Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ νηστείας

Ἰωάννης ὁ Δαμασκηνός

Προοίμιο και αφορμή της συγγραφής

Αναφορά στη δωρεά της φρονήσεως και εξήγηση της συγγραφικής απόφασης ως ανταπόκριση στην αδελφική προτροπή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 6

ΙΩΑΝΝΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΔΑΜΑΣΚΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΑΓΙΩΝ ΝΗΣΤΕΙΩΝ. Τῷ εὐλογημένῳ καὶ γνησίῳ δούλῳ Χριστοῦ, κυρίῳ Κομητᾴ, πνευματικῷ ἀδελφῷ, Ἰωάννης ἐλάχιστος. Πολλῶν καὶ ἀπείρων δωρεὼν παρὰ Θεοῦ τοῖς ἀνθρώποις δεδωρημένων, ἐξαίρετον καὶ πρῶτον τὸ τῆς φρονήσεως δῶρον καθέστηκεν. Διάκρισις γάρ ἐστιν ἀγαθοῦ τε καὶ κακοῦ· ὁ δὲ ἄριστα διελὼν, ἄριστα καὶ τὸ συμφέρον ἐξελέξατο, τὸν λόγον ἔχων τῶν αὐτῷ κατηκόων ἡνίοχον. Ταύτης ἐστὶ τῆς φρονήσεως τόκος ὥριμος τὸ Σολομώντειον ἐκεῖνο ῥητὸν, «Καιρὸς τῷ παντὶ πράγματι·» τοῦτο δηλοῦντος τοῦ λόγου, ὅτι τὸ πᾶν ἐστι τὸ ἀγαθόν· οὐκ ἐν τοῖς οὖσι γὰρ τὸ κακὸν, φυγὴ δὲ μᾶλλον τοῦ ἀγαθοῦ καὶ ἀναίρεσις.

Ὅτε τοίνυν ἕκαστον καλὸν κριθείη· φημὶ δὴ ὀρθῷ λόγῳ· ἀκρισία γὰρ μᾶλλον, ἤπερ κρίσις, τὸ κακῶς κεκριμένον· καιρὸς τοῦ σιωπᾷν, ὅτε τοῦτο καλόν· καὶ καιρὸς τοῦ λαλεῖν, ὅταν ἐρωτῷτό τις. Πρὶν γὰρ ἐρωτηθῆναι λαλῆσαι, καὶ πρὶν ἀποσταλῆναι πορευθῆναι, μωρία τῷ λαλοῦντι καὶ βαίνοντι. Ἡ δὲ τῶν πραγμάτων περίστασις, ὅταν ἀνάγκη λαλεῖν, καὶ τὸ μὴ λαλεῖν οὐκ ἀκίνδυνον. Ἔστι δ᾽ ὅτε καὶ τὸ πρέπον τοῦ δοκοῦντος καλοῦ προτιμητέον. Ἐμοὶ μὲν οὖν πᾶς καιρὸς τοῦ σιωπᾷν· τὸ γὰρ λαλεῖν ὑπὲρ τῆς ἐμαυτοῦ ἀπροσεξίας ἀφῄρημαι, καὶ ἄλλως κατὰ πρόσωπον σοφῶν καὶ ὑψηλῶν τὴν διάνοιαν, οἷς ἡ ἀρετὴ τὸ ἄρχειν ἐνδίκως περιεποιήσατο, πῶς ὁ πένης τὴν ἀρετὴν φθέγγοιτο; Ταῦτα κατὰ νοῦν ἔχων, καὶ νῦν ἂν ἐσιώπησα, εἰ μὴ τὸ αἰδέσιμον τῆς σῆς, ὦ προσφιλέστατε, θεοφρουρήτου εὐκλείας πρὸς τὸ γράφειν ἐξεβιάσατο. Πολλὴν γὰρ τὴν τῶν τιμίων ἡμῶν γραμμάτων ἔπειξιν ἰδὼν, ἔκρινα μὴ ἄλλως καὶ μάτην ὑμᾶς πρὸς τὸ λέγειν προτρέπεσθαι, εἰ μή τις ἀνάγκη πρὸς τοῦτο κατήπειγε. Γράφω τοίνυν τῇ ἀρετῇ καὶ φιλίᾳ σου βιασθεὶς, καί μοι συγγνώτω πᾶς ὅστις οἶδε τῶν βιασαμένων τὸ ἰσχυρόν· γράφω δὲ μηδὲν τῆς ἀληθείας, ὡς οἷόν τε προτιθεὶς, ἣν ἁπάντων προτιμητέον, καὶ τοῦ ζῇν, μεθ᾽ ἧς τὸ ζῇν αἱρετὸν, καὶ δι᾽ ἣν θάνατος τοῦ ζῇν αἱρετώτερος.