Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῆς συνθέτου φύσεως ἢ Κατὰ τῶν ἀκεφάλων

Ἰωάννης ὁ Δαμασκηνός

Η ορθόδοξη διδασκαλία περί της υποστατικής ενώσεως

Συνοπτική έκθεση της ορθόδοξης πίστης περί της μίας σύνθετης υπόστασης και της ασύγχυτης και αδιαίρετης ένωσης των δύο φύσεων του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 4

Ἡμεῖς δὲ οὐχ οὕτως φρονοῦμεν οὐδ᾽ αὕτη μερὶς τοῦ Ἰακώβ, ἀλλ᾽ ἐν τοῖς ὅροις τῆς εὐσεβείας ἱστάμενοί φαμεν ἐκ θεότητός τε καὶ ἀνθρωπότητος μίαν ὑπόστασιν σύνθετον· αὕτη γὰρ ἡ προαιώνιος τοῦ θεοῦ λόγου ὑπόστασις σκηνώσασα ἐν τῇ γαστρὶ τῆς ἁγίας ἀειπαρθένου ἐν ἑαυτῇ ὑπεστήσατο σάρκα ἔμψυχον λογικήν, αὐτὴ χρηματίσασα τῇ ἐμψύχῳ καὶ λογικῇ σαρκὶ ὑπόστασις, καὶ γέγονεν ἐκ τελείας θεότητος καὶ τελείας ἀνθρωπότητος εἷς Χριστός, εἷς υἱὸς ὁ αὐτὸς θεοῦ τε καὶ ἀνθρώπου, εἷς κύριος ὁ αὐτός, θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, ἀσυγχύτως ἑνωθεισῶν τῶν φύσεων ἀλλήλαις καὶ ἀτρέπτως καὶ ἀδιαιρέτως. Ἀσυγχύτως μέν· φυλάττει γὰρ ἑκάστη φύσις τὴν ἑαυτῆς διαφοράν, τὸ ἄκτιστον ἡ θεότης, τὸ κτιστὸν ἡ ἀνθρωπότης, τὸ ἀπαθὲς ἡ θεότης, τὸ παθητὸν ἡ ἀνθρωπότης καὶ τὰ τοιαῦτα. Ἀτρέπτως δέ, ὅτι μεμένηκεν ἑκάστη φύσις ἀναλλοίωτος, οὐ τραπεῖσα εἰς τὴν ἑτέραν οὐδὲ μία σύνθετος χρηματίσασα φύσις, ἀλλὰ δύο ὑπάρχουσαι καὶ διαιωνίζουσαι.

Ἀδιαιρέτως δέ, ὅτι ἥνωνται ἀλλήλαις καθ᾽ ὑπόστασιν μίαν ἔχουσαι ὑπόστασιν, τὴν προαιωνίως μὲν ἀσώματον καὶ ἁπλῆν, ἐπ᾽ ἐσχάτων δὲ τῶν χρόνων ἐκ τῆς ἁγίας ἀειπαρθένου σωματωθεῖσαν ἀμεταβλήτως· ὑπάρχει γὰρ τοῦτο κἀκεῖνο, ἀσώματος μὲν τῇ ἀνάρχῳ θεότητι, ἐνσώματος δὲ τῇ ἠργμένῃ ἤτοι τῇ προσληφθείσῃ σαρκί. Αὕτη δέ ἐστιν ὁ προαιώνιος υἱὸς καὶ λόγος τοῦ θεοῦ, ὃς αὐτός τέ ἐστιν ἀσώματος ὡς θεὸς καὶ ἐνσώματος ὡς ἐπ᾽ ἐσχάτων γενόμενος ἄνθρωπος. Ἥνωνται τοίνυν αἱ φύσεις καθ᾽ ὑπόστασιν μίαν καὶ περιχωροῦσιν.