Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ νηστείας

Ἰωάννης ὁ Δαμασκηνός

Ορθόδοξος υπολογισμός της Τεσσαρακοστής και εκκλησιαστική παράδοση

Εξέταση του κανονικού υπολογισμού της Τεσσαρακοστής σύμφωνα με τη διδασκαλία των Πατέρων και την άγραφη παράδοση, καθώς και διάκριση μεταξύ του κοινού κανόνα και της προαιρετικής άσκησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 6

Εἰ δὲ τὸ ἡμῖν δοκοῦν δημοσιεύειν χρεὼν, τοῦτό φαμεν, ὅτι τοῦ μύστου τῆς ἀληθείας ἁγίου Πατρὸς ἡμῶν Βασιλείου ἑπτὰ τὰς πάσας τῶν ἁγίων νηστειῶν ἑβδομάδας φήσαντος ἐν τῷ Κατὰ μεθυόντων λόγῳ, καὶ τοῦ τῆς θεολογίας ἐπωνύμου Γρηγορίου τῇ τεσσαράκοντα ἡμερῶν νηστείᾳ τοῦ Κυρίου, τύπον καὶ μίμημα τὰς νηστείας ταύτας δωρησαμένου ἐν τῷ Περὶ βαπτίσματος λόγῳ, ἀνάγκη ἀμφότερα συμβιβάζειν ἀλλήλοις, ἵνα μὴ ἀσύμφωνα τὰ τῶν θείων ἀνδρῶν φωραθείη δόγματα. Τοῦτο γάρ ἐστι τὸ τὴν στάσιν κινοῦν, τὸ μὴ διακρίνειν τῶν λεγομένων τὴν δύναμιν· οὐ γὰρ, ὥς τινες ὑπενόησαν, δεκάτας τῶν τοῦ ἐνιαυτοῦ νηστεύειν νενομοθετήμεθα· κανὼν γάρ ἐστι διατετυπωμένος ἀριδήλως Τεσσαρακοστὴν νηστεύειν νομοθετῶν· αἱ δὲ τοῦ ἐνιαυτοῦ δεκάδες, οὐ τεσσαράκοντα. Πῶς οὖν οἱ πέντε τῆς ἑβδομάδος νηστεύοντες, τὸν ἀριθμὸν περανοῦμεν τῶν τεσσαράκοντα, εἰ μὴ τῶν ὀκτὼ ἑβδομάδων τὰς πεντάδας νηστεύσαιμεν; Πρὸς ταῦτα τοίνυν φαμὲν, ὡς ἀνεγνωκότες τὰς τῶν ἁγίων ἀποστόλων διαταγὰς, ἐντεταγμένον εὕρομεν· Χρὴ νηστεύειν τὴν ἁγίαν Τεσσαρακοστὴν, ἀρχομένους ἀπὸ δευτέρας, καὶ λήγοντας εἰς Παρασκευὴν, μεθ᾽ ἣν τῆς ἑβδομάδος τοῦ πάθους ἀρχόμεθα. Εἰ τοίνυν δι᾽ ὀκτὰ ἑβδομάδων ἡ Τεσσαρακοστὴ τελειοῦται, μετὰ δὲ ταύτας τῆς τοῦ πάθους ἀρχόμεθα, ἐννέα τὰς πάσας ἑβδομάδας νηστεύειν χρεών.

Ὁ μέντοι πολὺς τὴν θείαν γνῶσιν καὶ ἀρετὴν Ἀθανάσιος, ἐν τοῖς ἑορταστικοῖς αὐτοῦ λόγοις ἓξ τὰς τῆς Τεσσαρακοστῆς ἑβδομάδας ἐκφανέστερον ἀπεφήνατο· μεθ᾽ ἃς τῆς τοῦ πάθους ἑβδομάδος προστάττει ἀπάρχεσθαι Ἐξ ὧν ἁπάντων εἰς τοιαύτην κατηντήσαμεν ἔννοιαν, ὅτι νηστεία ἐστὶν οὐ μόνον ἡ παντελὴς ἕωθεν μέχρις ἑσπέρας ἀσιτία, ἀλλὰ καὶ ἡ τινῶν βρωμάτων ἀποχή· νηστεύειν γὰρ οἴνου καὶ κρεῶν λεγόμεθα. Ἐπεὶ τοίνυν κανὼν τῶν ἁγίων ἀποστόλων διατετύπωται, μὴ νηστεύειν Σαββάτῳ καὶ Κυριακῇ, καὶ νηστεύειν τὴν ἁγίαν Τεσσαρακοστὴν, τυχὸν τὰς μὲν πέντε τῆς ἑβδομάδος τὴν παντελῆ ἀσιτίαν νηστεύειν· τὰς δὲ δύο τοῦ Σαββάτου καὶ τῆς Κυριακῆς ἡμέρας τὴν τινῶν βρωμάτων ἀποχὴν προστέταχεν.

Ἰστέον γὰρ ὅτι ὡς δύο πόνων προκειμένων ἰσχυρότερος ἐκνικᾷ καὶ προκρίνεται· οἷον νενομοθέτηται περιτομὴ ὀκταήμερος, καὶ ἡ τοῦ Σαββάτου τήρησις. Τὸ τοίνυν Σαββάτῳ γεγεννημένον, τῷ Σαββάτῳ περιτμηθήσεται, καὶ λύει τὸν τοῦ Σαββάτου νόμον ἡ τῆς περιτομῆς νομοθεσία· οὕτω κἀνταῦθα ταῖς πέντε τῆς ἑβδομάδος τὴν μέχρι τῆς ἑσπέρας νηστείαν νομοθετῆσαν διὰ τῶν ὑπηρετῶν τοῦ λόγου τὸ Πνεῦμα τὸ ἅγιον, Σαββάτῳ καὶ τῇ Κυριακῇ τὴν τινῶν βρωμάτων ἀποχὴν διωρίσατο, διὰ τὸ ἐπικρατὲς τῆς ἀναστάσεως, ἣν τὴν Κυριακὴν ἡμέραν οἴδαμεν, καὶ τὴν ὑπὲρ πάντων τῶν προκεκοιμημένων ἁγίων προσφορὰν, ἣν κατὰ πᾶν Σάββατον ἐπιτελεῖν προστετάγμεθα, διὰ τὸ πρὸ τοῦ Πάσχα Σάββατον, ἐν ᾧ τὸν ἰσχυρὸν Χριστὸς ἔδησε, καὶ τὰ τούτου σκεύη διήρπασεν, ὃ μόνον Σάββατον νηστεύειν χρεὼν τοὺς τὴν τῆς ἀναστάσεως χαρὰν ἀναμένοντας.

εʹ. Οὕτως τοίνυν καὶ τὴν συνήθειαν τῆς Ἐκκλησίας ἐξ ἀγράφου παραδόσεως ἐπιστάμεθα, μίαν προνήστιμον ἑβδομάδα, ἐν ᾗ μόνων τῶν κρεῶν ἀποχὴ καὶ ἡ μέχρις ἑσπέρας νηστεία ἐπετελεῖτο, μηδαμῶς τρίτης, ἢ ἕκτης, ἢ ἐννάτης, ἢ τῆς τῶν ἁγίων προηγιασμένων τελετῆς γενομένης. Ἓξ δὲ, ἐν αἷς αἱ τριτοεκτοεννάται καὶ προηγιασμέναι ἐπιτελοῦνται, ὠῶν τε, καὶ τυροῦ, καὶ τῶν τοιούτων μετὰ τῶν κρεῶν ἀποχαί. Τῇ δὲ τοῦ πάθους ἑβδομάδι ξηροφαγία νενομοθέτητο, οὐ μέντοι προηγιασμένων τελετή· εἶτα τῇ ἁγίᾳ πέμπτῃ ἡ τῶν μυστηρίων τελετὴ, ἐν ᾗ καὶ ἀπήρξατο.

Εἶτα τῇ Παρασκευῇ τῇ ἁγίᾳ καὶ φρικτῇ παντελὴς ἀσιτία μέχρι τῆς τοῦ Σαββάτου ἑσπέρας· καὶ τῇ μὲν ἑσπέρᾳ τοῦ Σαββάτου, τῶν μὲν λοιπῶν ἐσθιομένων, τῶν κρεῶν οὐ μετέχουσι· τῇ δὲ ἁγίᾳ τῆς ἀναστάσεως Κυριακῇ, τῇ μιᾷ τῶν Σαββάτων, καὶ τῶν κρεῶν μετέχουσιν οἱ βουλόμενοι.

ϛʹ. Ταύτην τὴν ἀκολουθίαν ἐφθάσαμεν· οὗτος ὁ κοινὸς ὅρος καὶ νόμος τῆς Ἐκκλησίας, ὃν καὶ ἐν τῇ ἁγίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Ἀναστάσει ἐπιτελούμενον οἴδαμεν· τὸ δὲ περισσεύειν ἐν τῷ κακῷ, καὶ ἐπιδαψιλεύσασθαι τὴν ἀρετὴν, οὐκ ἀδόκιμον, οὐδὲ ἀποβλητὸν, ἀλλὰ Θεῷ καὶ ἀνθρώποις εὐάρεστον, τοῖς γε νοῦν ἔχουσιν· οὐ μέντοι ἐκ βίας, ἢ ἐξ ἀνάγκης, πειθοῖ δὲ μᾶλλον, καὶ μάλιστα διὰ τὸ τοῦ καιροῦ δυσχερὲς, καὶ τὴν τῶν πραγμάτων ἀνωμαλίαν. Ἀμφότερα γὰρ νῦν μᾶλλον χρήσιμα καὶ ἀναγκαῖα, τό τε προστιθέναι τῷ καλῷ, καὶ τὸ τῆς βίας ἀπέχεσθαι.

Τίς δοίη πάντα τὸν τῆς ζωῆς ἡμῶν χρόνον μίαν ἐπιτελεῖσθαι νηστείαν; Ἀλλ᾽ ἕτερος ὁ τῆς παραινέσεως, καὶ ἕτερος ὁ τῆς νομοθεσίας τρόπος. Ἀρκείτω τὰ νομοθετηθέντα ὑπὸ τοῦ Πνεύματος. Νουθετείσθω ἡ προσθήκη τοῦ ἀγαθοῦ.