Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Περὶ ἀρετῶν καὶ κακιῶν
Σκοπός της αρετής, το κατ' εικόνα και δοξολογία
Ορισμός της αρετής ως ελεύθερης επιλογής, θεολογική προσέγγιση του κατ' εικόνα και καθ' ομοίωσιν, και τελική κατακλείδα της πραγματείας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Σκοπός της αρετής, το κατ' εικόνα και δοξολογία
Ορισμός της αρετής ως ελεύθερης επιλογής, θεολογική προσέγγιση του κατ' εικόνα και καθ' ομοίωσιν, και τελική κατακλείδα της πραγματείας.
Ἀλλὰ ταῦτα μὲν οὕτως, ὡς εἴχομεν ἀμαθίας, ἀφελῶς ἐξεθέμεθα, εὐσύνοπτον καὶ σαφῆ σχεδιάσαντες τὸν περὶ ἀρετῶν καὶ παθῶν λόγον, ἵν᾽ εὐχερῶς ἔχῃ τις διακρίνειν τε καὶ διαγινώσκειν τὴν τούτων διαίρεσίν τε καὶ διαφορὰν, τῇ μὲν τούτων λεπτομερίᾳ καὶ σαφηνείᾳ. Δι᾽ αὐτὸ γὰρ τοῦτο, καὶ ποικίλον ἑκάστου καὶ πολυειδὲς ἐξεθέμεθα, ὡς μηδεμίαν, εἰ δυνατὸν, ἰδέαν ἀρετῆς καὶ κακίαν ἀγνοεῖσθαι· καὶ οὕτως τὰς μὲν εὐθύμως πρὸς ἑαυτοὺς ἐπισπασώμεθα, τὰς ἀρετὰς δηλονότι καὶ μᾶλλον ψυχικὰς, δι᾽ ὧν καὶ τῷ Θεῷ ἐγγίζομεν, τὰς δέ γε κακίας καὶ σφόδρα ἐκκλίναντες διαδιδράσκομεν· μακάριος γὰρ, ὡς ἀληθῶς, ὁ ἀρετὴν ζητῶν, καὶ ταύτην μετιών· καὶ ὅτι τί ἐστιν ἀρετὴ ἐπιμελῶς ἐρευνῶν, ὡς δι᾽ αὐτῆς ἐγγίζων τῷ Θεῷ, καὶ τούτῳ νοερῶς συγγινόμενος. Τοῦτο γὰρ κυρίως, φρόνησις .... σοφία τε καὶ γνῶσις ἀψευδὴς, καὶ πλοῦτος ἀναφαίρετος, τὸ διὰ πρακτικῆς ἀρετῆς πρὸς θεωρίαν ἀνάγεσθαι τοῦ ποιήσαντος. Ἀρετὴ δὲ καλεῖται, διὰ τὸ αἱρεῖσθαι· αἱρετὴ γὰρ καὶ θελητὴ, διὰ τὸ αἱρετῶς καὶ αὐτεξουσίως τὸ ἀγαθὸν ποιεῖν ἡμᾶς, οὐχὶ ἀβουλήτως καὶ ἀναγκαστῶς· φρόνησις δὲ λέγεται, τὸ παρὰ τῷ νοῒ φέρειν τὰ ὠφέλιμα.
Εἰ βούλει δὲ, προσθήσωμεν τῷ ἀφελεῖ τούτῳ λόγῳ, ὡς χρυσοῦν ἐπισφράγισμα, καὶ περὶ τοῦ κατ᾽ εἰκόνα, καὶ καθ᾽ ὁμοίωσιν, μικρὸν τοῦ τιμιωτάτου πάντων τῶν τοῦ Θεοῦ κτισμάτων, τὸ νοερὸν καὶ λογικὸν ζῶον ὁ ἄνθρωπος, μόνος ἐκ πάντων κατ᾽ εἰκόνα ἐστὶ, καὶ καθ᾽ ὁμοίωσιν Θεοῦ. Κατ᾽ εἰκόνα μὲν λέγεται πᾶς ἄνθρωπος, κατὰ τὸ τοῦ νοὸς ἀξίωμα, καὶ τὸ τῆς ψυχῆς, ἤτοι τὸ ἀκατάληπτον, τὸ ἀθεώρητον, τὸ ἀθάνατον, τὸ αὐτεξούσιον, ναὶ μὴν καὶ τὸ ἀρχηγὸν, καὶ τεκνογονικὸν, καὶ οἰκοδομικόν· καθ᾽ ὁμοίωσιν δὲ, κατὰ τὸν τῆς ἀρετῆς λόγον, καὶ τὰς θεωνύμους ταύτας καὶ θεομιμήτους πράξεις, ἤγουν κατὰ τὸ φιλανθρώπως πρὸς τὸ ὁμογενὲς διακεῖσθαι· οἰκτείρειν τε καὶ ἐλεεῖν, καὶ ἀγαπᾷν τὸ ὁμόδουλον, εὐσπλαγχνίαν τε πᾶσαν καὶ συμπάθειαν ἐνδείκνυσθαι. «Γίνεσθε γὰρ, φησὶ Χριστὸς ὁ Θεὸς, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ ἐν οὐρανοῖς οἰκτίρμων ἐστί.»
Καὶ τὸ μὲν κατ᾽ εἰκόνα, πᾶς ἄνθρωπος κέκτηται· ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ· τὸ δὲ καθ᾽ ὁμοίωσιν, σπάνιοι, καὶ μόνοι οἱ ἐνάρετοι καὶ ἅγιοι, καὶ τὴν τοῦ Θεοῦ ἀγαθότητα κατὰ τὸ δυνατὸν ἀνθρώποις μιμούμενοι· οὕτως ὑπεραγάθου φιλανθρωπίας ἀξιωθείημεν καὶ ἡμεῖς, εὐαρεστήσαντες αὐτῷ δι᾽ ἀγαθοεργίας, καὶ μιμηταὶ γενόμενοι τῶν ἀπ᾽ αἰῶνος εὐαρεστησάντων Χριστῷ· ὅτι αὐτῷ ἐστιν ἔλεος, καὶ αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, καὶ τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.