοῦ, καὶ μὴ τὴν ἑαυτοῦ πατρίδα πορθουμένην ὑπὸ τῶν ἐχθίστων θεάσοιτο.

Τοῦτον μὲν οὖν παραυτίκα μεληδὸν κατακόψαντες, τῷ θανάτῳ παρέπεμψαν· εὐθέως δὲ καὶ μετὰ τῆς τηλικαύτης ταλαιπωρίας, πίπτοντες ἄκοντες τῷ τῶν Περσῶν στρατεύματι, καὶ συμβολῆς γενομένης, αὐτὸς Ἰουλιανὸς τῇδε κἀκεῖ διατρέχων καὶ διαταττόμενος, περιπίπτει δόρατι, ὡς μέν τινες φάσκουσι, στρατιώτου· ὡς δὲ ἄλλοι, σαρακηνοῦ τῶν Περσῶν· ὡς δ᾽ ὁ Χριστιανῶν ὁ ἀληθὴς καὶ ἡμέτερος [λόγος], τοῦ Δεσπότου Χριστοῦ ἀντιταξαμένου αὐτῷ Τόξον γὰρ ἀθρόως ἀπὸ τοῦ ἀέρος ἐνταθὲν καὶ βέλος ἐπ᾽ αὐτὸν ὡς ἐπὶ σκοπὸν ἀφιὲν, καὶ διὰ τῶν λαγόνων ὁρμῆσαν, διαμπερὲς ἔτρωσεν αὐτὸν εἰς τὰ ὑποχόνδρια. Καὶ ἀνοιμώξας βαρύ τε καὶ δυσηχὲς, ἔδοξε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐνώπιον αὐτοῦ ἑστάναι καὶ ἐπεγγελᾷν αὐτῷ· ὁ δὲ σκότους καὶ μανίας πλησθεὶς δεξάμενος τῇ χειρὶ τὸ ἴδιον αἷμα καὶ εἰς τὸν ἀέρα ῥάνας, πρὸς τῇ ἐκπνοῇ γενόμενος, ἀνέκραξε λέγων· Νενίκηκας, Χριστὲ, χορτάσθητι, Γαλιλαῖε! Καὶ οὕτως τὸν ἔχθιστον θάνατον καταλαβὼν, κατέστρεψε τὸν βίον, τοὺς αὐτοῦ θεοὺς πολλὰ λοιδορησάμενος.

οʹ. Τοῦ δὲ Παραβάτου πεσόντος ἐν τῷ μεταιχμίῳ τοῦ στρατοπέδου, Ἰοβιανὸς ἀναγορεύεται βασιλεὺς ὑπὸ τοῦ στρατοπέδου· καὶ σπονδὰς πρὸς τὸν Πέρσην εἰρηνικὰς ποιησάμενος, τὴν Νίσιβιν παραδοὺς τοῖς Πέρσαις ἄνευ τῶν οἰκητόρων, ἐξῆλθεν ἐκεῖθεν· ὁ γὰρ στρατὸς λιμῷ καὶ λοιμῷ διεφθείρετο.

Ἐλθὼν δὲ αὐτὸς ἐπὶ τῆς τῶν Ῥωμαίων γῆς, τῇ τῶν Ἀνομοιητῶν αἱρέσει προσετέθη, ἤγουν Εὐνομιανῶν· φθάσαντος δὲ αὐτοῦ τὴν Γαλατικὴν ἐπαρχίαν, αὐτόθι ἐν Δαδαστάνοις ἔν τινι χωρίῳ, οὕτω καλουμένῳ, ἄφνω καταστρέφει τὸν βίον· καὶ μένει ὁ λαὸς ἀβασίλευτος ἡμέρας τεσσαράκοντα, ἄχρις οὗ ἐλθόντες ἐν Νικαίᾳ, Οὐαλεντινιανὸν ἀνηγόρευσαν. Ὁ δὲ Οὐαλεντινιανὸς τὸν ἴδιον ἀδελφὸν ἀναγορεύει βασιλέα τῇ πρὸ πέντε Καλανδῶν Μαρτίων, μετὰ τριάκοντα καὶ δύο ἡμέρας τῆς αὐτοῦ βασιλείας. Οὐαλεντινιανῷ τοίνυν ἐντυχόντες οἱ ἐπίσκοποι τῆς καθαρᾶς καὶ ὀρθῆς πίστεως, ᾐτήσαντο γενέσθαι σύνοδον. Καὶ ἀπεκρίθη αὐτοῖς, ὅτι Ἐμοὶ μὲν ὁ Θεὸς ἔδωκεν ἄρχειν τῶν τοῦ κόσμου πραγμάτων, ὑμῖν δὲ τῶν Ἐκκλησιῶν· ἐγὼ τοίνυν εἰς τοῦτο τὸ πρᾶγμα οὐδὲν ἔχω· ὅπου οὖν δοκεῖ ὑμῖν, συνελθόντες τὴν σύνοδον ποιήσατε. Ταῦτα οὖν ἔτι ὀρθὸν ἔχων τὸ φρόνημα καὶ μήπω διαφθαρὲν ἔφη· συναχθέντες οὖν οἱ ἐπίσκοποι ἐν Λαμψάκῳ, πόλις δέ ἐστι τοῦ Ἑλλησπόντου, ἀνακεφαλαιοῦνται τὰ τῆς πίστεως ὀρθὰ δόγματα· καὶ παραθέντες τὴν πίστιν Λουκιανοῦ τοῦ μάρτυρος, ἀνεθεμάτισαν μὲν τὸ ἀνόμοιον, ὑπογράψαντες τῇ πίστει τῇ προεκτεθείσῃ ὑπὸ τῶν ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ, καὶ εἰς πάσας τὰς Ἐκκλησίας διεπέμψαντο· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα.