Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῆς πίστεως κατὰ Νεστοριανῶν

Ἰωάννης ὁ Δαμασκηνός

Αναίρεση της κακοδοξίας περί δύο υιών και η κοινωνία των ιδιωμάτων

Απόρριψη της έννοιας της υιοθεσίας, η οντολογική σχέση όλου και μερών, και ο αυστηρός διαχωρισμός φυσικών και υποστατικών ιδιωμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 9

Εἰ οὖν ὁ υἱὸς τῆς παρθένου ἐγένετο υἱὸς τοῦ θεοῦ χάριτι, δύο υἱότητες, ἄλλη τοῦ φύσει καὶ ἄλλη τοῦ χάριτι, καὶ οὐχ εἷς υἱός, ἀλλὰ δύο· υἱὸς γὰρ φύσει καὶ υἱὸς χάριτι ἀδελφοὶ μὲν κληθήσονται, εἷς δὲ υἱὸς οὐκ ἂν λεχθείη ποτέ, ἐπεὶ καὶ πάντες οἱ χάριτι υἱοθετηθέντες τῷ θεῷ διὰ τοῦ βαπτίσματος εἷς ἐσμεν υἱὸς μετὰ τοῦ φύσει υἱοῦ τοῦ θεοῦ καὶ ἓν πρόσωπον.

Ἡμεῖς δὲ οὔ φαμεν τὸν υἱὸν τῆς παρθένου γενέσθαι υἱὸν θεοῦ οὐδὲ ὑπόστασιν τοῦ ἀνθρώπου γενέσθαι θεόν, ἀλλὰ τὸν υἱὸν τοῦ θεοῦ γενέσθαι υἱὸν τῆς παρθένου καὶ τὴν ὑπόστασιν τοῦ υἱοῦ τοῦ θεοῦ χρηματίσαι ἄνθρωπον.

Τὸ θεὸς ὄνομα καὶ τὸ ἄνθρωπος ὄνομα, ὁμοίως ψυχὴ καὶ σῶμα οὐχ ὑπόστασιν χαρακτηρίζει, ἀλλὰ φύσιν, εἰ καὶ ἐπὶ ὑποστάσεως λεχθῇ, οὐ τὸν ὅρον δηλοῖ τῆς ὑποστάσεως, ἀλλὰ ποίας ἐστὶν ὑπόστασις φύσεως. Θεὸς ὁ πατήρ· οὐ τὸ τῆς ὑποστάσεως ἰδίωμα δηλοῖ τὸ θεός, ἀλλὰ ποίας ἐστὶ φύσεως, τὸ δὲ πατὴρ τὸ ἰδίωμα τῆς ὑποστάσεως. Ἄνθρωπος ὁ Πέτρος· τὸ μὲν ἄνθρωπος δηλοῖ, ποίας τυγχάνει φύσεως, τὸ δὲ Πέτρος δηλοῖ κυρίως τὴν ὑπόστασιν.

Ὑπόστασις ἐν τῇ φύσει θεωρεῖται καὶ ἡ φύσις ἐν τῇ ὑποστάσει, καὶ κατὰ τοῦτό φαμεν ἐν τῷ Χριστῷ δύο φύσεις, θεότητα καὶ ἀνθρωπότητα, καὶ τὸν Χριστὸν ἐν δυσὶ φύσεσι, θεότητι καὶ ἀνθρωπότητι· καὶ γὰρ τὸ ὅλον ἐν τοῖς μέρεσι καὶ τὰ μέρη ἐν τῷ ὅλῳ.

Μέρη Πέτρου ψυχὴ καὶ σῶμα, μέρη δὲ Χριστοῦ θεότης καὶ ἀνθρωπότης. Ἔθος τῇ γραφῇ, ποτὲ μὲν ἐξ ἀμφοτέρων τῶν μερῶν τὸ ὅλον ὀνομάζειν, ὡς ὁ κύριός φησι· «Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.» Ἰδοὺ ἐξ ἀμφοτέρων ὠνόμασε τὸ ὅλον, τουτέστι τὸν ἄνθρωπον. Ἀπὸ δὲ ἑνὸς τῶν μερῶν, ὥς φησιν ὁ Δαυίδ· «Εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ», ἵνα εἴπῃ· Πᾶς ἄνθρωπος—οὐ γὰρ σὰρξ ἐκτὸς ψυχῆς εὐλογεῖ τὸν θεόν—, καὶ «ἐν ἑβδομήκοντα ψυχαῖς κατῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον», καὶ «σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ»· οὐ γὰρ δεσμεῖται ψυχὴ ἄνευ σώματος.

Οὕτω ποτὲ μὲν θεὸν ἡ γραφὴ τὸν Χριστόν φησι, ποτὲ δὲ ἄνθρωπον, ποτὲ δὲ καὶ θεὸν καὶ ἄνθρωπον, καὶ ποτὲ μὲν περὶ τῆς θεότητος αὐτοῦ διαλέγεται, ποτὲ δὲ περὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ποτὲ δὲ περὶ τοῦ συναμφοτέρου. Χρὴ οὖν τὰ μὲν ὑψηλὰ νέμειν τῇ θεότητι αὐτοῦ, τὰ δὲ ταπεινὰ τῇ ἀνθρωπότητι αὐτοῦ, καὶ ταῦτα δὲ κἀκεῖνα τῇ μιᾷ ὑποστάσει.

Τὸ εἰπεῖν θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τὴν τῶν φύσεων δηλοῖ τελειότητα, οὐχ ὑποστάσεις σημαίνει. Τὸ θεὸς φύσεώς ἐστι δηλωτικόν, ὁμοίως καὶ τὸ ἄνθρωπος. Οἴδαμεν τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ, ὅτι ὑπόστασίς ἐστι τελεία καὶ ὅτι ἄχρονος καὶ ἀόρατος καὶ ἀκατάληπτος καὶ ἀψηλάφητος καὶ ἀπερίγραπτος καὶ ἀπαθὴς καὶ οὐχ ἅπτεται αὐτοῦ πάθος οὐδὲ ὕβρις. Καθὸ μὲν οὖν ὑπόστασίς ἐστι τελεία, ἄλλος ἐστὶ παρὰ τὸν πατέρα· ἄλλος γὰρ ὁ πατὴρ καὶ ἄλλος ὁ υἱὸς καὶ ἄλλος τὸ πνεῦμα τὸ ἅγιον, τουτέστιν ἄλλη καὶ ἄλλη ὑπόστασις, καθὼς λέγει ὁ θεολόγος Γρηγόριος· «Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν, οὐκ ἄλλο δὲ καὶ ἄλλο· ἓν γὰρ τὰ τρία καὶ ταυτὸν τῇ θεότητι», τουτέστι τῇ φύσει. Θεότης γὰρ φύσεως ὄνομα καὶ οὐχ ὑποστάσεως.

Τὸ δὲ προαιώνιον ἔχειν ὕπαρξιν καὶ τὸ ἀόρατον καὶ τὸ ἀκατάληπτον καὶ τὸ ἀψηλάφητον καὶ τὸ ἀπερίγραπτον καὶ τὸ ἀπαθές, τὸ δημιουργικόν, τὸ θεῖον καὶ παντοδύναμον θέλημα, ἡ παντοδύναμος ἐνέργεια, πάντα ταῦτα οὐχ ὑποστάσεώς εἰσιν, ἀλλὰ φύσεως· ὁμοίως γὰρ θεωροῦνται ἔν τε τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι. Τὰ δὲ ὁμοίως θεωρούμενα ἐν πάσαις ταῖς ὁμοουσίοις ὑποστάσεσι φυσικά εἰσι, 〈ὑποστατικὰ δὲ〉 τὰ χωρίζοντα ὑπόστασιν ἀπὸ ὁμοουσίου ὑποστάσεως, οἷον τὸ ἀγέννητον τοῦ πατρὸς καὶ τὸ γεννητὸν τοῦ υἱοῦ καὶ τὸ ἐκπορευτὸν τοῦ ἁγίου πνεύματος.

Οἴδαμεν πάλιν, ὅτι ἡ σὰρξ τοῦ κυρίου ἔχει ὕπαρξιν χρονικὴν καὶ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν καὶ σχῆμα καὶ μέγεθος καὶ μορφὴν καὶ μέλη καὶ περιγραφὴν καὶ ψηλάφησιν καὶ ζωὴν ἀνθρωπίνην καὶ κίνησιν καὶ αἴσθησιν καὶ τὴν ἀπὸ τόπου εἰς τόπον μετάβασιν καὶ θέλησιν ἀνθρωπίνην καὶ ἐνέργειαν ἀνθρωπίνην καὶ πεῖναν καὶ δίψαν καὶ ὕπνον καὶ λογισμὸν καὶ δειλίαν καὶ ἀγωνίαν καὶ τὸ ῥαπίζεσθαι καὶ τὸ ἐμπτύεσθαι καὶ τὸ βοηθεῖσθαι ὑπ᾽ ἀγγέλων καὶ τὸ πάσχειν καὶ ἀποθνῄσκειν καὶ πάντα τὰ ἀνθρώπινα. Ἀλλὰ ταῦτα πάντα φύσεώς εἰσι καὶ οὐχ ὑποστάσεως· πάντα γὰρ ταῦτα ἐν ἑκάστῃ ὑποστάσει θεωροῦνται.

Οὐ γὰρ τὸ ἔχειν ῥῖνα ὑπόστασιν δηλοῖ, ἀλλὰ τὸ ἔχειν σιμὴν ῥῖνα ἢ γρυπὴν χωρίζει ἐκ τῶν ὁμοουσίων ὑποστάσεων· τὸ μὲν γὰρ ἔχειν ῥῖνα φυσικὸν ὑπάρχει πᾶσι τοῖς ἀνθρώποις, τὸ δὲ ἔχειν ῥῖνα σιμὴν ἢ γρυπὴν ὑπόστασιν καὶ πρόσωπον ἀφορίζει. Οὔτε οὖν τὰ ἀνθρώπινα ἀναγόμενα ἐπὶ τὴν θεότητα οὔτε τὰ θεῖα καταγόμενα ἐπὶ τὴν ἀνθρωπότητα, εἰ καὶ μετέσχε τῶν θείων ἡ σάρξ· μεταδοτικὴ γὰρ ἡ θεότης, οὐ μεταληπτική, μεταδίδωσι τῶν ἑαυτῆς, οὐ μεταλαμβάνει τῶν τῆς σαρκός. Οὔτε οὖν τὰ θεῖα ὑπόστασιν ἀφορίζουσιν οὔτε τὰ ἀνθρώπινα, ἀλλὰ φύσιν καὶ φύσιν σημαίνουσιν.