Καὶ ταῦτα τίνες; ἁλιεῖς, καὶ ἀγράμματοι, καὶ τῆς τοῦ κόσμου σοφίας ἀμέτοχοι. κηʹ. Οὓς δὲ αὐτὸς παρεισήγαγες, ἐπικερτομῶν τὴν τοῦ Χριστοῦ γέννησιν, ἄνδρας σοφούς τε καὶ θεολόγους, ὡς νῦν εἴρηκας, εἰ καὶ δοίημεν ἀληθὲς γενέσθαι τοῦτο τὸ παραλήρημα, τί γεννηθέντες δίς τε καὶ τρὶς καὶ τετράκις τὸν κόσμον ὠφέλησαν, ἢ μέρος τί τῶν τοῦ κόσμου μικρὸν ἢ ἐλάχιστον; Τίς, ἐκ τῶν βίβλων Ἑρμοῦ τε καὶ Πυθαγόρου, νεκροὺς ἐξανέστησεν, ἢ λεπροὺς ἐκαθάρισεν, ἢ δαίμονας ἀπήλασεν, οὓς ὑμεῖς θεραπεύετε; Ἀλλ᾽ Ἑρμῆς μὲν ὁ μέγιστος ὑφ᾽ ὑμῶν προσαγορευόμενος, Αἰγύπτιος γέγονεν ἄνθρωπος, καὶ τοῖς Αἰγυπτίων νόμοις τραφεὶς γυναῖκά τε γήμας, παῖδας ἐτέκνωσεν, ὧν τὸν πρεσβύτερον, Τὰτ ὀνομάζουσι, πρὸς ὃν αὐτὸς διαλέγεται καὶ τοὺς ἑαυτοῦ λόγους ἀφοσιοῖ, πρός τε τὸν ἐξ Ἐπιδαύρου Ἀσκλήπιον τὸν προκατάρξαντα καθ᾽ ὑμᾶς τῆς ἰατρικῆς ἐπιστήμης, ὃς καὶ τὴν ἑαυτοῦ θεολογίαν διασαφεῖ ἔχουσαν οὕτως· Θεὸν νοῆσαι μὲν χαλεπὸν, φράσαι δὲ ἀδύνατον· ἔστι γὰρ τρισυπόστατος, ἀνερμήνευτος οὐσία καὶ φύσις, οὐκ ἔχουσα παρὰ βροτοῖς ἐξομοίωσιν· οὓς δὲ θεοὺς ὀνομάζουσιν ἄνθρωποι πολὺ τὸ μυθῶδες καὶ σφαλερὸν ἐφ᾽ ἑαυτοὺς ἐπεσπάσαντο· καὶ περὶ τῆς τοῦ Χριστοῦ ἐλεύσεως, καὶ αὐτὸς ἀμυδράν τινα προφητείαν διαγορεύει, οὐκ ἐξ ἑαυτοῦ, ἀλλ᾽ ἐκ τῆς Ἑβραίων θεολογίας ταύτην ἀπαῤῥυσάμενος.