Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ νηστείας

Ἰωάννης ὁ Δαμασκηνός

Επίλογος και δοξολογία

Ολοκλήρωση της επιχειρηματολογίας του συγγραφέα με ευχή για την ειρήνη της Εκκλησίας και τον πνευματικό εορτασμό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 6

ζʹ. Ταῦτα μὲν ἡμῖν δοκοῦντα, καὶ πᾶσιν οὕτως περὶ τούτων διαλεγόμεθα· τὰς δὲ περὶ τούτων χρήσεις πρὸς τὸ παρὸν διὰ τὴν τοῦ ἐπιστοληφόρου σπουδὴν, εὐλήπτους οὔσας παρ᾽ ἡμῖν, παρήκαμεν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τὴν ἔχθραν ἐν τῷ σταυρῷ αὐτοῦ· ὁ καταλλάξας ἡμᾶς τῷ ἑαυτοῦ Πατρί· τὴν εἰρήνην αὐτοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν, βραβεύσει τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ, καὶ περιελεῖ τὰ σκάνδαλα, καὶ ἀξιώσει νηστεύειν νηστείαν δεκτὴν, ἣν οὗτος ἐξελέξατο, λύειν στραγγαλιὰς βιαίων συναλλαγμάτων, καὶ διαθρύπτειν πεινῶσι τὸν ἄρτον, τόν τε τοῦ σώματος, καὶ τὸν τῆς ψυχῆς οὐκ ἔλαττον, ὃν λόγον φημὶ σωτήριον, καὶ ποιήσει πνευματικῶς νηστεύειν, καὶ ἐσθίειν, καὶ ἑορτάζειν, πάντα εἰς δόξαν αὐτοῦ ποιοῦντας, καὶ φρονοῦντας, καὶ λέγοντας· ἵνα μὴ δι᾽ ἡμᾶς βλασφημῆται τὸ ὄνομα αὐτοῦ ἐν τοῖς ἔθνεσι, δοξάζηται δὲ μᾶλλον· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.