Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Μαρτύριον τοῦ ἁγίου Ἀρτεμίου

Ἰωάννης ὁ Δαμασκηνός

Νέα βασανιστήρια, φυλάκιση και η πυρπόληση του ναού στη Δάφνη

Η θαυματουργική ενίσχυση του αγίου στη φυλακή. Η επίσκεψη του Ιουλιανού στη Δάφνη, η σιγή του μαντείου λόγω των λειψάνων του αγίου Βαβύλα, η καταστροφή του ναού του Απόλλωνα και τα ιερόσυλα αντίποινα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 8

μθʹ. Ἀπεκρίνατο τοιγαροῦν πρὸς τὸν μάρτυρα· Ἐπεὶ τοὺς ἐμοὺς ἐξεφαύλισας λόγους, ὦ κακὴ κεφαλὴ, ἐτόλμησας δὲ καὶ πρὸς τὴν τῶν Χριστιανῶν με πίστιν μεταγαγεῖν, ταῦτά σοι ἀντὶ τῶν δωρεῶν ὧν ὑπεσχόμην χαρίζομαι. Κελεύει οὖν ἀπογυμνοῦσθαι τὸν μάρτυρα, καὶ σούβλαις σιδηραῖς πεπυρακτωμέναις τὰς πλευρὰς αὐτοῦ διαπερονᾶσθαι, καὶ τὸν νῶτον αὐτοῦ τριβόλοις ὀξέσι κατακεντᾶσθαι καὶ διαῤῥήγνυσθαι συρόμενον ὕπτιον. Τούτων δὲ μετὰ πολλοῦ τοῦ τάχους προσενεχθέντων τῷ μάρτυρι, ἡ αὐτὴ καρτερία ἦν αὐτῷ καθώσπερ καὶ πρότερον, καὶ ὥσπερ ἀλλοτρίου πάσχοντος σώματος, αὐτὸς θεατὴς, ἀλλ᾽ οὐ πάσχειν τι τῶν δεινῶν κατεφαίνετο· καὶ δὴ ἐπὶ πολλαῖς ταῖς ὥραις τοῦ ἁγίου βασανιζομένου, καὶ μηδεμίαν φωνὴν ἢ στεναγμὸν ἀφιέντος, αὐτὸς τὼ χεῖρε κροτήσας, ὥσπερ ἡττημένος ἀνέστη τοῦ βήματος, καὶ κελεύει τὸν μάρτυρα πάλιν ἐπὶ τὴν εἰρκτὴν ἀπαχθῆναι, καὶ μήτε ἄρτον μήτε ὕδωρ αὐτῷ παρασχεθῆναι, μὴ δ᾽ ὅσα πρὸς τὸ ζῇν μεταλαμβάνουσιν ἄνθρωποι· αὐτὸς δὲ ἐπὶ τὴν Δάφνην ὥρμησε, τὸ τῆς Ἀντιοχείας κάλλιστον ἐνδιαίτημα.

νʹ. Περὶ δὲ τὸ μεσονύκτιον εὐχομένῳ τῷ μάρτυρι ἐπὶ τῆς φυλακῆς, φαίνεται αὐτῷ ὁ Χριστὸς, καὶ φησὶ πρὸς αὐτόν· Ἀρτέμιε, ἀνδρίζου, καὶ ἴσχυε, καὶ μὴ φοβοῦ, μηδὲ δειλία τὸν τύραννον· ἐγὼ γὰρ εἰμὶ μετὰ σοῦ, ἐξαιρούμενός σε ἀπὸ παντὸς πειρασμοῦ καὶ πάσης τῶν κολαστηρίων ὀδύνης, καὶ ἐν τῇ βασιλεία τῶν οὐρανῶν στεφανώσω σε, καὶ ὥσπερ αὐτὸς ὡμολόγησάς με ἐνώπιον τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, ὁμολογήσω κἀγώ σε ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Θάρσει οὖν καὶ ἀγαλλία· μετ᾽ ἐμοῦ γὰρ ἔσῃ ἐν τῷ παραδείσῳ. Ταῦτα ὁ μάρτυς ἀκούσας παρὰ τοῦ Κυρίου, εὐθαρσὴς ἐγένετο, καὶ δι᾽ ὅλης τῆς νυκτὸς ἦν δοξολογῶν καὶ εὐχαριστῶν τῷ Θεῷ· ἀνέθη γὰρ ἐκ τῶν πληγῶν καὶ τῶν τραυμάτων αὐτοῦ, ὥστε μήτε μώλωπα φαίνεσθαι ἐν τῷ ἁγίῳ αὐτοῦ σώματι· ἐποίησε δὲ πέντε καὶ δέκα ἡμέρας, μηδενὸς τὸ σύνολον γευσάμενος· ἐτρέφετο γὰρ τῇ τοῦ ἁγίου Πνεύματος χάριτι.

ναʹ. Ὁ δὲ Ἰουλιανὸς ἐπὶ τὴν Δάφνην ὥρμησε τὸ προάστειον, ὡς προέφημεν, θυσίας ἑτοιμαζόμενος τῷ Ἀπόλλωνι, καὶ χρησμοὺς παρ᾽ αὐτοῦ δέξασθαι προσδοκῶν· ἡ δὲ Δάφνη προάστειόν ἐστι τῆς Ἀντιοχείας, ἐπὶ τῶν ὑψηλοτέρων αὐτῆς χωρίων κείμενον, ἄλσεσι παντοίοις συνηρεφές. Πολυπρεμνότατον γὰρ καὶ πολυκαρπότατόν ἐστι τὸ χωρίον, ἔνθα τῶν τε ἄλλων παντοίων δένδρων καὶ δὴ καὶ κυπαρίττων ἐξαίσιον πεφύτευται χρῆμα, πρός τε κάλλος καὶ ὕψωμα καὶ μέγεθος οὐ συμβλητόν· νάματά τε πανταχῆ διαθέει ποτίμων ὑδάτων, μεγίστων αὐτόθι πηγῶν ἀναδιδομένων, ἀφ᾽ ὧν καὶ ἡ πόλις ἐν ὀλίγαις δὲ πόλεων ἐνυδροτάτη τυγχάνειν δοκεῖ, καὶ μὴν καὶ οἰκοδομαῖς λαμπραῖς καταλύσεων καὶ λουτρῶν καὶ τῶν ἄλλων κατασκευῶν, εἴς τε χρείαν καὶ κόσμον εὖ μάλα πολυτελῶς ἐξήσκηται τὸ χωρίον· ἐνταῦθα καὶ ἄλλων μὲν δαιμόνων ναοί τε καὶ ἀγάλματα ἦν, διαφερόντως γε μὴν τὸ τοῦ Ἀπόλλωνος ἐξ ἀρχαίων τῶν χρόνων ἐνυπῆρχε θεραπευόμενον· αὐτόθι γὰρ καὶ τὸ περὶ τὴν Δάφνην τὴν παρθένον συμβῆναι πάθος ὁ Ἑλληνικὸς ἔπλασε μῦθος· ἧς δὴ μάλιστα φέρειν ἔτι δοκεῖ τὴν ἐπωνυμίαν ὁ τόπος.

νβʹ. Τὸ δὲ ἀγάλμα τοῦ Ἀπόλλωνος, τοιόνδε τὴν κατασκευὴν ἦν· ἐξ ἀμπέλου μὲν αὐτῷ συνεπεπήγει τὸ σῶμα· πανθαυμάστη δὴ τέχνη πρὸς μιᾶς συμφυΐας ἰδέαν συναρμοσθὲν, χρυσῷ δὲ πᾶς ὁ περικείμενος πέπλος ἀμφιεννύμενος, τοῖς παραγεγυμνωμένοις καὶ ἀχρύσοις τοῦ σώματος, εἰς ἄφραστόν τι συνεφθέγγετο κάλλος· ἑστῶτί τε μετὰ χεῖρας ἦν ἡ κιθάρα, μουσηγετοῦντά τινα ἐκμιμουμένῳ· αἵ τε κόμαι, καὶ τῆς δάφνης ὁ στέφανος τὸν χρυσὸν ἀναμὶξ ἐπήνθουν· ὡς ἤμελλε χάρις ἐξαστράψειν πολλὴ τοῖς θεασομένοις· ὑάκινθοί τε αὐτῷ δύο λίθοι μεγάλοι, τὸν τῶν ὀφθαλμῶν ἐξεπλήρουν τύπον, κατὰ μνήμην τοῦ Ἀμυκλαίου παιδὸς Ὑακίνθου, καὶ ἀεὶ τὸ τῶν λίθων κάλλος καὶ μέγεθος τὸν μέγιστον προσετέλει τῷ ἀγάλματι κόσμον, ἐνταθέντων περιττῶς πρὸς ἀξιοῤῥέπειαν αὐτοῦ τῶν ἐργασαμένων· ἵνα πλείστους ἀπατᾶσθαι περὶ αὐτοῦ συμβαίνῃ, τῷ περικαλλεῖ τῆς προφαινομένης μορφῆς, εἰς τὸ προσκυνεῖν αὐτοῖς δελεαζομένους. Ὅπερ οὖν καὶ αὐτὸς ὁ Ἰουλιανὸς πεπονθὼς ἦν· πλείονά γ᾽ οὖν ἢ σύμπασι τοῖς ἀγάλμασι προσῆγε τὴν θεραπείαν, χιλιόμβας ὅλας ἐξ ἑκάστου γένους αὐτῷ θυόμενος.

νγʹ. Ἐπεὶ δὲ αὐτῷ πάντα ποιοῦντι καὶ πραγματευομένῳ ὅπως χρῴη τὸ ἄγαλμα, πλέον ἦν οὐδὲν, ἀλλὰ τοῦτό τε καὶ τὰ λοιπὰ αὐτόθι σύμπαντα ἀγάλματα βαθεῖα σιωπὴ κατεῖχεν, ἐνταῦθα νομίσας τὰ ἀπὸ τῆς γοητείας ἐνδεῖν, ἣν ἱερουργίαν καλοῦσιν Ἕλληνες, Εὐσέβιόν τινα, μέγιστον, ἐπὶ τὸ ταῦτα δύνασθαι, κεκτημένον ἐν Ἕλλησι κλέος, μεταπεμψάμενος, τούτῳ προσέταττεν ἐπίπνουν ὅτι μάλιστα καὶ ἐνεργὸν ἀποφαίνειν, μηδενὸς ὧν εἰς τοῦτο προσδεῖν αὐτῷ νομίζοι φεισάμενον. Τῷ δ᾽ ἐπειδὴ πάσας ἑαυτοῦ κεκινηκότι τὰς μηχανὰς, καὶ μηδὲν ὅ τι πλέον ἂν ἐπινοήσειεν ὑπολειπομένῳ, τὸν ὅμοιον ἐσεσιωπήκει καὶ κατὰ φύσιν τρόπον, οὐδέν τι μᾶλλον ἢ καὶ πρόσθε φθεγγόμενον, ἐνταῦθα ἤδη πρὸς τοῦ Ἰουλιανοῦ ἐρωτώμενος καὶ καθ᾽ ὅ τι μάλιστα σιωπῴη, καὶ ταῦτα πάντων τελεσθέντων ἐπ᾽ αὐτῷ τῶν νομιζομένων παρ᾽ αὐτοῖς, Βαβύλαν ἔφη τῆς σιωπῆς τούτου τε καὶ τῶν λοιπῶν ἀγαλμάτων αἰτιώτατον εἶναι, αὐτοῦ ἐν τῇ Δάφνῃ κειμένου, ὡς τῶν θεῶν τὸν νεκρὸν αὐτοῦ βδελλυττομένων, καὶ διὰ τοῦτο τοῖς ἕδεσι σφῶν ἐπιφοιτᾷν οὐκ ἀνεχομένων. Οὐ γὰρ ἠβούλετο τὴν ἀληθεστάτην αἰτίαν εἰπεῖν, οὐ παντάπασί γε αὐτῆς ἀνεπαίσθητος γεγονὼς, ὅτι δὴ κρείττων δύναμις ἦν, ἡ τὰς τῶν δαιμόνων ἐνεργείας πεδησαμένη· ἄλλως τε καὶ τοῦ δαίμονος αὐτῷ τοῦ τὸν Ἀπόλλωνα ὑποκρινομένου σαφῶς, καὶ διαῤῥήδην, ὡς λέγεται, εἰρηκότος, μὴ δύνασθαι ἀποκρίνασθαι διὰ Βαβύλαν.

νδʹ. Ὁ γὰρ δὴ Βαβύλας οὗτος λέγεται ἐπίσκοπος μὲν γενέσθαι τῆς Ἀντιοχείας, Νουμεριανῷ δὲ τῷ βασιλεῖ εἰσελθεῖν βουλομένῳ ἐν τῇ τῶν Χριστιανῶν ἐκκλησίᾳ κατὰ δή τινα ἑορτὴν, στὰς πρὸ τῶν θυρῶν διεκώλυσεν εἰσελθεῖν, φάσκων εἰς δύναμιν μὴ περιόψεσθαι λύκον τῷ ποιμνίῳ ἐπεισερχόμενον· τὸν δὲ παραυτίκα μὲν ἀποκρουσθῆναι τῆς εἰσόδου, εἴτε δὴ στάσιν τινὰ πρὸς τοῦ ὄχλου ἔσεσθαι ὑπειδόμενον, εἴτε καὶ ἄλλως αὐτῶν μεταβουλευθέν· ἐν χαλεπῷ μέν τοι τὴν ἀντίστασιν τοῦ ἐπισκόπου ποιησάμενον, ἐπειδὴ ὡς ἑαυτὸν ἐπὶ τὰ βασίλεια ἀπηλλάγη, παραστήσασθαί τε αὐτὸν ἐπὶ τοῦ βήματος ἀπολογησόμενον ἐκέλευσε, καὶ δὴ παραστάντος αὐτοῦ, πρῶτα μὲν τὴν τόλμαν τῆς κωλύσεως ἐνεκάλει, ἔπειτα μέν τοι κελεύει αὐτὸν τοῖς δαίμοσι θύειν, εἰ βούλοιτό γε τὴν ἐπὶ τῷ ἐγκλήματι δίκην διαφυγεῖν· τὸν δὲ πρὸς τὴν ἔγκλησιν ἀπολογήσασθαι καὶ τὴν πρόκλησιν διακρούσασθαι, τὴν μὲν, φήσαντα ποιμένι ἑαυτῷ πάντα προσήκειν ὑπὲρ τοῦ ποιμνίου προθυμεῖσθαι, τὴν δὲ, μὴ ἀνελέσθαι, τοῦ ὄντως ὄντος ἀποστάντα Θεοῦ, ψευδωνύμοις καὶ ὀλετῆρσι δαίμοσι θύειν.

Εἰθ᾽ ὁ μὲν, ὡς ἑώρα μὴ πειθόμενον, προσέταξεν αὐτὸν ἀλύσεσι καὶ πέδαις ἐνδησαμένους, τὴν ἐπὶ θανάτῳ ἄγειν τῆς κεφαλῆς ἀφαιρήσοντας· ὁ δὲ, ἐπειδὴ ἤγετο τεθνηξόμενος, ταύτας ἀναλαβὼν ᾖδε τοῦ ψαλμοῦ τὰς ῥήσεις· Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε.

νεʹ. Φασὶ δὲ καὶ τρεῖς παῖδας ἀδελφοὺς τὸ γένος κομιδῇ νέους ὑπ᾽ αὐτῷ ἀνατρεφομένους, ἁρπαγῆναί τε καὶ αὐτοὺς ὑπὸ τοῦ βασιλέως· καὶ ὡς οὐδ᾽ αὐτοὶ θύειν ἤθελον, καί τοι παντοίας ἀνάγκης αὐτοῖς προσαγομένης, καὶ αὐτοὺς κελεῦσαι τὸν βασιλέα τῶν κεφαλῶν ἀφαιρεῖν. Οὓς ἐπειδὴ ἧκον εἰς τὸ προκείμενον χωρίον, ὁ Βαβύλας ἑαυτῷ προστησάμενος, προτέρους προσῆγε τῷ ξίφει· τοῦ μή τινα τερέσαντα αὐτὸν ἀναδῦναι τὸν θάνατον, καὶ ἀποτεμνομένων ταύτην ἂν εἰπὼν τὴν φωνήν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Ἔπειτα καὶ αὐτὸς προύτεινε τὸν οἰκεῖον αὐτοῦ αὐχένα τῷ ξίφει· ἐντειλάμενος τοῖς τὸ σῶμα αὐτοῦ ἀναλεξαμένοις, τὰς ἀλύσεις καὶ τὰς πέδας αὐτῷ συνθάψαι, Ἵν᾽ ᾖ μοι ταῦτα, φησὶ, κειμένῳ κόσμος· καὶ οὖν καὶ μετ᾽ αὐτῶν ἔτι τυγχάνει κείμενος, ὡς φασί. Τοῦτον τὸν Βαβύλαν ὁ Ἰουλιανὸς, ἐπειδὴ πρὸς τοῦ Εὐσεβίου ἤκουσε κώλυμα τοῖς ἀγάλμασιν εἶναι τοῦ μὴ χρᾷν, αὐτίκα προσέταξεν, αὐτῇ θήκη, λίθου δ᾽ ἐστὶ μεγάλου πεποιημένη, μετάγειν ἐκ τῆς Δάφνης οἷς τί τοῦτο διαφέρει πόῤῥω ποῦ αὐτὸν ἀλλαχόσε, ἵνα ᾗ καὶ βούλωνται μεταστησαμένους.

Εὐθὺς οὖν ὁ τῆς πόλεως ὄχλος προχυθέντες ὡς ἐπὶ μεγάλῃ αἰτίᾳ, καὶ περιβαλλόμενοι εἷλκον τὴν θήκην· ἡ δὲ ὡς οὐχ ὑπ᾽ ἀνθρώπων ἑλκομένη μᾶλλον ἢ κρείττονος αὐτὴν κινούσης δυνάμεως, ἔφθανε προθυμίαν ἐφεπομένη· αὐθήμερον γέ τοι αὐτὴν σταδίους πλέον ἢ πεντήκοντα κομισάμενοι, ἐν τῷ καλουμένῳ κοιμητηρίῳ κατέθεσαν. Ἔστι δὲ ἐν τῇ πόλει οἶκος σωμάτων παλαιῶν ἀνδρῶν καὶ ἐνίων γε ἐπ᾽ εὐσεβείᾳ μαρτυρουμένων, πολλὰ δεδεγμένος· τότε μὲν οὖν τὴν θήκην ἐνταῦθα εἰσεκόμισαν.

νϛʹ. Ὁ δὲ Ἰουλιανὸς παρεσκευάζετο πλῆθος ἱερείων τε καὶ ἀναθημάτων, ὡς τῇ ὑστεραίᾳ σὺν αὐτοῖς εἰς τὴν Δάφνην ἀναβησόμενος, νῦν γε δὴ πάντως ἐλπίζων εἰ μὴ τῶν ἄλλων, ἀλλὰ τοῦ γε Ἀπόλλωνος τεύξεσθαι ἀποκριθησομένου· ἐπὶ τοῦτον γὰρ αὐτῷ πᾶσα τῆς προθυμίας ἡ ἐλπὶς ἦν καὶ ὁ τόνος, ὡς αὐτῷ μᾶλλον ἢ ἑτέρῳ τὸ τοιοῦτον διαφέρον κατά τε τὴν μαντικὴν τέχνην, καὶ αὐτῷ τὸ χωρίον ἀνεῖτο ἡ Δάφνη, νομίζοντι αὐτῷ ἔν τε τῷ οἰκείῳ τόπῳ εἰκότως, ἢ τῶν ἄλλων δαιμόνων ἰσχύειν. Ὁ δὲ Εὐσέβιος καὶ οἱ λεγόμενοι ἱερεῖς καὶ τῶν νεοκόρων τὸ πλῆθος προσδεχόμενοι τὸν βασιλέα, ἐν ἀγῶνι μεγάλῳ ἔστασαν, καὶ διηγρύπνουν περὶ τὸ ἄγαλμα, πάντα πραγματευόμενοι, ὅπως ἐπειδ᾽ ἂν ἀφίκηται, τύχοι αὐτοῦ φθεγξαμένου· ὡς ἄλλης γε αὐτῷ ἔτι προφάσεως εἰς ἀναβολὴν μὴ ὑπολειπομένης. Ἐπειδὴ δὲ πόῤῥω τῶν νυκτῶν ἦν, ἐκ τοῦ οὐρανοῦ πῦρ ἀθρόως κατενεχθὲν, ἐνέσκηψε τῷ νεῷ καὶ ἅμα πανταχόθεν αὐτὸν δραξάμενον, ἐμπιπρᾷ αὐτῷ ἀγάλματι καὶ αὐτοῖς ἀναθήμασιν· πάντων δὲ ὁμοῦ καταφλεγομένων, καὶ τοῦ πυρὸς ἐπὶ μέγα ἐξαιρουμένου, βοὴ μὲν αὐτίκα μεγάλη περὶ τὸν νεὼν ἦν, καὶ θόρυβος οὐδενὶ ἐοικὼς, καὶ δὴ πολλῶν ἐπαμῦναι προθυμουμένων, οὐδεὶς ἦν ὁ πρὸς τὸ πῦρ ἀντισχεῖν δυνησόμενος.

Ἀλλ᾽ οἱ μὲν ἔθεον τῷ ἄρχοντι τῆς Ἑῴας Ἰουλιανῷ μηνύσοντες, ὁ δὲ λοιπὸς ὄχλος ἔστασαν ὑπ᾽ ἐκπλήξεως θεαταὶ τοῦ παραδόξου τῆς καταλαβούσης αὐτοὺς συμφορᾶς γενόμενοι· τὸ δὲ πῦρ οὐδενὸς ἦν τῶν ἄλλων ἁπτόμενον, τοσαύτης γε καὶ οὗτος ἀμφιλαφοῦς ὕλης ἐκεῖ πεφυκυίας, ὅτι μὴ μονώτατον ἐμπεσὸν κατέφλεγε σὺν τοῖς ἐνοῦσι τῷ νεῷ, ὡς τὸ μὲν ἄγαλμα καὶ πᾶν ὅ τι ἐν ἀναθήμασιν ἦν, καθάπαξ ἀφανισθῆναι· βραχέα δὲ λειφθῆναι τῶν οἰκοδομημάτων ἐδάφη, μνημεῖα τοῦ πάθους, ἃ καὶ νῦν ἔτι δείκνυται, σαφέστερον τὸ δεῖγμα τοῦ θεηλάτου πυρός.

νζʹ. Ὁ δὲ Ἰουλιανὸς τὰ συμβάντα ἀκούσας, ὀργῆς τε πιμπλᾶται, καὶ δεινὸν ποιησάμενος εἰ Χριστιανοὶ τοῖς συμβεβηκόσιν ἐπιτωθάσειν μέλλοιεν, αὐτίκα προστάττει τῆς Μεγάλης αὐτοὺς ἐξωθεῖν ἐκκλησίας, καὶ ταύτην μὲν ἄβατον αὐτοῖς παντελῶς ἀποφαίνειν, ὡς ὅτι ἀσφαλέστατα αὐτὴν ἀποκλεισαμένους, τὰ δὲ κειμήλια πάντα δημοσιοῦν· δέδωκε δὲ καὶ τοῖς Ἕλλησιν ἄδειαν, ὥστε εἰσέρχεσθαι αὐτοὺς εἰς τὰς τῶν Χριστιανῶν ἐκκλησίας, καὶ ποιεῖν ὅσα βούλονται. Τούτων οὖν παρὰ τοῦ τυράννου καὶ ἀσεβοῦς Ἰουλιανοῦ κελευσθέντων, τί τῶν μεγίστων κακῶν οὐκ ἐτελέσθη; τί δὲ τῶν ἀπηχεστάτων οὐκ ἐλέχθη, τῶν ἀφέτῳ γλώσσῃ λαλούντων τὰ ἄῤῥητα κατὰ τῆς τῶν Χριστιανῶν πίστεως, καὶ βλασφημούντων εἰς τὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν ἐν πάσαις ταῖς πόλεσιν;

Ἐν μὲν γὰρ Σεβαστῇ τῇ πάλαι μὲν Σαμαρείᾳ, νῦν δὲ παρὰ Ἡρώδου κτισθείσῃ καὶ Σεβαστῇ ἐπικληθείσῃ, τὰ ὀστᾶ τοῦ προφήτου Ἑλισσαίου καὶ τοῦ Βαπτίστου Ἰωάννου ἐκ τῶν θηκῶν ἐξαγαγόντες, καὶ ἀλόγων ἀκαθάρτων ὀστέοις προσμίξαντες κατέκαυσαν, καὶ τὴν κόνιν εἰς τὸν ἀέρα ἐλίκμησαν· τὸν δὲ τοῦ Σωτῆρος ἀνδριάντα ἐν Πανέαδι τῇ πόλει πρὸς τῆς αἱμοῤῥοησάσης γυναικὸς κατασκευασθέντα μεγαλοπρεπῶς, ἣν ὁ Χριστὸς ἰάσατο, καὶ ἱδρυνθέντα ἐν ἐπισήμῳ τῆς πόλεως τόπῳ, ὃν μετὰ χρόνον γνωσθέντα, ἐκ τῆς αὐτόθι φυομένης βοτάνης τοῦ θαύματος, οἱ Χριστιανοὶ ἀράμενοι, ἐν τῷ τῆς ἐκκλησίας διακονικῷ ἔστησαν, τοῦτον οἱ Ἕλληνες κατασπάσαντες, κἀκ τῶν ποδῶν σχοίνους ἐξάψαντες, ἔσυραν ἐπὶ τῆς ἀγορᾶς· ἕως οὗ κατὰ μικρὸν ἀποθραυόμενος, ἠφανίσθη, μόνης τῆς κεφαλῆς καταλειφθείσης καὶ ἁρπαγείσης ὑπό τινος ἐν τῷ θορυβεῖσθαι τοὺς Ἕλληνας, λαλούντων αὐτῶν βλάσφημα καὶ ἀπηχέστατα ῥήματα εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἃ μή τις ἀνθρώπων ἤκουσε πώποτε.