Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ ἀρετῶν καὶ κακιῶν

Ἰωάννης ὁ Δαμασκηνός

Αιτίες των παθών και το τριμερές της ψυχής

Ανάλυση των ριζών των παθών με επίκεντρο τη φιλαυτία, καθώς και εξέταση των παθών και της θεραπείας του λογιστικού, του θυμικού και του επιθυμητικού μέρους της ψυχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 5

Ῥίζαι δὲ πάντων τῶν παθῶν, καὶ, ὡς ἂν εἴποι τις προπέτειαι, φιληδονία, φιλοδοξία, φιλαργυρία, ἀφ᾽ ὧν ἀποτίκτεται πᾶν κακόν. Οὐχ ἁμαρτάνει δὲ ὁ ἄνθρωπος οὐδεμίαν ἁμαρτίαν, εἰ μὴ πρότερον οἱ κραταιοὶ οὗτοι γίγαντες, καθώς φησιν ὁ ἐν ἀσκηταῖς σοφώτατος, Μάρκος περιγένωνται καὶ κατακυριεύσωσιν αὐτοῦ· ἤτοι λήθη, ῥᾳθυμία, καὶ ἄγνοια· ταύτας δὲ ἀποτίκτει ἡδονὴ καὶ ἄνεσις, τὸ ἀγαπᾷν τὴν δόξαν τῶν ἀνθρώπων, καὶ τὸν περισπασμόν· πρωταίτιος δὲ τούτων ἁπάντων, καὶ οἷα μήτηρ κακίστη, ὡς προείρηται, ἡ φιλαυτία, ἤγουν ἄλογος φιλία τοῦ σώματος καὶ ἐμπαθὴς προσπάθεια· διάχυσις γὰρ καὶ ἔκλυσις νοὸς μετὰ εὐτραπελίας καὶ αἰσχρολογίας, πολλῶν κακῶν καὶ πτωμάτων πρόξενοι, ὡς ἡ παῤῥησία, καὶ ὁ γέλως.

Πρὸς τούτοις δὲ πᾶσι χρὴ γινώσκειν, ὡς ποικίλη τίς ἐστι καὶ πολύτροπος ἡ ἐμπαθὴς φιληδονία, καὶ πολλαὶ αἱ ἀπατῶσαι τὴν ψυχὴν ἡδοναὶ, ὅταν μὴ νήφουσα πρὸς Θεὸν, αἴρεται τῷ θείῳ φόβῳ, καὶ τῇ τοῦ Χριστοῦ ἀγάπῃ, τῆς τῶν ἀρετῶν ἐργασίας ἐπιμελουμένη.

Μυρίαι γὰρ φέρονται ἡδοναὶ πρὸς ἑαυτὰς ἕλκουσαι τοὺς τῆς ψυχῆς ὀφθαλμούς· αἱ τῶν σωμάτων, αἱ τῶν χρημάτων, αἱ τῆς τρυφῆς, αἱ τῆς δόξης, αἱ τῆς ῥᾳθυμίας, αἱ τῆς ὀργῆς, αἱ τῆς δυναστείας, αἱ τῆς φιλαργυρίας, αἱ τῆς πλεονεξίας· καὶ φαίνονται ἐν ἀπάτῃ λαμπρὰς ἔχουσαι τὰς ὄψεις, καὶ εὐαρέστους· ἱκαναὶ ἐπισπάσασθαι τοὺς περὶ ταῦτα ἐπτοημένους, καὶ μὴ σφόδρα τῆς ἀρετῆς ἐρῶντας, καὶ τὴν ταύτης ὑπομένοντας σκληρότητα. Καὶ πᾶσα γὰρ σχέσις γηΐνη, καὶ ἡ πρός τι τῶν ὑλικῶν προσπάθεια, ἡδονὴν καὶ τέρψιν ποιεῖ τῷ προσπαθητικῷ, καὶ ἀνόνητον καὶ βλαβεράν. Τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν ἐμπαθὲς ἐν τούτῳ δεικνύει, ὡς τούτου ἕνεκεν, θυμῷ καὶ ὀργῇ, λύπῃ τε καὶ μνησικακίᾳ, τῇ τοῦ ποθουμένου ἀποστερήσει τὸν ἡττώμενον καθυποβάλλεσθαι.

Εἰ δὲ μετὰ τῆς προσπαθείας καὶ μικρὰ ἐπικρατήσει συνήθεια, ἀναισθήτως φάναι, καὶ ἀνιάτως ἄχρι τέλους τῆς ἀλόγου προσπαθείας ἔχεσθαι, διὰ τῆς ἐνταῦθα κεκρυμμένης ἡδονῆς τὸν ἁλόντα παρασκευάζει. Πολυσχεδὴς γάρ ἐστιν ἡ τῆς ἐπιθυμίας ἡδονὴ, ὡς προείρηται· καὶ οὐ μόνον τῇ πορνείᾳ, καὶ τῇ ἄλλῃ σωματικῇ ἀπολαύσει ἀποπληροῦται, ἀλλὰ καὶ τοῖς λοιποῖς πάθεσιν. Ἐπεὶ τὸ σωφρονεῖν οὐ τοῦτο μόνον ἐστὶ, τὸ πορνείας ἀπέχεσθαι, καὶ τῶν ὑπογαστρίων ἡδονῶν, ἀλλὰ καὶ ἀπὸ τῶν λοιπῶν ἡδονῶν ἐκτὸς εἶναι. Ἔνθεν καὶ ὁ φιλοχρηματίας καὶ ὁ φιλαργυρίας, καὶ ὁ πλεονεξίας ἐρῶν, ἀκόλαστος· ὥσπερ γὰρ ἐκεῖνος σώματος ἐρᾷ, οὕτω καὶ οὗτος χρημάτων. Μᾶλλον δὲ οὗτος ἀκολαστότερος, ὅσῳ οὐδὲ τοσαύτην ἔχει βίαν ἐκ τῆς φύσεως συνωθοῦσαν αὐτόν. Καὶ γὰρ ἀμαθὴς ἡνίοχος ἐκεῖνος ἂν, ὡς ἀληθῶς καὶ μάλιστα λέγοιτο, οὐχ ὁ τὸν σκληρὸν καὶ δυσήνιον μὴ κατέχων ἵππον, ἀλλ᾽ ὁ τὸν ἥμερον καὶ ἐπιεικέστερον, μὴ δυνάμενος ὑποτάξαι.

Καὶ δῆλόν ἐστι πανταχόθεν, ὡς περιττὴ καὶ οὐ κατὰ φύσιν ἐστὶν ἡ τῶν χρημάτων ἐπιθυμία, ἅτε μὴ ἐκ φύσεως τὴν βίαν ἔχουσα, ἀλλ᾽ ἐκ τῆς μοχθηρᾶς προαιρέσεως. Διὸ καὶ ἀσύγγνωστα ἁμαρτάνει ὁ ταύτῃ ἑκὼν ἡττώμενος· ὥστε χρὴ σαφῶς ἐπιγινώσκειν ἡμᾶς, οὐκ εἰς τρυφὴν μόνον, καὶ τὴν τῶν σωμάτων ἀπόλαυσιν ἡ φιληδονία ὁρίζεται, ἀλλ᾽ ἐν παντὶ τρόπῳ καὶ πράγματι προαιρέσει ψυχῆς ἀγαπωμένῳ καὶ προσπαθείᾳ. Ἵνα δὲ σαφέστερον ἔτι τὰ πάθη κατὰ τὸ τῆς ψυχῆς τριμερὲς διαγινώσκηται, καὶ τάδε ἐν ἐπιτόμῳ προσθῆναι διεκρίναμεν.

Περὶ τοῦ τριμεροῦς τῆς ψυχῆς. Ἡ ψυχὴ διαιρεῖται εἰς τρία· λογιστικὸν, θυμικὸν, καὶ ἐπιθυμητικόν. Ἐκ τοῦ μὲν λογικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἀπιστία, αἵρεσις, ἀφροσύνη, βλασφημία, ἀχαριστία, καὶ αἱ συγκαταθέσεις σωματικῶν ἁμαρτημάτων, αἳ γίνονται ἐκ τοῦ παθητικοῦ μέρους.

Ἡ δὲ τούτων τῶν κακῶν ἴασις καὶ θεραπεία ἡ ἀδίστακτός ἐστι πίστις πρὸς τὸν Θεὸν, τὰ ἀληθινὰ καὶ ἀπλανῆ καὶ ὀρθόδοξα δόγματα τῆς εὐσεβείας, ἡ συνεχὴς μελέτη τῶν λογίων τοῦ πνεύματος, ἡ καθαρὰ προσευχὴ καὶ ἀδιάλειπτος, καὶ ἡ πρὸς Θεὸν εὐχαριστία.

Περὶ τοῦ θυμικοῦ. Τοῦ δὲ θυμικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ ἀσπλαγχνία, τὸ μῖσος, τὸ ἀσυμπαθὲς, τὸ μνησίκακον, ὁ φθόνος, καὶ ὁ φόνος, καὶ ἡ συνεχὴς πρὸς τὰ τοιαῦτα μελέτη. Ἡ δὲ τούτων ἴασις καὶ θεραπεία, ἡ φιλανθρωπία, ἡ ἀγάπη, καὶ ἡ χρηστότης.

Περὶ τοῦ ἐπιθυμητικοῦ. Τοῦ δὲ ἐπιθυμητικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ γαστριμαργία, ἡ λαιμαργία, ἡ οἰνοφλυγία ἡ πορνεία, ἡ μοιχεία, ἡ ἀκαθαρσία, ἡ ἀσέλγεια, ἡ φιλοχρηματία, ἡ τῆς κενῆς δόξης ἐπιθυμία, χρυσοῦ τε καὶ πλούτου, καὶ τῶν σαρκικῶν ἡδονῶν. Ἡ δὲ τούτων ἴασις καὶ θεραπεία, ἡ νηστεία, ἡ ἐγκράτεια, ἡ κακοπάθεια, ἡ ἀκτημοσύνη, ὁ τῶν χρημάτων πρὸς πένητας σκορπισμὸς, ἡ τῶν μελλόντων ἐκείνων ἀθανάτων ἀγαθῶν ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ ὄρεξις, καὶ ἡ τῆς υἱοθεσίας ἐπιθυμία.