Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῆς πίστεως κατὰ Νεστοριανῶν

Ἰωάννης ὁ Δαμασκηνός

Οντολογικές διακρίσεις και η αναλογία ψυχής και σώματος

Αποσαφήνιση των όρων φύση, ουσία, πρόσωπο και υπόσταση, και η εφαρμογή τους στο χριστολογικό μυστήριο μέσω της ανθρώπινης σύνθεσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 9

Φύσις μὲν οὖν καὶ οὐσία καὶ μορφὴ τὸ εἶδος δηλοῖ, τουτέστι τὴν κοινότητα, οἷον θεότης, ἀνθρωπότης, ὑπόστασις δὲ καὶ πρόσωπον τὸ μερικὸν καὶ καθ᾽ ἑαυτὸ ὑφιστάμενον, οἷον ὁ δεῖνα καὶ ὁ δεῖνα, ἐπὶ μὲν τῆς θεότητος πατήρ, υἱός, πνεῦμα ἅγιον, ἐπὶ δὲ ἀνθρωπότητος Πέτρος, Παῦλος, Ἰωάννης.

Ὥσπερ ἀδύνατον φύσιν καὶ φύσιν μίαν φύσιν εἶναι ἐπὶ Χριστοῦ, οὕτως ἀδύνατον ὑπόστασιν καὶ ὑπόστασιν μίαν ὑπόστασιν εἶναι. Εἰ δὲ δυνατὸν ὑπόστασιν καὶ ὑπόστασιν μίαν ὑπόστασιν εἶναι καὶ πρόσωπον καὶ πρόσωπον ἓν πρόσωπον εἶναι, δυνατὸν φύσιν καὶ φύσιν μίαν φύσιν εἶναι ἐπὶ Χριστοῦ.

Ὥσπερ οὐκ ἔστιν ὑπόστασις ἀνούσιος, οὐκ ἀνάγκη δὲ ἑκάστην ὑπόστασιν ἰδίαν ἔχειν οὐσίαν, οὕτως οὐκ ἔστι φύσις ἀνυπόστατος, καὶ οὐκ ἀνάγκη ἐπὶ τῶν ἑνουμένων ἑκάστην φύσιν ἰδίαν καὶ ἀνὰ μέρος ἔχειν ὑπόστασιν.

Ὥσπερ ἐπὶ τῆς ἁγίας τριάδος τρεῖς ὑποστάσεις λέγοντες οὐκ ἀναγκαζόμεθα ἑκάστῃ ὑποστάσει ἰδίαν διδόναι φύσιν, ἀλλ᾽ αἱ τρεῖς ἔχουσι μίαν φύσιν καὶ οὐσίαν κοινὴν τῆς θεότητος, καὶ οὔτε ἀνούσιος ἐπὶ μιᾷ ἑκάστῃ αὐτῶν, οὐδὲ ἑκάστη ἰδίαν ἔχει οὐσίαν, οὕτως ἐπὶ τοῦ Χριστοῦ δύο φύσεις λέγοντες οὐκ ἀναγκαζόμεθα ἑκάστῃ φύσει ἰδίαν διδόναι ὑπόστασιν, ἀλλ᾽ αἱ δύο φύσεις ἔχουσι μίαν ὑπόστασιν κοινὴν τῆς υἱότητος ἤγουν τῆς τοῦ υἱοῦ τοῦ θεοῦ—αὐτὴ γὰρ ὑπόστασις υἱὸς θεοῦ κατὰ τὴν θεότητα καὶ υἱὸς τῆς παρθένου κατὰ τὴν ἀνθρωπότητα, καὶ οὔτε ἀνυπόστατος μία ἑκάστη ἐστὶ τῶν φύσεων οὐδὲ ἑκάστη ἰδίαν ἔχει ὑπόστασιν—, καὶ ὥσπερ ἐκεῖ τὰς τρεῖς ὑποστάσεις μίαν φαμὲν φύσιν, οὕτως ὧδε τὰς δύο φύσεις μίαν ὑπόστασιν λέγομεν.

Ἐρώτησις· Ἔστιν ὑπόστασις ἀνούσιος; Ἐρεῖς· Οὐδαμῶς. Δὸς οὖν ἑκάστῃ ὑποστάσει τῆς ἁγίας τριάδος ἰδίαν οὐσίαν. Ἀλλ᾽ οὐ δίδως. Εἰ δὲ λέγεις, ὅτι ἡ αὐτὴ φύσις τῶν τριῶν ἐστιν ὑποστάσεων, ἐρῶ κἀγώ, ὅτι, εἰ καὶ οὐκ ἔστι φύσις ἀνυπόστατος, ἡ αὐτὴ ὑπόστασίς ἐστι τῶν δύο Χριστοῦ φύσεων.

Ἐρώτησις· Εἰ οὐκ ἔστιν ὑπόστασις ἀπρόσωπος, δύο δὲ ὑποστάσεις ἐν τῷ Χριστῷ, ἀνάγκη καὶ δύο λέγειν πρόσωπα; Ὥσπερ ὁ Πέτρος μία ἐστὶν ὑπόστασις, φύσεις δὲ δύο, ψυχὴ καὶ σῶμα, κατ᾽ ἄλλην μὲν φύσιν νοεῖ, τουτέστι κατὰ τὴν τῆς ψυχῆς οὐσίαν, κατ᾽ ἄλλην δὲ τέμνεται, τουτέστι κατὰ τὴν τοῦ σώματος, εἷς δέ ἐστι Πέτρος καὶ μία ὑπόστασις ἡ καὶ τοῦτο ἐνεργοῦσα κἀκεῖνο πάσχουσα, καὶ οὔτε ἡ ψυχὴ τέμνεται, εἰ καὶ ὁ Πέτρος τέμνεται, οὔτε τὸ σῶμα νοεῖ, εἰ καὶ ὁ Πέτρος νοεῖ, ἀλλ᾽ ὁ Πέτρος νοεῖ μὲν καθὸ ψυχὴν ἔχει, τέμνεται δὲ καθὸ σῶμα, οὕτω καὶ ὁ Χριστὸς μία ὢν ὑπόστασις, ἔχων δὲ δύο φύσεις τῆς θεότητος καὶ τῆς σαρκώσεως κατὰ μὲν τὴν θεότητα αὐτοῦ ἐθαυματούργει, κατὰ δὲ τὴν ἀνθρωπότητα αὐτοῦ ἔπασχε, καὶ οὔτε ἡ θεότης αὐτοῦ ἔπασχεν οὔτε τὸ σῶμα ἐθαυματούργει, ἀλλ᾽ ὁ εἷς Χριστός, ἡ μία ὑπόστασις, τὸ ἓν πρόσωπον, καὶ ταῦτα ἐνήργει ὡς θεὸς κἀκεῖνα ἔπασχεν ὡς ἄνθρωπος. Καὶ ὥσπερ ἐπὶ τοῦ Πέτρου ἡ μὲν ψυχὴ μεταδίδωσι τῷ σώματι ζωῆς, αἰσθήσεως, κινήσεως, τὸ δὲ σῶμα λαμβάνει, μία δέ ἐστιν ὑπόστασις τοῦ διδόντος καὶ τοῦ λαμβάνοντος, οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ ἡ μὲν θεότης δίδωσιν, ἡ δὲ ἀνθρωπότης λαμβάνει, μία δὲ ὑπόστασίς ἐστι τῆς διδούσης θεότητος καὶ τῆς λαμβανούσης ἀνθρωπότητος.