Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῆς ἁγίας τριάδος

Ἰωάννης ὁ Δαμασκηνός

Ερωταποκρίσεις επί θεολογικών και χριστολογικών όρων

Ερμηνεία και ετυμολογική ανάλυση βασικών όρων της θεολογίας, με έμφαση στα ονόματα του Θεού, τα πρόσωπα της Αγίας Τριάδας και τη χριστολογική ορολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 3

εʹ. Ἐρώτ. Πόθεν ἐτυμολογεῖται Θεός; Ἀπόκρ. Παρὰ τὸ, θῶ, τὸ κατασκευάζω, καὶ ποιῶ· ὡς πάντων ποιητὴς, καὶ τῆς τῶν πάντων κατασκευῆς αἴτιος, ἢ παρὰ τὸ, θέω, τὸ τρέχω. Καὶ γὰρ Θεὸς πανταχοῦ πάρεστι. Ἢ Θεὸς, παρὰ τὸ θεᾶσθαι· ἐθεάσατο γὰρ ὁ Θεὸς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Κύριος δὲ παρὰ τὸ κῦρος, ὃ σημαίνει τὴν ἐξουσίαν. Ἐρώτ.

Τί ἐστιν ἕνωσις; Ἀπόκρ. Τὸ καθ᾽ ὑπόστασιν, καὶ τὸ ἐκ διαφόρων φύσεων ὑφεστὼς πρᾶγμα. Ἐρώτ. Μεταδοτική ἐστιν ἡ θεία φύσις, ἢ μεταληπτική; Ἀπόκρ. Μεταδοτική. Ἐρώτ. Τί ἐστι συναλοιφή; Ἀπόκρ. Ἡ σύγχυσις. Ἐρώτ. Ποίοις ὀνόμασι τιμᾶται ὁ Πατὴρ, καὶ κατὰ τί εἴρηται Πατήρ;

Ἀπόκρ. Εἷς Πατὴρ, ὁ ἅγιος Θεὸς, καὶ παντοκράτωρ, ἄναρχος, ἀΐδιος, ἀθάνατος, ἀπερίβλεπτος, ἀνερμήνευτος, ἀτελεύτητος, ἀδιάδοχος, ἀκίνητος, ἀνεξερεύνητος. Εἴρηται Πατὴρ, διὰ τὸ πάντα τηρεῖν. Ἐρώτ. Ποίοις ὀνόμασι τιμᾶται ὁ Υἱὸς, καὶ κατὰ τί εἴρηται Υἱός; Ἀπόκρ. Εἷς Υἱὸς, ὁ ἅγιος Λόγος, ἄῤῥητον γέννημα, ἀμύθητος Λόγος, ἀπερίβλεπτος νοῦς, φῶς ζωῆς, ἥλιος δικαιοσύνης, ποιμὴν, θύρα, ὁδὸς, ἀμνός. Υἱὸς δὲ εἴρηται, ὅτι ἐκ τοῦ Πατρός.

Ἐρώτ. Ποίοις ὀνόμασι τιμᾶται τὸ Πνεῦμα τὸ ἅγιον; κατὰ τί εἴρηται Πνεῦμα; Ἀπόκρ. Ἓν Πνεῦμα ἅγιον, κύριον, ζωοποιὸν, φιλάνθρωπον, ἐνούσιον, ἐνύπαρκτον, ἐνυπόστατον, βέβαιον, ὀξὺ, ἀμέριμνον, δύναμις ἁγιαστικὴ, ὁμοούσιον Πατρὶ καὶ Υἱῷ. Ἀτμὶς γάρ ἐστι τῶν ἄνω δυνάμεων τοῦ Θεοῦ· Πνεῦμα δὲ εἴρηται, διὰ τὸ καθ᾽ ὃ ἐὰν βουληθῇ νεύειν καὶ πνεῖν. Ἐρώτ. Τί ἐστιν Ἰησοῦς Χριστός; Ἀπόκρ.

Κύριος χωρὶς ἁμαρτίας ἐνανθρωπήσας. Ἐρώτ. Τί ἐστι Χριστός; Ἀπόκρ. Σύμβολον θεότητος καὶ ἐμψύχου σαρκὸς, ἄτρεπτος ἕνωσις· Χριστὸς δὲ λέγεται, ἐπειδὴ καθ᾽ ἡμᾶς ἐχρήσατο σαρκί. Ἐρώτ. Τί ἐστιν ἅγιος; Ἀπόκρ. Ὁ ἁγιάζων καὶ ἁγιαζόμενος.

Ἐρώτ. Τί ἐστιν, Λόγος; Ἀπόκρ. Λόγος ἐστὶν οὐσιωδὴς, ἀεὶ τῷ Πνεύματι συμπαρών· Ἐρώτ. Ἐν ποίᾳ ὑποστάσει προσκυνεῖς τὸν Υἱὸν τοῦ Θεοῦ; Ἀπόκρ. Ἐν τῇ τοῦ Θεοῦ Λόγου ὑποστάσει μίαν φύσιν σεσαρκωμένην καὶ προσκυνουμένην, μίαν προσκύνησιν, ἐπεὶ ἐκ δύο συνελθουσῶν ἓν τὸ προσκυνούμενον πρόσωπον. Οὐσίαι δύο, ἐνέργειαι δύο, θελήματα δύο, αὐτεξούσια δύο· πενταχῶς δὲ ἡ ὑπόστασις· ὑπόστασις, καὶ πρόσωπον, καὶ χαρακτὴρ, καὶ ἴδιον, καὶ ἄτομον.