Καὶ ὁ μάρτυς· Οὐ καλῶς ὑπείληφας, ὦ βασιλεῦ, οὐδὲ τῆς σῆς σοφίας καὶ ἀρετῆς ἰσοστάσια· ἐκ τῶν σῶν δὲ θεῶν καὶ τῶν σοι προσφιλῶν μαθημάτων ποιοῦμαι τὰς ἀποδείξεις, ἵν᾽ ἐκ τῶν σοι γνωρίμων τὸ τῆς ἀληθείας μάθοις μυστήριον, καὶ μή με δόξῃς τοῖς τῶν Ἑλλήνων ἐγκαλλωπίζεσθαι ῥήμασι· μὴ δὲ γὰρ ἔλαιον ἁμαρτωλοῦ τὴν ἐμὴν λιπανάτω κεφαλὴν, ἀλλὰ τῆς σῆς κηδόμενος ψυχικῆς σωτηρίας, κινῶ πάντα λίθον ὥστε πεισθῆναί σε. Ὑπολαμβάνω δὲ ὅτι ὥσπερ ὁ Σατανᾶς τὸν παλαιὸν Ἀδὰμ καὶ πρωτόπλαστον ἀπετύφλωσε διὰ τῆς παρακοῆς καὶ τῆς τοῦ φυτοῦ βρώσεως, οὕτω καὶ σὲ, βασιλεῦ, φθονῶν τῆς σῆς σωτηρίας, τῆς τοῦ Χριστοῦ ἀπεγύμνωσε πίστεως· ὅτι δὲ τὸν ἥλιον καὶ σελήνην καὶ τοὺς ἀστέρας θεοὺς ἀποκαλεῖς, αἰσχύνομαι τὸ τῆς ἀμαθίας, μᾶλλον δὲ κακοβουλίας ἐπάγγελμα· οὐχὶ Ἀναξαγόρας ὁ Κλαζομένιος ὁ δηλαδὴ σὸς διδάσκαλος, μύδρον ἔφη τὸν ἥλιον, καὶ τοὺς ἀστέρας κισσηροειδῆ σώματα, καὶ παντελῶς ἄψυχα καὶ ἀναίσθητα; πῶς οὖν αὐτὸς, βασιλέων ἄριστε καὶ φιλοσοφώτατε, τὰ ὑπὸ τῶν σῶν διδασκάλων ἀθετούμενα καὶ διαβαλλόμενα, θεοὺς προσαγορεύεις; οἶδα γὰρ ὅτι τῆς Πλατωνικῆς ὑπάρχεις αἱρέσεως, καὶ Πλάτων μὲν Σωκράτους διήκουσε, Σωκράτης δὲ Ἀρχελάου, Ἀρχέλαος δὲ καὶ Περικλῆς Ἀναξαγόρου διήκουσαν· πῶς οὖν, ὦ θαυμάσιε, ταῦτα προσαγορεύεις θεοὺς, ὑπὲρ δὲ πάντας ἀσπάζεις τὸν ἥλιον, καὶ ὅρκον αὐτὸν βασίλειον τίθεσαι;