Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ θεολογίας

Ἰωάννης ὁ Δαμασκηνός

Θεολογία και Αγία Τριάδα

Σύντομη ανάπτυξη της διδασκαλίας για τις τρεις υποστάσεις της μίας θεότητας και τα υποστατικά ιδιώματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 2

Τοῦ αὐτοῦ. Οὐ τοσοῦτον ἐκ τῆς θείας Γραφῆς τὸν περὶ τῆς Τριάδος διδασκόμεθα λόγον, ὅσον ἐκ τῆς φυσικῆς ἀκολουθίας. Τοῦ αὐτοῦ, περὶ τῆς θεολογίας. Ἐπὶ μὲν τῆς θεολογίας εἷς Θεὸς δοξάζεται καὶ προσκυνεῖται ἐν τρισὶν ὑποστάσεσι· μία θεότης, μία φύσις, μία οὐσία, μία δύναμις καὶ ἐξουσία, ἓν θέλημα· τρία δὲ πρόσωπα, καὶ τρεῖς ὑποστάσεις, ἑκάστη μετὰ τῆς ἰδιότητος. Ἴδιον γὰρ τοῦ Πατρὸς τὸ ἀγέννητον· ἴδιον δὲ τοῦ Υἱοῦ τὸ γεννητόν· καὶ ἴδιον τοῦ Πνεύματος τὸ ἐκπορευτόν. Θεὸς ὁ Πατὴρ ἄναρχος· Θεὸς ὁ Υἱὸς συνάναρχος, εἰ καὶ ἐκ τοῦ Πατρός· Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, συναΐδιον καὶ συνάναρχον, ἐκ τοῦ Πατρὸς προϊὸν, οὐχ υἱϊκῶς γεννώμενον ὡς Υἱὸς, ἀλλ᾽ ἐκπορευτῶς. Ἓν τὰ τρία τῇ Θεότητι, κἀν τρισὶν ὑποστάσεσιν.