Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ ἀρετῶν καὶ κακιῶν

Ἰωάννης ὁ Δαμασκηνός

Οι οκτώ λογισμοί της κακίας και τα στάδια της αμαρτίας

Απαρίθμηση των βασικών εμπαθών λογισμών και περιγραφή της εξέλιξής τους από την αρχική προσβολή έως την τελική αιχμαλωσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 5

Δέον οὖν ἐνθῆναι ἡμᾶς καὶ τὴν διάγνωσιν τῶν ἐμπαθῶν λογισμῶν, δι᾽ ὧν πᾶσα ἁμαρτία τελεῖται. Ὀκτώ εἰσι πάντες οἱ περιεκτικοὶ τῆς κακίας λογισμοί· ὁ τῆς γαστριμαργίας, ὁ τῆς πορνείας, ὁ τῆς φιλαργυρίας, ὁ τῆς ὀργῆς, ὁ τῆς λύπης, ὁ τῆς ἀκηδίας, ὁ τῆς κενοδοξίας, καὶ ὁ τῆς ὑπερηφανίας.

Τούτους ὀκτὼ λογισμοὺς παρενοχλεῖν μὲν, καὶ μὴ παρενοχλεῖν, οὐκ ἐφ᾽ ἡμῖν ἐστι· ἐμμένειν δὲ, ἢ πάθος κινεῖν, ἣ μὴ κινεῖν, τῶν ἐφ᾽ ἡμῖν ἐστιν. Ἄλλο δέ ἐστι προσβολὴ, καὶ ἄλλο συνδοιασμὸς, καὶ ἄλλο πάλη, καὶ ἄλλο πάθος, καὶ ἄλλο συγκατάθεσις, ἡ ἐγγίζουσα καὶ παρομοιοῦσα τῇ πράξει, καὶ ἄλλο ἐνέργεια, καὶ ἄλλο αἰχμαλωσία.

Καὶ προσβολὴ μέν ἐστιν ἡ ἁπλῶς γινομένη παρὰ τοῦ ἐχθροῦ ὑπόμνησις· οἷον, ποίησον τόδε ἢ τόδε. Ὡς ἐπὶ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν· «Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτος γένωνται·» τοῦτο ὡς εἴρηται, οὐκ ἐφ᾽ ἡμῖν ἐστι.

Συνδοιασμὸς δέ ἐστιν ἡ παραδοχὴ τοῦ ὑποβαλλομένου λογισμοῦ παρὰ τοῦ ἐχθροῦ, καὶ οἷον μετ᾽ αὐτοῦ μελέτη καὶ ἐνήδονος ὁμιλία ἡ παρὰ τῆς προαιρέσεως ἡμῶν. Πάθος δὲ, ἡ ἀπὸ τοῦ συνδοιασμοῦ ἕξις γινομένη παρὰ τοῦ ἐχθροῦ ὑποβαλλομένου πάθους, καὶ οἱονεὶ συνεχὴς μελέτη καὶ φαντασία. Πάλη δὲ, ἡ ἀντίστασις τοῦ λογισμοῦ, ἡ πρὸς ἀναίρεσιν τοῦ ἐν τῷ λογισμῷ πάθους, ἤτοι τοῦ ἐμπαθοῦς λογισμοῦ, ἢ πρὸς συγκατάθεσιν, καθώς φησιν ὁ Ἀπόστολος· «Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα δὲ ἀλλήλοις ἀντίκεινται.» Αἰχμαλωσία δέ ἐστι βιαία καὶ ἀκούσιος τῆς καρδίας ἀπαγωγὴ, ἀπὸ προλήψεως καὶ μακρᾶς συνηθείας τυραννουμένης· συγκατάθεσις δὲ, ἡ κατάνευσις πρὸς τὸ πάθος τοῦ λογισμοῦ. Ἐνέργεια δὲ, αὐτὴ ἡ πρᾶξις τοῦ ἐν συγκαταθέσει ἐμπαθοῦς λογισμοῦ· ὁ τοίνυν τὸ πρῶτον ἀπαθῶς λογιζόμενος, ἢ ἀντιῤῥήσει καὶ ἐμβριθείᾳ ἐκ πρώτης ἀποπεμπόμενος, ἤγουν τὴν προσβολὴν, πάντα τὰ ἔσχατα ὑφ᾽ ἓν περιέκοψε.