Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Περὶ ἀρετῶν καὶ κακιῶν
Η θεραπεία των παθών και η κατά Θεόν λειτουργία της ψυχής
Η θεραπευτική αντιστοίχιση αρετών και παθών και η ορθή λειτουργία του τριμερούς της ψυχής προς επίτευξη της απάθειας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η θεραπεία των παθών και η κατά Θεόν λειτουργία της ψυχής
Η θεραπευτική αντιστοίχιση αρετών και παθών και η ορθή λειτουργία του τριμερούς της ψυχής προς επίτευξη της απάθειας.
Ἀναιρεῖται μὲν ὑπὸ ἐγκρατείας ἡ γαστριμαργία· ὑπὸ δὲ θείου πόθου καὶ τῶν μελλόντων ἀγαθῶν ἐφέσεως, ἡ πορνεία· ὑπὸ δὲ συμπαθείας τῆς πρὸς τοὺς πένητας, ἡ φιλαργυρία· ὑπὸ δὲ τῆς ἀγαθότητος καὶ τῆς πρὸς πάντας ἀγάπης, ἡ ὀργή· ὑπὸ δὲ τῆς πνευματικῆς χαρᾶς, ἡ κοσμικὴ λύπη· ὑπὸ δὲ τῆς ὑπομονῆς καὶ τῆς καρτερίας, καὶ τῆς πρὸς θεῶν εὐχαριστίας, ἡ ἀκηδία· ὑπὸ δὲ τῆς κρυπτῆς μέντοι τῶν ἀρετῶν ἐργασίας, καὶ τῆς ἐν συντριβῇ καρδίας συνεχοῦς προσευχῆς, ἡ κενοδοξία· ὑπὸ δὲ τοῦ μὴ κρίνειν τινὰ ἢ ἐξουθενεῖν, ὡς ὁ μεγάλαυχος Φαρισαῖος, ἀλλ᾽ ἡγεῖσθαι ἑαυτὸν ἔσχατον πάντων, ἡ ὑπερηφανία.
Οὕτως οὖν τῶν εἰρημένων παθῶν ὁ νοῦς ἐλευθερωθεὶς, καὶ πρὸς Θεὸν ἀνυψωθεὶς, ἀπεντεῦθεν ζῇ τὴν μακαρίαν ζωὴν, τὴν ἀῤῥαβῶνα δεχόμενος τοῦ ἁγίου Πνεύματος· καὶ τῶν ἐντεῦθεν ἀποδημήσας, μετὰ ἀπαθείας καὶ γνώσεως ἀληθοῦς, παρίσταται τῷ φωτὶ τῆς ἁγίας Τριάδος, μετὰ τῶν θείων ἀγγέλων, εἰς αἰῶνας ἀπεράντους καταλαμπόμενος.
Τριμερὴς τοίνυν οὖσα, ὡς προδεδήλωται, ἡ ψυχή· τρία γὰρ, ὡς εἴρηται, τὰ μέρη ταύτης εἰσὶ, λογισμὸς, θυμὸς καὶ ἐπιθυμία· ἐάν ἐστιν ἐν τῷ θυμικῷ ἀγάπη, καὶ φιλανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ καθαρότης καὶ σωφροσύνη, ὁ λογισμός ἐστι πεφωτισμένος. Ἐὰν δὲ ἐν τῷ θυμικῷ ᾖ μισανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ ἀκολασία, ὁ λογισμός ἐστιν ἐσκοτισμένος· ὁ μὲν οὖν λογισμὸς τότε ὑγιαίνει καὶ σωφρονεῖ καὶ φωτίζεται, ὅτε τὰ πάθη ἔχει ὑποτεταγμένα, καὶ τοὺς λόγους τῶν κτισμάτων ἁγνικῶς θεωρεῖ, καὶ πρὸς τὴν μακαρίαν καὶ ἁγίαν Τριάδα ἀνάγεται. Ὁ δὲ θυμὸς τότε πάλιν κινεῖ τὸ κατὰ φύσιν, ὅτε πάντας ἀνθρώπους ἀγαπᾷ, καὶ πρὸς οὐδένα αὐτῶν ἢ λύπην, ἢ μνησικακίαν κέκτηται.
Ἡ δὲ ἐπιθυμία, ὅταν ὑπὸ ταπεινοφροσύνης καὶ ἐγκρατείας καὶ ἀκτημοσύνης νεκρώσῃ τὰ πάθη, τουτέστιν ἡδονὴν σαρκὸς, καὶ χρημάτων καὶ δόξης παρερχομένης ἔφεσιν, καὶ τραπῇ πρὸς τὸ θεῖον καὶ ἀθάνατον ἔρωτα· καὶ γὰρ ἡ ἐπιθυμία πρὸς τὰ τρία τὴν κίνησιν ἔχει, ἢ πρὸς ἡδονὴν σαρκὸς, ἢ πρὸς δόξαν κενὴν, ἢ καὶ πρὸς ἀπάτην χρημάτων, καὶ διὰ τὴν παράλογον ταύτην ἔφεσιν καταφρονεῖ τοῦ Θεοῦ, καὶ τῶν θείων αὐτοῦ ἐντολῶν, καὶ τῆς θείας εὐγενείας ἐπιλανθάνεται, καὶ πρὸς τὸν πλησίον ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει, καὶ οὐκ ἐᾷ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν· ὧν ὁ ἀνώτερον κτησάμενος φρόνημα, ἀπεντεῦθεν, ὡς προείρηται, ἀπολαμβάνει τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ζῇ μακαρίαν ζωὴν, προσδοκίᾳ τῆς ἀποκειμένης μακαριότητος, τοῖς ἀγαπῶσι τὸν Θεόν· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν διὰ τῆς χάριτος τοῦ Χριστοῦ. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.