Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Περὶ αἱρέσεων
Πρώιμες χριστιανικές και γνωστικές αιρέσεις
Καταγραφή των γνωστικών, δυαλιστικών και άλλων πρώιμων χριστιανικών αιρέσεων, από τους Σιμωνιανούς έως τους Σεβηριανούς.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πρώιμες χριστιανικές και γνωστικές αιρέσεις
Καταγραφή των γνωστικών, δυαλιστικών και άλλων πρώιμων χριστιανικών αιρέσεων, από τους Σιμωνιανούς έως τους Σεβηριανούς.
Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ τόμῳ τοῦ πρώτου βιβλίου, ἐν ᾧ περὶ αἱρέσεων δεκατριῶν αἱ παρὰ Χριστιανοῖς αἱρέσεις. Σιμωνιανοί, οἱ ἀπὸ Σίμωνος τοῦ μάγου τοῦ ἐπὶ Πέτρου τοῦ ἀποστόλου, κώμης Γιτθῶν τῆς Σαμαρείας. Οὗτος ἀπὸ Σαμαρειτῶν ὡρμᾶτο Χριστοῦ ὑποδὺς ὄνομα μόνον. Ἐδίδασκεν δὲ αἰσχροποιὸν μίξιν μολυσμοῦ, ἀδιαφορίαν σωμάτων. Ἀποβάλλεται δὲ τὴν ἀνάστασιν καὶ τὸν κόσμον μὴ εἶναι θεοῦ φάσκει. Εἰκόνα δὲ αὑτοῦ ὡς Διὸς καὶ τῆς σὺν αὐτῷ πόρνης ὀνόματι Ἑλένης, Ἀθηνᾶς τύπον, τοῖς ἑαυτοῦ μαθηταῖς παρεδίδου εἰς προσκύνησιν. Ἔλεγεν δὲ ἑαυτὸν Σαμαρείταις μὲν τὸν πατέρα, Ἰουδαίοις δὲ τὸν Χριστόν.
Μενανδριανοί, οἱ ἀπὸ τούτου τοῦ Σίμωνος διὰ Μενάνδρου τινὸς ἐναρξάμενοι, διαφερόμενοι δὲ πρὸς τοὺς Σιμωνιανοὺς κατά τι, οἳ ἀπὸ ἀγγέλων ἔλεγον τὸν κόσμον γεγενῆσθαι. Σατορνιλιανοί, οἱ κατὰ τὴν Συρίαν τὴν τῶν Σιμωνιανῶν κρατύναντες αἰσχρουργίαν, ἕτερα δὲ παρὰ τοὺς Σιμωνιανοὺς εἰς ἔκπληξιν περισσοτέραν κηρύσσοντες, ἀπὸ δὲ Σατορνίλου τὴν ἀρχὴν ἐσχηκότες, καὶ αὐτοὶ κατὰ τὸν Μένανδρον ὑπὸ ἀγγέλων τὸν κόσμον γεγενῆσθαι φάσκοντες, μόνων δὲ ἑπτά, διὰ τὴν τοῦ πατρὸς γνώμην.
Βασιλειδιανοί, τῆς αὐτῆς αἰσχρουργίας τελεσταί, ἀπὸ Βασιλείδους, τοῦ ἅμα Σατορνίλῳ, καὶ Σιμωνιανοῖς καὶ Μενανδριανοῖς μαθητευομένου καὶ τὰ ὅμοια μὲν φρονοῦντος, κατά τι δὲ διαφερομένου· λέγει γὰρ τξεʹ οὐρανοὺς εἶναι καὶ τούτοις ὀνόματα ἀγγελικὰ ἐπιτίθησι. Διὸ καὶ τὸν ἐνιαυτὸν τοσούτων ἡμερῶν εἶναι, καὶ τὸ Ἀβρασὰξ ὄνομα εἶναι τξεʹ, καὶ εἶναι τοῦτό φησιν ἅγιον ὄνομα.
Νικολαῗται, ἀπὸ Νικολάου τοῦ ἐπὶ ταῖς χρείαις ὑπὸ τῶν ἀποστόλων ταχθέντος, ὃς διὰ ζῆλον τῆς ἰδίας γαμετῆς τὴν αἰσχρουργίαν ἅμα τοῖς ἄλλοις ἐπιτελεῖν τοῖς ἑαυτοῦ μαθηταῖς ἐδίδασκεν, καὶ περὶ τοῦ Καυλακαὺχ καὶ Πρωτονίκου καὶ ἄλλων βαρβαρικῶν ὀνομάτων εἰσαγαγὼν τῷ κόσμῳ.
Γνωστικοί, οἱ τὰς αἱρέσεις διαδεξάμενοι, πλέον δὲ τούτων πάντων τὴν αἰσχρότητα ἐμμανῶς ἐργαζόμενοι, ἐν Αἰγύπτῳ δὲ Στρατιωτικοὶ καλούμενοι καὶ Φιβιωνῖται, ἐν δὲ τοῖς ἀνωτερικοῖς μέρεσι Σωκρατῖται, παρ᾽ ἑτέροις δὲ Ζακχαῖοι. Ἄλλοι δὲ Κολδιανοὺς αὐτοὺς λέγουσιν, ἄλλοι δὲ Βορβορίτας αὐτοὺς καλοῦσιν. Οὗτοι τὴν Βαρβέλω καὶ Βερὼ αὐχοῦσι.
Καρποκρατιανοί, οἱ ἀπὸ Καρποκράτους τινὸς τῶν ἐν τῇ Ἀσίᾳ. Οὗτος ἐδίδασκε πᾶσαν αἰσχρουργίαν ἐκτελεῖν καὶ πᾶν ἐπιτήδευμα ἁμαρτίας. Καὶ εἰ μή τις, φησί, διὰ πάντων παρέλθῃ καὶ τὸ θέλημα πάντων τῶν δαιμόνων καὶ ἀγγέλων ἐκτελέσῃ, οὐ δυνήσεται ὑπερβῆναι τὸν ἀνώτατον οὐρανὸν οὐδὲ τὰς ἀρχὰς οὐδὲ τὰς ἐξουσίας παρελθεῖν. Ἔλεγεν δὲ τὸν Ἰησοῦν ψυχὴν νοερὰν εἰληφέναι, εἰδότα δὲ τὰ ἄνω ἐνταῦθα καταγγέλλειν καί, εἴ τις πράξειεν ὅμοια τοῦ Ἰησοῦ, κατ᾽ αὐτὸν εἶναι, τόν τε νόμον σὺν τῇ τῶν νεκρῶν ἀναστάσει ἀπηγόρευσεν, ὡς αἱ ἀπὸ Σίμωνος καὶ δεῦρο αἱρέσεις. Τούτου γέγονεν ἐν Ῥώμῃ Μαρκελλίνα. Εἰκόνα δὲ ποιήσας ἐν κρυφῇ Ἰησοῦ καὶ Παύλου καὶ Ὁμήρου καὶ Πυθαγόρα, ταύτας ἐθυμία καὶ προσεκύνει.
Κηρινθιανοί, οἱ καὶ Μηρινθιανοί. Οὗτοι ἀπὸ Κηρίνθου καὶ Μηρίνθου Ἰουδαῖοί τινες τὴν περιτομὴν αὐχοῦντες, τὸν δὲ κόσμον ὑπ᾽ ἀγγέλων γεγενῆσθαι, Ἰησοῦν δὲ κατὰ προκοπὴν Χριστὸν κεκλῆσθαι ἔλεγον. Ναζωραῖοι, οἳ Χριστὸν ὁμολογοῦσιν Ἰησοῦν υἱὸν θεοῦ, πάντα δὲ κατὰ νόμον πολιτευόμενοι.
Ἐβιωναῖοι, παραπλήσιοι τοῖς προειρημένοις Κηρινθιανοῖς καὶ Ναζωραίοις, συνήφθη δὲ κατά τι ἡ τῶν Σαμψαίων καὶ Ἑλκεσαίων αἵρεσις, οἳ Χριστόν φασιν ἐκτίσθαι ἐν τῷ οὐρανῷ καὶ τὸ ἅγιον πνεῦμα, ἐνδημήσαντα δὲ Χριστὸν ἐν τῷ Ἀδὰμ καὶ [κατὰ καιρὸν ἐκδυόμενον αὐτὸν τὸν Ἀδὰμ καὶ] πάλιν κατὰ καιρὸν ἐνδυόμενον τὸ αὐτό φασιν ἐπιτετελεκέναι αὐτὸν ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ. Ἰουδαῖοι δὲ ὄντες εὐαγγελικοῖς κέχρηνται, σαρκοφαγίαν δὲ βδελύσσονται, τὸ ὕδωρ ἀντὶ θεοῦ ἔχουσι, τὸν δὲ Χριστὸν ἄνθρωπον ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ ἐνδεδύσθαι, ὡς ἔφην. Συνεχῶς βαπτίζονται ἐν τοῖς ὕδασι θέρους τε καὶ χειμῶνος, εἰς ἁγνισμὸν δῆθεν ὥσπερ οἱ Σαμαρεῖται.
Οὐαλεντινιανοί, οἳ σαρκὸς μὲν ἀπαγορεύουσιν ἀνάστασιν, παλαιὰν δὲ ἀθετοῦσι διαθήκην, καὶ προφήτας ἀναγινώσκοντες καί, ὅσα ἄλλα εἰς ὁμοίωσιν δύναται τροπολογεῖσθαι τῆς αὐτῶν αἱρέσεως, δεχόμενοι. Ἑτέρας τινὰς μυθολογίας παρεισφέρουσι τριάκοντα αἰώνων ὀνομασίας λέγοντες ἀρρενοθηλείας τε ὁμοῦ ἐκ τοῦ πατρὸς τῶν ὅλων γεγενημένους, οὓς καὶ θεοὺς νομίζουσι καὶ αἰῶνας. Τὸν δὲ Χριστὸν ἀπ᾽ οὐρανοῦ ἐνηνοχέναι τὴν σάρκα καὶ ὡς διὰ σωλῆνος τῆς Μαρίας διαπεπερακέναι.
Σεκουνδιανοί, οἷς συνάπτεται Ἐπιφάνης καὶ Ἰσίδωρος, ταῖς αὐταῖς κεχρημένοι συζυγίαις, τὰ ὅμοια Οὐαλεντίνῳ πεφρονηκότες, ἕτερα δὲ παρ᾽ αὐτὸν ποσῶς διηγούμενοι. Προστιθέασι τὰ τῆς αἰσχρουργίας διδάσκοντες. Ἀπαγορεύουσι δὲ καὶ αὐτοὶ τὴν σάρκα.
Πτολεμαῖοι, μαθηταὶ καὶ αὐτοὶ ὄντες Οὐαλεντίνου, οἷς συνάπτεται ἡ Φλώρα· τὰ αὐτὰ δὲ περὶ τῶν συζυγιῶν καὶ οὗτοι λέγουσι καθάπερ Οὐαλεντινιανοὶ καὶ Σεκουνδιανοί, κατά τι δὲ καὶ οὗτοι διαφέρονται. Αὕτη καὶ ἡ τοῦ δευτέρου τόμου τοῦ πρώτου βιβλίου τῶν δεκατριῶν αἱρέσεων ἀνακεφαλαίωσις.
Τάδε ἔνεστι καὶ ἐν τῷ τρίτῳ τοῦ πρώτου βιβλίου τόμῳ, ἐν ᾧ εἰσιν αἱρέσεις δεκατρεῖς. Μαρκωσαῖοι. Μάρκος τις γεγένηται Κολορβάσου συμφοιτητής, δύο ἀρχὰς καὶ οὗτος παρεισάγων. Ἀθετεῖ δὲ νεκρῶν ἀνάστασιν, φαντασίας δέ τινας δι᾽ ἐκπωμάτων ἐξ ἐπαοιδῆς εἰς κυάνεον χρῶμα καὶ πορφυραῖον μεταβάλλων ἐμυσταγώγει τὰς ἀπατωμένας γυναῖκας. Καὶ αὐτὸς δὲ τῶν εἴκοσι τεσσάρων στοιχείων βούλεται τὰ πάντα ἡγεῖσθαι ὁμοίως Οὐαλεντίνῳ.
Κολορβασαῖοι. Καὶ οὗτος ὁ Κολόρβασος ὡσαύτως τὰ αὐτὰ διηγούμενος, κατά τι δὲ διαφερόμενος πρὸς ἄλλας αἱρέσεις—φημὶ δὴ πρὸς τὰς περὶ Μάρκον καὶ Οὐαλεντῖνον—τὰς προβολὰς καὶ ὀγδοάδας ἑτέρως ἐδίδαξεν. Ἡρακλεωνῖται· καὶ οὗτοι τῇ τῶν ὀγδοάδων φαίνονται μυθολογίᾳ στοιχοῦντες, ἑτέρως παρὰ τὸν Μάρκον καὶ Πτολεμαῖον καὶ Οὐαλεντῖνον καὶ τοὺς ἄλλους. Ἀλλὰ καὶ πρὸς τῇ τελευτῇ τοὺς παρ᾽ αὐτῶν τελευτῶντας ὁμοίως τῷ Μάρκῳ λυτροῦνται δι᾽ ἐλαίου, ὀποβαλσάμου καὶ ὕδατος, ἐπικλήσεις τινὰς Ἑβραϊκαῖς λέξεσιν ἐπιλέγοντες τῇ κεφαλῇ τοῦ δῆθεν λυτρουμένου.
Ὀφῖται, οἱ τὸν ὄφιν δοξάζοντες καὶ τοῦτον Χριστὸν ἡγούμενοι, ἔχοντες δὲ φύσει ὄφιν τὸ ἑρπετὸν ἐν κίστῃ τινί. Καϊανοὶ ἅμα ταῖς ἄλλαις ὡσαύτως ταῖς τὸν νόμον ἀθετούσαις αἱρέσεσιν καὶ τὸν λαλήσαντα ἐν νόμῳ τὰ αὐτὰ φρονοῦσι. Σαρκὸς μὲν ἀνάστασιν ἀρνούμενοι, τὸν δὲ Κάϊν δοξάζουσι λέγοντες αὐτὸν τῆς ἰσχυροτέρας εἶναι δυνάμεως. Ἅμα δὲ καὶ τὸν Ἰούδαν ἐκθειάζουσιν, ὁμοῦ καὶ τοὺς περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών, ἀλλὰ καὶ αὐτοὺς τοὺς Σοδομίτας.
Σηθιανοί. Οὗτοι πάλιν τὸν Σὴθ δοξάζουσιν φάσκοντες αὐτὸν εἶναι ἐκ τῆς ἄνω μητρὸς μεταμεληθείσης, ἐφ᾽ οἷς τοὺς περὶ Κάϊν προεβάλετο, εἶτα μετὰ τὸ τὸν Κάϊν ἀποβληθῆναι καὶ τὸν Ἀβὲλ ἀποκτανθῆναι συνελθούσης τῷ ἄνω πατρὶ καθαρὸν σπέρμα τὸν Σὴθ ποιῆσαι, ἐξ οὗπερ λοιπὸν κατήχθη τὸ πᾶν ἀνθρώπων γένος. Καὶ αὐτοὶ δὲ ἀρχὰς καὶ ἐξουσίας καί, ὅσα οἱ ἄλλοι δογματίζουσιν.
Ἀρχοντικοί. Οὗτοι πάλιν εἰς πολλοὺς ἄρχοντας τὸ πᾶν ἀναφέρουσι καὶ τὰ γινόμενα ἐκ τούτων γεγενῆσθαι λέγουσιν· ἁλίσκονται δὲ καὶ ἐπ᾽ αἰσχρότητί τινι. Σαρκὸς δὲ ἀνάστασιν ἀθετοῦσι καὶ παλαιὰν διαθήκην ἀποβάλλουσι. Κέχρηνται δὲ παλαιᾷ καὶ νέᾳ διαθήκῃ, ἑκάστην λέξιν πρὸς τὸν ἑαυτῶν νοῦν μεθοδεύοντες.
Κερδωνιανοί, ἀπὸ Κέρδωνος τοῦ Ἡρακλέωνα διαδεξαμένου τὴν μετοχὴν τῆς πλάνης, προσθέντος δὲ τῇ ἀπάτῃ· ὃς ἀπὸ τῆς Συρίας εἰς τὴν Ῥώμην μεταστὰς τὸ κήρυγμα ἑαυτοῦ ἐξέθετο ἐν χρόνοις Ὑγίνου ἐπισκόπου. Δύο δὲ ἀρχὰς κηρύττει οὗτος ἐναντίας ἀλλήλαις, μὴ εἶναί τε τὸν Χριστὸν γεννητόν· ὁμοίως τε νεκρῶν ἀνάστασιν ἀθετεῖ καὶ τὴν παλαιὰν διαθήκην.
Μαρκιωνισταί. Μαρκίων ἀπὸ Πόντου ὁρμώμενος ἐπισκόπου μὲν ἦν υἱός, φθείρας δὲ παρθένον ἀπέδρα διὰ τὸ ἐξεῶσθαι ὑπὸ τοῦ ἰδίου πατρὸς ἀπὸ τῆς ἐκκλησίας. Οὗτος ἀνελθὼν ἐν Ῥώμῃ, εἶτα αἰτήσας μετάνοιαν τοὺς κατ᾽ ἐκεῖνο καιροῦ ἡγουμένους τῆς ἐκκλησίας καὶ μὴ τυχὼν ἐπῄρθη κατὰ τῆς πίστεως καὶ ἐδογμάτισεν τρεῖς ἀρχάς, ἀγαθὸν καὶ δίκαιον καὶ φαῦλον, εἶναί τε τὴν καινὴν διαθήκην ἀλλοτρίαν τῆς παλαιᾶς καὶ τοῦ ἐν αὐτῇ λαλήσαντος. Οὗτός τε καὶ οἱ ἀπ᾽ αὐτοῦ Μαρκιωνισταὶ ἀνάστασιν σαρκὸς ἀθετοῦσι, βάπτισμα διδόασιν οὐ μόνον ἕν, ἀλλὰ καὶ δύο καὶ τρία μετὰ τὸ παραπεσεῖν, ὑπὲρ δὲ τῶν τεθνεώτων καὶ κατηχουμένων ἄλλοι παρ᾽ αὐτοῖς βαπτίζονται. Ἀδεῶς δὲ παρ᾽ αὐτοῖς καὶ γυναῖκες ἐπιτρέπονται λουτρὸν διδόναι.
Λουκιανισταί. Λουκιανός τις, οὐχ ὁ νῦν ἐν χρόνοις Κωνσταντίνου γενόμενος, ἀλλ᾽ ἀρχαιότερος, πάντα κατὰ τὸν Μαρκίωνα ἐδογμάτισε, πρὸς δὲ τούτοις καὶ ἕτερά τινα παρὰ τὸν Μαρκίωνα δῆθεν δογματίζει. Ἀπελλιανοί. Καὶ οὗτος Ἀπελλῆς τὰ ὅμοια Μαρκίωνι καὶ Λουκιανῷ δογματίζει, κακίζει τὴν πᾶσαν ποίησιν καὶ τὸν πεποιηκότα.
Οὐχ ὁμοίως δὲ τούτοις τρεῖς ἀρχὰς ὑφηγήσατο, ἀλλὰ μίαν μὲν ἀρχὴν καὶ ἕνα θεὸν ὄντα ἀνώτατον καὶ ἀκατονόμαστον, τοῦτον δὲ τὸν ἕνα πεποιηκέναι ἄλλον. Καὶ οὗτος, φησίν, ὁ γεγονὼς πονηρὸς εὑρεθεὶς τῇ αὐτοῦ φαυλότητι τὸν κόσμον ἐποίησεν.
Σευηριανοί. Σευῆρός τις πάλιν τῷ Ἀπελλῇ ἐποχούμενος τὸν οἶνον ἀποβάλλεται καὶ τὴν ἄμπελον ἐκ τοῦ δρακοντοειδοῦς Σατᾶν καὶ γῆς μυθολογῶν πεφυκέναι, συνελθόντων ἀλλήλοις. Γυναῖκα δὲ παραιτεῖται φάσκων ἀριστερᾶς δυνάμεως αὐτὴν ὑπάρχειν. Ὀνομασίας δέ τινας ἀρχόντων καὶ βίβλους ἀποκρύφους παράγει. Ὁμοίως δὲ τοῖς ἄλλοις τὴν τῆς σαρκὸς ἀνάστασιν ἀθετεῖ καὶ παλαιὰν διαθήκην.
Τατιανοί. Τατιανὸς οὗτος συνήκμασεν Ἰουστίνῳ τῷ ἁγιωτάτῳ μάρτυρι καὶ φιλοσόφῳ, μετὰ δὲ τὴν τοῦ ἁγίου Ἰουστίνου τελευτὴν προσεφθάρη τοῖς τοῦ Μαρκίωνος δόγμασιν καὶ ἴσα αὐτῷ ἐδογμάτισεν προσθεὶς καὶ ἕτερα παρ᾽ ἐκεῖνον. Ἐλέγετο δὲ ἀπὸ Μεσοποταμίας ὁρμᾶσθαι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.