Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῆς πίστεως κατὰ Νεστοριανῶν

Ἰωάννης ὁ Δαμασκηνός

Εισαγωγή και ομολογία πίστεως

Εισαγωγικές παρατηρήσεις και η θεμελιώδης διακήρυξη του τριαδικού και χριστολογικού δόγματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 9

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Δαμασκηνοῦ λόγος περὶ πίστεως κατὰ Νεστοριανῶν. Ἔδει μὲν ἡμᾶς τοὺς ὑπὸ θεοῦ σεσωσμένους διὰ τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ, ὃν ἔδωκε λύτρον ὑπὲρ ἡμῶν, κατὰ τὸν τοῦ κυρίου λόγον πιστεύειν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ἕνα θεὸν καὶ μίαν οὐσίαν θεότητος ἐν τρισὶν ὑποστάσεσιν, ὅτι τε ὁ λόγος τοῦ θεοῦ διὰ τὴν ἡμετέραν σωτηρίαν σὰρξ ἀτρέπτως ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πειθομένους τοῖς ἱεροῖς εὐαγγελλίοις, ἀλλ᾽, ἐπειδὴ ὁ τῶν ζιζανίων ἐπισπορεὺς ὀργάνων ἀξίων αὐτοῦ δραξάμενος συνέχεε τὸν τοῦ θεοῦ λαὸν καὶ συνετάραξεν, ἤγειρε τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον τοὺς ὑπασπιστὰς τῆς ἀληθείας, τοὺς ποιμένας τε καὶ διδασκάλους ὡς φωστῆρας ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντας, καὶ δι᾽ αὐτῶν ἡμᾶς ἐπὶ τὴν βασιλικὴν καθωδήγησε τρίβον, οἵτινες μέσην ὁδὸν βαδίζειν ἐδίδαξαν μὴ ἐκκλίνοντας μήτε εἰς τὰ δοκοῦντα δεξιὰ μήτε εἰς τὰ προδήλως ἀριστερὰ γνωριζόμενα, οἷς καὶ ἡμεῖς πάσῃ δυνάμει ἐξακολουθοῦντες οὐ πλανηθησόμεθα.

Πιστεύομεν τοίνυν εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, τριάδα ὁμοούσιον, μίαν θεότητα ἐν τρισὶν ὑποστάσεσιν ἤτουν προσώποις προσκυνουμένην καὶ λατρευομένην ὑπὸ πάσης τῆς κτίσεως, ὅτι τε αὐτὸς ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ, ὁ πρὸ πάντων τῶν αἰώνων γεννηθεὶς ἐκ πατρός, αὐτὸς εὐδοκίᾳ τοῦ πατρὸς σὰρξ ἀτρέπτως ἐγένετο ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, οὔτε τῆς θεότητος τραπείσης εἰς σαρκὸς φύσιν—ἄτρεπτον γὰρ τὸ θεῖον καὶ ἀναλλοίωτον—, οὔτε τῆς σαρκὸς μεταβληθείσης εἰς φύσιν θεότητος· πάσης γὰρ τὸ θεῖον προσθήκης ἐστὶν ἀνεπίδεκτον.

Ὁμολογοῦμεν τοιγαροῦν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἑνὸς τῆς ἁγίας τριάδος, δύο μὲν φύσεις, ἑκάστην τελείαν κατὰ τὸν ἑαυτῆς ὅρον τε καὶ λόγον, ἵνα μὴ τροπὴν ἢ σύγχυσιν εἰσάγωμεν, μίαν δὲ τὴν ὑπόστασιν, ἵνα μὴ δυάδα υἱῶν καὶ τέταρτον τῇ τριάδι παρεισενέγκωμεν πρόσωπον· ἡ μὲν γὰρ φύσις ἄλλο ποιεῖ, ἡ δὲ ὑπόστασις ἄλλον καὶ πρόσωπον ἀφορίζει. Εἰ γὰρ ἐπὶ τῆς ἁγίας τριάδος τρεῖς ὑποστάσεις λέγοντες τρία κηρύττομεν πρόσωπα, ἀνάγκη τοὺς ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύο ὑποστάσεις ὁμολογοῦντας συνομολογεῖν καὶ δύο πρόσωπα.