Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ αἱρέσεων

Ἰωάννης ὁ Δαμασκηνός

Αιρέσεις του δεύτερου βιβλίου

Παρουσίαση των αιρέσεων του τέταρτου και του πέμπτου τόμου, συμπεριλαμβανομένων των Εγκρατιτών, των Μανιχαίων, των Αρειανών και των Ωριγενιανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 7

Ταῦτα τὰ κεφάλαια τῶν τριῶν τοῦ πρώτου βιβλίου τόμων περὶ τῶν τεσσαράκοντα ἓξ αἱρέσεων. —Ἀνακεφαλαίωσις τοῦ δευτέρου βιβλίου τόμου τετάρτου, ἐν ᾧ εἰσιν αἱρέσεις ιηʹ. Ἐγκρατῖται, οἳ ἀπόσπασμα τυγχάνοντες Τατιανοῦ τὸν γάμον ἀποβάλλονται, τοῦ Σατανᾶ φάσκοντες εἶναι τοῦτον, πᾶσαν δὲ ἀπαγορεύοντες ἐμψυχοφαγίαν.

Οἱ Καταφρυγαστῶν καὶ Μοντανιστῶν καὶ Ἀσκοδρουγγητῶν, οἵτινες παλαιὰν καὶ καινὴν διαθήκην δέχονται, ἑτέρους δὲ προφήτας παρεισάγοντες, Μοντανόν τινα αὐχοῦντες καὶ Πρίσκιλλαν. Πεπουζιανοί, οἱ καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται, αἱρέσεις δύο. Ἐξ αὐτῶν μέν εἰσι τῶν Καταφρυγαστῶν, ἕτερα δὲ παρ᾽ ἐκείνους δογματίζουσι, Πέπουζαν πόλιν τινὰ ἔρημον ἀνὰ μέσον Γαλατίας καὶ Καππαδοκίας καὶ Φρυγίας ἐκθειάζοντες καὶ δὴ ταύτην Ἱερουσαλὴμ ἡγούμενοι—ἔστι δὲ καὶ ἄλλη Πέπουζα—, γυναιξὶ δὲ ἀποδιδόντες τὸ ἄρχειν καὶ ἱερατεύειν. Μυοῦνται δέ τινα κατακεντοῦντες νέον παῖδα ῥαφίσι χαλκαῖς ὥσπερ οἱ Καταφρυγαστῶν καὶ τῷ αἵματι αὐτοῦ ἄλευρον φυράσαντες καὶ ἀρτοποιήσαντες προσφορὰν μεταλαμβάνουσι.

Καὶ δὴ τῇ Κυϊντίλλῃ ἢ Πρισκίλλῃ Χριστὸν ἐκεῖσε ἐν Πεπούζῃ ἀποκεκαλύφθαι ἐν εἴδει θηλείας μυθολογοῦσι. Κέχρηνται δὲ ὡσαύτως παλαιᾷ καὶ καινῇ διαθήκῃ κατὰ τὸν νοῦν τὸν ἴδιον μεταποιούμενοι. Τεσσαρεσκαιδεκατῖται. Οὗτοι μίαν ἡμέραν τοῦ ἐνιαυτοῦ τὸ πάσχα ἐκτελοῦντες, ἐν ὁποίᾳ ἂν ἡμέρᾳ ἐμπέσοι ἡ τῆς σελήνης τεσσαρεσκαιδεκαταία, ἤτοι ἐν σαββάτῳ ἤτοι ἐν κυριακῇ, ἐκείνην τε νηστεύοντες καὶ ἅμα ἀγρυπνοῦντες ἑορτάζουσιν.

Ἄλογοι, ἀφ᾽ ἡμῶν κληθέντες, οἱ τὸ εὐαγγέλιον τὸ κατὰ Ἰωάννην ἀθετοῦντες καὶ τὴν Ἀποκάλυψιν αὐτοῦ διὰ τὸ τὸν ἐλθόντα ἐκ τοῦ πατρὸς θεὸν λόγον ὄντα ἀεὶ μὴ δέχεσθαι. Ἀδαμιανοὶ παρά τινος Ἀδὰμ ζῶντος καλουμένου χλεύης μᾶλλον ἢ ἀληθείας τὸ δόγμα ἔχουσι. Γίνεται δέ τι τοιοῦτον· Γυμνοὶ συνάγονται ὡς ἐκ μητρὸς ἄνδρες καὶ γυναῖκες ἐπὶ τὸ αὐτὸ καὶ οὕτως τὰς ἀναγνώσεις καὶ τὰς εὐχὰς καὶ πᾶν ὁτιοῦν ἐκτελοῦσι, δῆθεν μονάζοντές τε καὶ ἐγκρατευόμενοι καὶ γάμον μὴ δεχόμενοι τὴν ἑαυτῶν ἐκκλησίαν παράδεισον ἡγοῦνται.

Σαμψαῖοι καὶ Ἐλκεσαῖοι, ἔτι δεῦρο τὴν Ἀραβίαν κατοικοῦντες καθύπερθεν τῆς νεκρᾶς θαλάσσης κειμένην· οἵτινες ἀπὸ τοῦ Ἠλξαΐ τινος ψευδοπροφήτου ἠπατημένοι, οὗ ἔτι δεῦρο ἐκ τῆς συγγενείας ὑπῆρχεν Μαρθοῦς καὶ Μαρθῖνα γυναῖκες προσκυνούμεναι ὑπὸ τῆς αἱρέσεως ὡς θεαί, παραπλησίως τῶν Ἐβιωναίων τὰ πάντα ἔχοντες.

Θεοδοτιανοί, οἱ ἀπὸ Θεοδότου τοῦ σκυτέως ἀπὸ Βυζαντίου. Οὗτος ἐν παιδείᾳ Ἑλληνικῇ ἄκρος γενόμενος, ἅμα δὲ ἄλλοις τῶν ἐν ἡμέραις τοῦ τότε διωγμοῦ μόνος ἐκπεσὼν μαρτυρησάντων ἐκείνων διὰ θεόν. Ἐπειδὴ οὖν οὗτος φυγὼν ὠνειδίσθη, ἐπενόησε, ψιλὸν ἄνθρωπον λέγειν τὸν Χριστόν, διὰ τὸ ἔγκλημα, ὅτι θεὸν ἠρνήσατο.

Μελχισεδεκιανοί. Οὗτοι τὸν Μελχισεδὲκ γεραίροντες, τινὰ δύναμιν αὐτὸν φάσκοντες καὶ μὴ ἄνθρωπον ψιλὸν καὶ εἰς τὸ τούτου ὄνομα πάντα ἀνάγειν καὶ λέγειν τετολμηκότες. Βαρδησιανισταί. Βαρδησιάνης οὗτος ἐκ τῆς Μεσοποταμίας ὡρμᾶτο· τὰ πρῶτα μὲν τῆς ἀληθινῆς πίστεως ὑπάρχων καὶ ἐν φιλοσοφίᾳ διαπρέπων, ἐκκλίνας δὲ τῆς ἀληθείας παραπλησίως Οὐαλεντίνῳ ἐδογμάτισε χωρὶς ἐνίων, ὧν διαφέρεται πρὸς Οὐαλεντῖνον.

Νοητιανοί. Νόητος οὗτος ἀπὸ Σμύρνης ὑπῆρχεν τῆς Ἀσίας. Ἐφ᾽ ἅρματι δὲ ἐνεχθεὶς σὺν ἄλλοις φησὶν υἱοπάτορα τὸν Χριστόν· ἐδίδαξε τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. Ἑαυτὸν δὲ ἔλεγεν εἶναι Μωσέα καὶ τὸν ἑαυτοῦ ἀδελφὸν Ἀαρών.

Οὐαλήσιοι. Οὗτοι, καθὼς ὑπειλήφαμεν, εἰσὶν οἱ τὴν Βάκαθον κατοικοῦντες, μητροκωμίαν τῆς Ἀράβων Φιλαδελφίας, οἱ τοὺς παρεντυγχάνοντας καὶ ἐπιξενουμένους παρ᾽ αὐτοῖς εὐνουχίζοντες· οἱ πλείους δὲ καὶ ἐν αὐτοῖς εὐνοῦχοι ὑπάρχουσιν ἀποτετμημένοι. Τινὰ δὲ ἕτερα διδάσκουσιν αἱρέσεως ἔμπλεα, ἀφηνιάζοντες τοῦ νόμου καὶ τῶν προφητῶν καὶ ἑτέρας τινὰς αἰσχρουργίας παρεισφέροντες.

Καθαροί, οὗτοι ἅμα Ναυάτῳ συναφθέντες τῷ Ῥωμαίῳ καὶ τοὺς διγάμους παντελῶς ἀποβάλλονται καὶ μετάνοιαν οὐ δέχονται. Ἀγγελικοί. Οὗτοι παντελῶς ἐξέλιπον, αὐχοῦντες ἀγγελικὴν ἔχειν τάξιν ἢ διὰ τὸ ἀγγέλοις προσκεκλῆσθαι.

Ἀποστολικοί, οἱ καὶ Ἀποτακτικοί. Καὶ οὗτοι περὶ τὴν Πισιδίαν, μόνον ἀποτακτικοὺς δεχόμενοι. Παραπλησιάζουσι δὲ τοῖς Ἐγκρατίταις, ἄλλα δὲ παρ᾽ αὐτοὺς φρονοῦσι. Σαβελλιανοί, οἱ τὰ ὅμοια Νοήτου δοξάζοντες παρὰ τὸ μὴ τὸν πατέρα λέγειν πεπονθέναι, λέγοντες προφορικὸν καὶ πάλιν ἀναχεόμενον τὸν λόγον.

Ὠριγενιανοί, οἱ ἀπό τινος Ὠριγένους· αἰσχροποιοὶ δὲ οὗτοί εἰσιν, ἀρρητοποιοῦντες καὶ τὰ ἑαυτῶν σώματα φθορᾷ παραδιδόντες. Ὠριγενιανοὶ ἄλλοι, Ὠριγένους τοῦ καὶ Ἀδαμαντίου τοῦ συντάκτου, οἱ τὴν τῶν νεκρῶν ἀνάστασιν ἀποβαλλόμενοι, Χριστὸν δὲ κτίσμα καὶ τὸ ἅγιον πνεῦμα εἰσηγούμενοι, παράδεισόν τε καὶ οὐρανοὺς καὶ τὰ ἄλλα πάντα ἀλληγοροῦντες, Χριστοῦ δέ ποτε πεπαῦσθαι τὴν βασιλείαν ληροῦντες καὶ ὁμοῦ τοὺς ἀγγέλους παυθήσεσθαι, Χριστὸν δὲ σὺν διαβόλῳ βασιλευθησόμενον καὶ δαίμοσι σταυρωθέντα Χριστὸν τερατεύονται.

Αὗται τοῦ τετάρτου τόμου, δευτέρου δὲ βιβλίου αἱρέσεις ιηʹ. Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ τόμῳ, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε. Παυλιανισταί, ἀπὸ Παύλου τοῦ Σαμοσατέως. Οὗτος ὁ Παῦλος ἀνύπαρκτον τὸν Χριστὸν ὀλίγου δεῖν διαβεβαιοῦται, λόγον προφορικὸν αὐτὸν σχηματίσας, ἀπὸ Μαρίας δὲ καὶ δεῦρο εἶναι, προκαταγγελτικῶς μὲν τὰ περὶ αὐτοῦ ἐν ταῖς θείαις γραφαῖς εἰρημένα ἔχοντος μέν, μὴ ὄντος δέ, ἀλλ᾽ ἀπὸ Μαρίας καὶ δεῦρο ἀπὸ τῆς ἐνσάρκου παρουσίας ἔχειν τὴν ὕπαρξιν.

Μανιχαῖοι, οἱ καὶ Ἀκονῖται. Οὗτοι Μάνη τοῦ Πέρσου μαθηταὶ Χριστὸν μὲν σχήματι λέγοντες, ἥλιον δὲ σέβοντες καὶ σελήνην ἄστροις τε καὶ δυνάμεσι καὶ δαίμοσιν εὐχόμενοι, ἀρχὰς δύο εἰσηγούμενοι, πονηράν τε καὶ ἀγαθήν, ἀεὶ οὔσας· Χριστὸν δὲ δοκήσει πεφηνέναι καὶ πεπονθέναι, παλαιὰν διαθήκην βλασφημοῦντες καὶ τὸν ἐν αὐτῇ λαλήσαντα θεόν, κόσμον οὐ τὸν πάντα, ἀλλὰ μέρος ἐκ θεοῦ γεγενῆσθαι ὁριζόμενοι.

Ἱερακῖται. Οὗτοι ἀπὸ Ἱέρακος τοῦ Λεοντοπολίτου τῆς Αἰγύπτου, ἐξηγητοῦ τινος, σαρκὸς μὲν ἀνάστασιν ἀθετοῦντες, χρώμενοι δὲ παλαιᾷ καὶ νέᾳ διαθήκῃ, ἀπαγορεύοντες γάμον παντελῶς, μονάζοντας δὲ καὶ παρθένους καὶ ἐγκρατευομένους δεχόμενοι καὶ χήρους, λέγοντες τὰ μηδέπω ἐν ἡλικίᾳ γεγονότα παιδία μὴ μετέχειν βασιλείας διὰ τὸ μὴ ἠθληκέναι.

Μελετιανοί, οἱ ἐν Αἰγύπτῳ σχίσμα ὄντες, οὐχ αἵρεσις, μὴ συνευχόμενοι τοῖς ἐν τοῖς διωγμοῖς παραπεπτωκόσι, νῦν δὲ Ἀρειανοῖς συναφθέντες. Ἀρειανοί, οἱ καὶ Ἀρειομανῖται καὶ Διατομῖται, οἱ τὸν υἱὸν τοῦ θεοῦ κτίσμα λέγοντες καὶ τὸ πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος, σάρκα μόνον τὸν σωτῆρα ἀπὸ Μαρίας εἰληφέναι διαβεβαιούμενοι, οὐχὶ δὲ καὶ ψυχήν.