Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῶν δύο ἐν Χριστῷ θελημάτων

Ἰωάννης ὁ Δαμασκηνός

Τα Δύο Φυσικά Θελήματα στον Χριστό

Τεκμηρίωση της υπάρξεως δύο φυσικών θελημάτων στον σαρκωθέντα Λόγο, απόδειξη της συμφωνίας μεταξύ θείου και ανθρώπινου θελήματος, και εξήγηση της σωτηριολογικής αναγκαιότητας της προσλήψεως της ανθρώπινης θελήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 7

Ἐπὶ δὲ ἀγγέλων καὶ ἀνθρώπων οὐχ οὕτως· μία μὲν γάρ ἐστιν ἡ θέλησις τῶν ἀγγέλων, ἡ παρὰ θεοῦ δοθεῖσα αὐτοῖς φυσικὴ τοῦ θέλειν δύναμις. Ἕκαστος γὰρ ἄγγελος θέλει καὶ ἕκαστος ἄνθρωπος θέλει, οὐ μία δὲ κίνησις πάντων τῶν ἀγγέλων οὔτε μὴν πάντων τῶν ἀνθρώπων, ἀλλ᾽ ἑκάστη ὑπόστασις ἰδίαν ἔχει κίνησιν καὶ ἴδιον θελητόν· οὐχ ὁμοίως γὰρ θέλουσι πᾶσαι αἱ ὑποστάσεις τῶν ἀγγέλων οὐδὲ τὸ αὐτὸ οὐδὲ αἱ τῶν ἀνθρώπων, ἀλλ᾽ ἡ μὲν καλῶς, ἡ δὲ κακῶς, καὶ ἡ μὲν τόδε, ἡ δὲ τόδε, καὶ τοῦδε κινουμένου καὶ θέλοντος οὐ συγκινεῖται καὶ συνθέλει ὁ ἕτερος. Ὥστε ἐπὶ τῶν ἀγγέλων καὶ ἀνθρώπων ἡ μὲν θέλησις φυσική ἐστιν, ὁμοίως καὶ τὸ θέλειν φυσικόν. Πᾶς γὰρ ἄνθρωπος θελητικός ἐστιν καὶ πᾶς ἄνθρωπος θέλει, οὐ πᾶς δὲ ἄνθρωπος τοῦ αὐτοῦ πράγματός ἐστι θελητικὸς οὐδὲ τὸ αὐτὸ θέλει.

Ἐπὶ μὲν γὰρ τῆς ἁγίας τριάδος αἱ τρεῖς ὑποστάσεις ἐν ἀλλήλαις εἰσί, καὶ ὁ λόγος καὶ τὸ πνεῦμα δυνάμεις εἰσὶ τοῦ πατρός, καὶ διὰ τοῦτο μία κίνησις καὶ ὡσαύτως καὶ τὸ αὐτὸ θελητόν. Οἱ δὲ ἄγγελοι καὶ οἱ ἄνθρωποι ἕκαστος ἀποτετμημένην καὶ ἰδιαίρετον ἔχει τὴν ἑαυτοῦ ὑπόστασιν, εἰ καὶ μιᾶς εἰσι φύσεως· διὰ τοῦτο ἡ μὲν δύναμις τοῦ θέλειν καὶ τὸ θέλειν ἓν καὶ φυσικόν, τὸ δὲ πῶς καὶ τὸ τὶ θέλειν ὑποστατικὸν καὶ γνωμικόν. Καὶ μία μὲν αὐτῶν θελητικὴ φύσις, πολλοὶ δὲ θέλοντες, διαφόρως καὶ ἄλλο καὶ ἄλλο θέλοντες.

Θέλησις τοίνυν ἐστὶν ὄρεξις ζωτική τε καὶ λογική· ἡ δὲ ζωτική, πάντως καὶ αἰσθητική. Τὰ μὲν οὖν ἄλογα αἰσθητικῶς ὀρέγεται, ἀλλ᾽ οὐ λογικῶς οὐδὲ αὐτεξουσίως· ὁ δὲ ἄνθρωπος ζῷον ὑπάρχων λογικὸν ὡς μὲν ζῷον ζωτικῶς καὶ αἰσθητικῶς ὀρέγεται, ὡς δὲ λογικὸς λογικῶς καὶ αὐτεξουσίως. Θέλησις οὖν ἐστι φυσικὴ ὄρεξις λογική τε καὶ ζωτική, μόνων ἠρτημένη τῶν φυσικῶν. Φυσικὰ δὲ θελήματά εἰσι πρῶτον τὸ ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ—φύσει γὰρ δοῦλος θεοῦ καὶ ὑποχείριος ὁ ἄνθρωπος—, ἔπειτα καὶ τὰ τῆς φύσεως συστατικά, οἷον πεῖνα, δίψα, ὕπνος καὶ τὰ τοιαῦτα· ὑποστατικὴ δὲ καὶ γνωμικὴ θέλησις ὄρεξις καθ᾽ ἡδονὴν καὶ κατ᾽ οἰκείαν γνώμην τῆς κεχρημένης ὑποστάσεως καὶ οὐ κατὰ νόμον θεοῦ καὶ τρόπος χρήσεως τῆς φυσικῆς θελήσεως κατὰ γνώμην τῆς κεχρημένης ὑποστάσεως. Τὸ οὖν ἀποτετμημένον τῶν ὑποστάσεων διάφορον τὴν γνώμην ἐργάζεται.

Ἀλλά φασιν, ὡς ὁ ἄνθρωπος οὐκ ἔχει φυσικὸν θέλημα. Λέγουσι δὲ δύο μόνα εἶναι θελήματα, τὸ ἓν τὸ θεῖον, τὸ ἀγαθόν, τὸ δὲ ἕτερον τὸ πονηρόν, τὸ διαβολικόν· καὶ πηνίκα μὲν τὸ ἀγαθὸν θελήσει ὁ ἄνθρωπος, τὸ τοῦ θεοῦ ἔσχε θέλημα, ἡνίκα δὲ τὸ πονηρόν, τὸ τοῦ διαβόλου. Ἀλλ᾽ ἀγνοοῦσιν, ὡς ἀδύνατον οἱανοῦν φύσιν χρήσασθαι πράξει, ἧς τὴν δύναμιν οὐ κατὰ φύσιν ἔλαβεν. Οἷον οὐ δύναται τὸ πτηνὸν μὴ κατὰ φύσιν λαβὸν τὴν τοῦ πέτασθαι δύναμιν πτῆναι, ὁμοίως οὐδὲ τὸ χερσαῖον βαδίζειν, εἰ μὴ τὴν βαδιστικὴν κατὰ φύσιν ἔλαβε δύναμιν. Οὕτω δὴ καὶ ὁ ἄνθρωπος οὐ δύναται νοεῖν, εἰ μὴ τὴν νόησιν κατὰ φύσιν ἔλαβεν, οὐδὲ λαλεῖν, εἰ μὴ τὴν λαλητικὴν κατὰ φύσιν ἔλαβε δύναμιν, ὁμοίως οὐδὲ ὁρᾶν οὐδὲ θέλειν, εἰ μὴ φυσικῶς τὴν θελητικὴν ἔλαβε δύναμιν. Δεῖ οὖν πρῶτον φύσει ἔχειν τὴν δύναμιν τοῦ θέλειν, ὅπερ ἐστὶ θέλησις, καὶ οὕτω θέλειν. Διὸ ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ δύο φύσεις, δύο φυσικαὶ θελήσεις, ἵνα ᾖ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος μηδὲν λείπων τῶν τῆς θεότητος ἰδιωμάτων μήτε μὴν τῶν τῆς ἀνθρωπότητος, καὶ δύο θέλειν καὶ διαφόρως θέλειν κατὰ τὴν φυσικὴν διαφοράν, θείως καὶ παντοδυνάμως—παντοδύναμον γὰρ τὸ θεῖον θέλημα—καὶ οὐ παντοδυνάμως, ἀλλ᾽ ἀσθενῶς καὶ παθητικῶς—παθητικὸν γὰρ καὶ ἀσθενὲς τὸ ἀνθρώπινον θέλημα—καὶ ἄλλο μὲν καὶ ἄλλο φυσικὸν θελητόν.

Οὐ γὰρ τὰ τῆς ἀνθρωπότητος θελήματα καὶ τῆς θεότητός εἰσι θελητά· φύσει γὰρ θελητικὴ καὶ ὀρεκτικὴ ἡ ἀνθρωπίνη φύσις βρώσεως καὶ πόσεως καὶ ὕπνου καὶ τῶν τοιούτων, ἀλλ᾽ οὐχ ἡ θεότης τούτων ὀρεκτική. Οὐκ αὐτὴ γὰρ τούτων ὀρέγεται, εἰ καὶ θέλει τὴν ἀνθρωπίνην φύσιν τούτων ὀρέγεσθαι φυσικῶς καὶ ὡς ὤφειλε καὶ ὅτε.

Κατὰ μὲν οὖν τὴν φυσικὴν διαφορὰν δύο θελήματα ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐκ ἐναντία. Οὐδὲ γὰρ ἐναντίον τῷ θείῳ θελήματι τὸ φυσικὸν τοῦ ἀνθρώπου θέλημα οὔτε ἡ φυσικὴ θελητικὴ δύναμις οὔτε τὰ φυσικῶς αὐτῇ ὑποκείμενα οὔτε ἡ φυσικὴ χρῆσις τῆς θελήσεως· πάντων γὰρ τῶν φυσικῶν τὸ θεῖον θέλημα δημιουργόν. Τὰ δὲ παρὰ φύσιν μόνα ἐστὶν ἐναντία τῷ θείῳ θελήματι, ὅπερ ἐστὶν ἡ κατ᾽ οἰκείαν γνώμην καὶ ἁμαρτητικῶν ἡδονῶν ὄρεξις, τουτέστιν ἡ ἁμαρτία. Ταύτην ὁ κύριος οὐκ ἀνέλαβεν· «Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Ἐπειδὴ δὲ μία τοῦ Χριστοῦ ὑπόστασις καὶ εἷς ὁ Χριστός, εἷς ὁ θέλων κατ᾽ ἄμφω τὰς φύσεις, ὡς θεὸς εὐδοκῶν καὶ ὡς ἄνθρωπος ὑπήκοος γενόμενος, εὐδοκῶν ὡς θεὸς σὺν πατρὶ καὶ τῷ πνεύματι τῷ πατρικῷ καὶ θείῳ θελήματι, ὡς ἄνθρωπος δὲ ὑπήκοος γενόμενος τοῦ θείου καὶ πατρικοῦ αὐτοῦ θελήματος τῷ ἡμετέρῳ θελήματι. Οὐ γὰρ κατὰ τὸ θεῖον αὐτοῦ θέλημα γέγονεν ὑπήκοος τῷ πατρί· τὸ γὰρ θεῖον θέλημα οὔτε ὑπήκοον οὔτε παρήκοον. «Ταῦτα γὰρ τῶν ὑπὸ χεῖρα», ὥς φησιν ὁ θεολόγος Γρηγόριος, καὶ τῆς τοῦ δούλου μορφῆς τοῦ ἐξ ἡμῶν προσλήμματος.

Γέγονε δὲ ὑπήκοος φυσικῶς κατὰ τὸ ἀνθρώπινον αὐτοῦ θέλημα· ὑπακοὴ γὰρ αὐτεξούσιος καὶ ἀβίαστος ὑποταγὴ θελήματός ἐστιν ἑτέρῳ θελήματι. Ἤθελε τοίνυν καὶ θέλει ὡς θεὸς τὰ θεῖα καὶ ἤθελε καὶ θέλει ὡς ἄνθρωπος τὰ ἀνθρώπινα οὐκ ἐναντιότητι γνώμης, ἀλλ᾽ ἰδιότητι τῶν φύσεων.

Ἤθελε γὰρ καὶ θέλει τὰ ἀνθρώπινα, ὡς ηὐδόκει ἡ θεία αὐτοῦ θέλησις καὶ ὅτε καὶ ὅπερ, αὐτεξουσίως ὑποτασσομένης τῆς ἀνθρωπίνης αὐτοῦ θελήσεως τῇ θείᾳ αὐτοῦ θελήσει. «Θέλησις μὲν γὰρ καὶ ἐνέργεια θεοῦ ἐστι» κατὰ τὸν μακάριον Εἰρηναῖον «παντὸς χρόνου καὶ τόπου καὶ αἰῶνος καὶ πάσης φύσεως ποιητική τε καὶ προνοητικὴ αἰτία», «θέλησις δὲ ἀνθρωπίνη ἐστὶ φυσικὴ δύναμις τοῦ κατὰ φύσιν ὄντος ὀρεκτικὴ καὶ τῶν οὐσιωδῶς τῇ φύσει προσόντων συνεκτική· ἡ μὲν γὰρ οὐσία τοῦ τε εἶναι καὶ ζῆν καὶ κινεῖσθαι κατ᾽ αἴσθησίν τε καὶ νοῦν ὀρέγεται τῆς οἰκείας ἐφιεμένη φυσικῆς καὶ πλήρους ὀντότητος. Θελητικὴ γὰρ ἑαυτῆς ἐστιν ἡ φύσις καὶ πάντων τῶν συστατικῶν αὐτῆς τῷ τοῦ εἶναι λόγῳ, καθ᾽ ὃν ἔστι τε καὶ γέγονεν ὀρεκτικῶς ἐπηρτημένη. Διόπερ ἕτεροι τοῦτο τὸ φυσικὸν ὁριζόμενοι θέλημά φασι· Θέλημά ἐστι φυσικόν, ὄρεξις λογική τε καὶ ζωτική», μόνων ἠρτημένη τῶν φυσικῶν. «Θέλησις τοίνυν ἐστὶ» κατὰ τὸν μακάριον Κλήμεντα «δύναμις τοῦ κυρίως ὄντος ὀρεκτική», καὶ πάλιν «ὄρεξις τῇ τοῦ λογικοῦ φύσει κατάλληλος», καὶ πάλιν «αὐτοκράτορος νοῦ κίνησις αὐτεξούσιος.» Ἐν ἀρχῇ γὰρ πλάσας ὁ θεὸς τὸν ἄνθρωπον «ἐποίησεν αὐτὸν φύσιν ἀναμάρτητον, καὶ θέλησιν αὐτεξούσιον», καθώς φησιν ὁ ἱερὸς Ἀθανάσιος.

Καὶ φύσις μὲν ἀναμάρτητος πᾶσα ἡ κτίσις λογική τε καὶ ἄλογος, αἰσθητὴ καὶ ἀναίσθητος καὶ ἄζωος, ἀλλ᾽ οὐ πᾶσα ἡ κτίσις θέλησις αὐτεξούσιος. Καὶ ἡ θεία φύσις ἀναμάρτητος καὶ αὐτεξούσιος θέλησις, ἀλλ᾽ οὐ τρεπτή, ἀλλ᾽ ἄτρεπτος. Ἡ μὲν οὖν θεία φύσις θελητικὴ καὶ αὐτεξούσιος καὶ ἀναμάρτητος καὶ ἄτρεπτος. Πᾶσα δὲ ἡ κτίσις ἀναμάρτητος παρὰ θεοῦ ἐγένετο— «πάντα γάρ, ὅσα ἐποίησεν ὁ θεός, καλὰ λίαν»—, ἀλλὰ τρεπτή. Ὧν γὰρ ἡ γένεσις ἀπὸ τροπῆς ἤρξατο, τρεπτὰ κατὰ φύσιν ἐστί· τροπὴ δέ ἐστιν ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή.

Εἰ οὖν τὸ τοῦ ἀνθρώπου οὐκ ἀνέλαβε θέλημα, ποίῳ θελήματι γέγονεν τῷ πατρὶ ὑπήκοος; Εἰ τὸ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, ποίῳ θελήματι ὑπὸ νόμον γέγονεν; Εἰ τὸ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, ποίῳ θελήματι ἐπλήρωσε πᾶσαν δικαιοσύνην; Ὅτι μὲν γὰρ πᾶσαν ἀρετὴν μετῆλθε καὶ πᾶσαν δικαιοσύνην, ἄκουε αὐτοῦ πρὸς Ἰωάννην τὸν βαπτιστὴν λέγοντος· «Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην.» Ἀρετὴν μὲν γὰρ πᾶσαν καὶ δικαιοσύνην ἐπλήρωσεν, ἀλλ᾽ οὐκ ἐξ ἔργων οὐδὲ ἐξ ἀρετῆς προέκοπτεν, ἀλλ᾽ ἐξ ἄκρας ἑνώσεως τέλειος ἦν· οὐ γὰρ ὢν ἄνθρωπος γέγονε θεός, ἀλλὰ θεὸς ὢν τέλειος γέγονεν ἄνθρωπος τέλειος.

Εἰ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, οὐ γέγονεν τέλειος ἄνθρωπος. Εἰ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, τὸ πρωτοπαθῆσαν ἐν ἡμῖν οὐκ ἰάσατο. «Τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον», ὡς ὁ θεολόγος ἔφη Γρηγόριος. Τί γὰρ τὸ πταῖσαν εἰ μὴ τὸ θέλημα; Τί τὸ ἁμαρτῆσαν εἰ μὴ τὸ θέλημα;

Ὅπερ οὖν ἔπταισεν, ὅπερ ἥμαρτεν, αὐτὸ μᾶλλον ἐδεῖτο τῆς θεραπείας. Εἰ δὲ λέγεις, ὅτι τὸ ἁμαρτῆσαν οὐκ ἀνέλαβεν, οὐδὲ τὴν ἁμαρτήσασαν καὶ νοσήσασαν φύσιν ἀνέλαβεν. Εἰ δὲ τοῦτο οὐκ ἀνέλαβεν, οὐδὲ τὴν φύσιν τῆς ἀνθρωπότητος· αὕτη γὰρ ἥμαρτεν.

Εἰ τὸ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, πῶς «πρὶν ἢ γνῶναι καλὸν καὶ πονηρόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν»; Οὐ γὰρ τὸ θεῖον θέλημα ἀπειθεῖ ἢ πείθεται ἢ ἐκλέγεται. Ἀπειθεῖ τοίνυν πονηρίᾳ καὶ ἐκλέγεται τὸ ἀγαθὸν ὑπακούων αὐτεξουσίως ὡς ἄνθρωπος τῷ πατρικῷ θελήματι· ἡ γὰρ ἐκλογὴ αὐτεξουσίου θελήματος, ἀλλ᾽ οὐ καθ᾽ ἡμᾶς βουλευόμενος καὶ κρίνων καὶ ἀμφότερα τὰ ἐναντία, ἀρετήν φημι καὶ κακίαν, λογιζόμενος καὶ ἐν γνώσει τούτων γινόμενος, ἀλλὰ μόνου τοῦ ἀγαθοῦ, ὅπερ ἐστὶν ἡ τοῦ θείου θελήματος εὐδοκία, καὶ οὕτω τὸ τοῦ Ἀδὰμ ἀπέτισεν ὄφλημα. Διὰ τοῦτο εἶπε· «Πρὶν ἢ γνῶναι καλὸν καὶ πονηρόν·» οὐ γὰρ ἔγνω ἢ ἐλογίσατο πονηρὸν ὁ ἐνανθρωπήσας θεὸς λόγος διὰ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν· οὐκ ἐπαμφοτερίζοντα ἢ διστάζοντα εἶχε τὸν λογισμόν, ἀλλ᾽ αὐτὸς ὢν ὁ εἷς Χριστὸς τοῦτο κἀκεῖνο, τουτέστι θεὸς καὶ ἄνθρωπος, ἐκέχρητο τοῖς ἀνθρωπίνοις αὐτοῦ, τουτέστι πᾶσι τοῖς φυσικοῖς τῆς ἀνθρωπότητος, πρὸς ὑπακοὴν τοῦ πατρικοῦ καὶ θείου αὐτοῦ θελήματος.

Εἰ τὴν δι᾽ ἀγγέλων βοήθειαν κατεδέξατο—φησὶ γάρ· «Καὶ ἰδοὺ ἄγγελος ἐνίσχυσεν αὐτόν», ὅς ἐστι νόμος τῆς ἀνθρωπίνης φύσεως—, τὸ θέλημα οὐκ ἀνέλαβε; Φησὶ γάρ, ὅτι «τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε.» Εἰ τὴν ἐγκατάλειψιν κατεδέξατο, τὸ θέλημα οὐκ ἀνέλαβε; Φησὶ γάρ· «Ἐλωΐ, ἐλωΐ, λιμᾶς ἀβαχθανή; τουτέστι· Θέε μου, θέε μου, ἱνατί με ἐγκατέλιπες;» Παρέδωκε γὰρ ὁ θεὸς καὶ πατὴρ τὸν μονογενῆ αὐτοῦ υἱὸν ὑπὲρ ἡμῶν εἰς θάνατον γενόμενον ἄνθρωπον· οὐκ ἐγκατελείφθη μὲν γὰρ ἡ σὰρξ αὐτοῦ οὐδὲ ἐχωρίσθη τῆς θεότητος αὐτοῦ οὐδὲ εἶδε διαφθορὰν οὐδὲ ἡ ψυχὴ αὐτοῦ ἐγκατελείφθη εἰς ᾅδου, ἀλλ᾽ οὐκ ἐφείσατο ὁ θεὸς καὶ πατὴρ τοῦ ἰδίου υἱοῦ, ἀλλ᾽ ὑπὲρ ἡμῶν παρέδωκεν αὐτὸν εἰς ὕβρεις καὶ ἀτιμίας καὶ πάθη ἀδιάβλητα καὶ ἀναμάρτητα καὶ εἰς θάνατον. Διὸ τῇ πατρικῇ εὐδοκίᾳ ὑπήκοος μέχρι θανάτου γενόμενος καὶ αἰσχύνης καταφρονήσας δόξῃ καὶ ἀφθαρσίας τιμῇ τὴν φύσιν ἡμῶν ἐστεφάνωσεν.

Εἰ οἱ μίαν φύσιν ἐπὶ Χριστοῦ ὁμολογοῦντες σύνθετον καὶ τὰς δύο ἀπαρνούμενοι τὴν τῶν φύσεων διαφορὰν καταδέχονται, πῶς οἱ δύο φύσεις ἐπὶ Χριστοῦ καταγγέλλοντες μίαν ἐπ᾽ αὐτοῦ θέλησιν τερατεύεσθε; Ἀλλά φασιν· Οὐ φυσικόν ἐστι τὸ θέλημα, ἀλλ᾽ ὑποστατικόν. Ποῖον οὖν θέλημα λέγετε; Τὴν θελητικὴν δύναμιν καὶ τὸ ἁπλῶς θέλειν καὶ τὸ φυσικὸν θελητὸν ἢ τὸν τρόπον τῆς τοῦ θέλειν χρήσεως, τουτέστι καὶ τὸ πῶς θέλειν καὶ τὸ κατ᾽ οἰκείαν γνώμην καὶ ἡδονὴν θελητόν; Ἀλλ᾽ εἰ μὲν τὴν θελητικὴν δύναμιν ὑποστατικήν φατε καὶ τὸ ἁπλῶς θέλειν, οὐκ ἀληθῶς ἀποφαίνεσθε. Πᾶς γὰρ ἄνθρωπος ἔχει τὴν θελητικὴν δύναμιν καὶ τὸ ἁπλῶς θέλειν· τὰ δὲ ἐν πάσαις ταῖς ὑπὸ τὸ αὐτὸ εἶδος θεωρούμενα ὑποστάσεσι φυσικὰ καὶ οὐχ ὑποστατικά. Οὐ πᾶς δὲ ἄνθρωπος τὸ αὐτὸ θέλει οὐδὲ ὡσαύτως. Ὥστε ἡ μὲν θελητικὴ δύναμις καὶ τὸ ἁπλῶς θέλειν φυσικόν, τὸ δὲ τὶ θέλειν καὶ τὸ πῶς θέλειν διάφορον καθ᾽ ἑκάστην ὑπόστασιν καὶ ὡς συμβεβηκὸς ὑποστατικόν. Καὶ μάρτυς Ἰωάννης ὁ ἅγιος καὶ ὄντως Χρυσόστομος οὕτωσι λέγων ἐν βιβλίῳ πρώτῳ, λόγῳ τεσσαρεσκαιδεκάτῳ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς· «Ἡ μὲν γὰρ βούλησις ἔμφυτον καὶ παρὰ θεοῦ, ἡ δὲ τοιάδε βούλησις ἡμέτερον καὶ τῆς γνώμης ἡμῶν.» Ἔτι, εἰ ὑποστατικὴ ἡ θελητικὴ δύναμις, καθὰ ἑτεροϋπόστατός ἐστιν ὁ υἱὸς τοῦ πατρός, ἔσται καὶ ἑτερόβουλος.

Τὰ φυσικὰ ἀδίδακτα· οὐδεὶς γὰρ διδάσκεται πεινῆν ἢ διψῆν, κοιμᾶσθαι ἢ ἀναπνεῖν, οὕτως οὐδὲ θέλειν διδάσκεταί τις. Πῶς δὲ θέλειν ἤτοι καλῶς ἢ κακῶς καὶ τὶ θέλειν διδάσκεται· οὐ γὰρ τὸ θέλειν διδάσκει ὁ τοῦ θεοῦ νόμος—τοῦτο γὰρ φυσικῶς ἡμῖν παρ᾽ αὐτοῦ δέδοται—, ἀλλὰ τὸ καλῶς θέλειν καὶ τὶ θέλειν. Ὥστε τὸ μὲν θέλειν φυσικόν, τὸ δὲ τὶ καὶ πῶς θέλειν ὑποστατικὸν καὶ διάφορον, πλὴν τῆς ἁγίας τριάδος· ἐκεῖ γὰρ ὡσαύτως καὶ τὰ αὐτὰ θέλουσιν αἱ ἅγιαι τῆς θεότητος τρεῖς ὑποστάσεις κατὰ τὴν τῆς θεότητος οὐσίαν. Ὁ γὰρ εἷς τῆς ἁγίας τριάδος, ὁ σεσαρκωμένος υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ θεός, ὥσπερ φύσιν ἀνθρώπου ἔσχε παρὰ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ κατὰ τὸ γενέσθαι ἄνθρωπος διακέκριται πατρὸς καὶ πνεύματος, οὕτω καὶ ἐν τοῖς τῆς ἀνθρωπότητος φυσικοῖς ἰδιώμασι διακέκριται τοῦ πατρὸς καὶ τοῦ πνεύματος δύο φύσεις ἔχων καὶ δύο φυσικὰς ἰδιότητας.

Ἔτι οὐσιῶδές ἐστι καὶ φυσικόν, ὃ παρὸν σῴζει καὶ ἀπὸν φθείρει τὸν ὅρον τῆς φύσεως. Ἆρα οὖν ζῷον ἀθέλητον ὁ ἄνθρωπος ἔσται; Οὐδαμῶς. Οὐ γὰρ γέγονέ ποτε ἄνθρωπος ἀνεθέλητος. Ἄρα φυσικὴ ἡ θέλησις. Εἰ ἡ πεῖνα καὶ ἡ δίψα καὶ ἡ τοῦ ὕπνου ἔφεσις ὀρέξεις οὖσαι ἄλογοι φυσικαί εἰσιν, ἡ τοῦ νοῦ λογικὴ ὄρεξις ἡ αὐτεξούσιος οὐκ ἔσται φυσική;

Κατ᾽ εἰκόνα θεοῦ γεγόναμεν κατὰ τὸ νοερὸν καὶ αὐτεξούσιον. Εἰ οὖν νοῦν καὶ θέλησιν αὐτεξούσιον οὐκ ἀνέλαβεν, οὐκ ἀνέλαβε τὸ κατ᾽ εἰκόνα· μετ᾽ ὀλίγα δὲ μικρὰ καὶ περὶ τοῦ κατ᾽ εἰκόνα διαληψόμεθα. Εἰ ἀνθρωπίνην οὐκ ἀνέλαβε θέλησιν, πάντα, ὅσα ἠθέλησεν ὁ Χριστός, θείῳ ἠθέλησε θελήματι. Καὶ πῶς εἰσελθὼν εἰς οἰκίαν καὶ θελήσας λαθεῖν οὐκ ἠδυνήθη;

Οὐκοῦν οὐ παντοδύναμον τὸ θεῖον θέλημα, ἀλλὰ ἀδύνατον. Παῦσαι, ὦ ἄνθρωπε, ταῦτα ληρῶν. Οὐκ ἔστι θείας θελήσεως τὸ ἐφίεσθαι βρώσεως, πόσεως καὶ τόπους ἐκ τόπων ἀμείβειν καὶ τὰ τοιαῦτα, ἀλλ᾽ ἀνθρωπίνης, εἰ καὶ ἀνθρωπίνῃ θελήσει κατ᾽ εὐδοκίαν πατρικὴν ταῦτα ὁ Χριστὸς ἠθέλησεν.

Ἀλλά φασιν· Οὐ κατὰ φύσιν ἐδόθη τῷ ἀνθρώπῳ τὸ αὐτεξούσιον, ἀλλὰ κατὰ τιμὴν ἐν τῷ φάναι τὸν θεολόγον Γρηγόριον· «Τῷ αὐτεξουσίῳ τιμήσας αὐτόν. »Ἀλλ᾽ ἄκουε πάλιν τοῦ πατρός· «Τοῦτον λόγῳ καὶ εἰκόνι θεοῦ τετιμημένον». Οὐκοῦν οὐδὲ τὸ λογικὸν ἕξει κατὰ φύσιν, ἀλλὰ κατὰ τιμήν, καὶ ὥρα σοι λέγειν, ὡς οὐ λογικὴν ψυχήν, ἀλλ᾽ ἄλογον ὁ κύριος προσήκατο.

Κατὰ πόσους τρόπους λέγεται τὸ «κατ᾽ εἰκόνα»; Κατὰ τὸ λογικὸν καὶ νοερὸν καὶ αὐτεξούσιον, κατὰ τὸ γεννᾶν τὸν νοῦν λόγον καὶ προβάλλειν πνεῦμα, κατὰ τὸ ἀρχικόν. Κατὰ ταῦτα καὶ οἱ ἄγγελοι καὶ οἱ ἄνθρωποι κατ᾽ εἰκόνα. Ἔτι δὲ καὶ ἐκ περιουσίας οἱ ἄνθρωποι κατὰ τὸ ἀγέννητον τὴν ὑπὸ τοῦ Ἀδάμ, καὶ γεννητὸν τὴν ὑπὸ τοῦ Ἄβελ, καὶ ἐκπορευτὸν τὴν ὑπὸ τῆς Εὔας, κατὰ τὸ φύσει ἀρχικόν—φύσει γὰρ ἔχει δοῦλον ἡ ψυχὴ τὸ σῶμα καὶ ἐξουσιάζει αὐτοῦ— καὶ κατὰ τὸ συνάγειν πᾶσαν τὴν κτίσιν—ἔν τε γὰρ τῷ θεῷ ἑνοῦται πᾶσα ἡ κτίσις καὶ ἐν τῷ ἀνθρώπῳ· σύνδεσμος γάρ ἐστι νοητῆς καὶ αἰσθητῆς κτίσεως—καὶ ὅτι κατ᾽ εἰκόνα, οὗ ἔμελλε γίνεσθαι ὁ υἱὸς τοῦ θεοῦ· οὐ γὰρ ἄγγελος γέγονεν, ἀλλ᾽ ἄνθρωπος.

Πᾶσα ὑπόστασις σύνθετος ἐκ διαφόρων φύσεων συντεθειμένη τὰ φυσικὰ ἰδιώματα τῶν δύο φύσεων ἔχει κατ᾽ ἀνάγκην, κἂν σύγχυσις θεωροῖτο ἐν τῇ ἑνώσει. Τὸ γὰρ πῦρ καὶ τὸ ὕδωρ ἐναντία εἰσὶ παντελῶς— τὸ μὲν γὰρ πῦρ θερμὸν καὶ ξηρόν, τὸ δὲ ὕδωρ ψυχρὸν καὶ ὑγρόν—, ἀλλ᾽ ἡνίκα συντεθῇ σῶμα ἐκ τῶν τεσσάρων στοιχείων, τὰς τέσσαρας ἔχει ποιότητας, θερμότητα καὶ ψυχρότητα, ὑγρότητα καὶ ξηρότητα.

Εἰ οὖν, ἔνθα σύγχυσις θεωρεῖται, ἀνάγκη θεωρεῖσθαι τὰ φυσικὰ ἰδιώματα τῶν συντεθέντων, πόσῳ μᾶλλον ἐπὶ τῆς ἀσυγχύτου ἑνώσεως. Ἀλλά φασιν, ὡς ὁ ἄνθρωπος οὐκ ἔχει φυσικὸν θέλημα· λέγουσι δὲ Μανιχαϊκῶς δύο μόνα εἶναι θελήματα, τὸ ἓν τὸ θεῖον, τὸ ἀγαθόν, τὸ ἕτερον τὸ διαβολικόν, τὸ πονηρόν. Καὶ πηνίκα μὲν τὸ ἀγαθὸν θελήσει ὁ ἄνθρωπος, τὸ τοῦ θεοῦ ἔσχε θέλημα· ἡνίκα δὲ τὸ πονηρόν, τὸ τοῦ διαβόλου.

Ὢ μανίας ὑπερβολή. Ὢ σκότος ἀγνοίας. Τὸ θεῖον θέλημα παντουργὸν ἢ οὔ; Ναί, φασίν. Εἰ οὖν τὸ θεῖον θέλημα ἔχει ὁ ἄνθρωπος ἀγαθὸν θέλων, ἔσται κατ᾽ αὐτοὺς παντουργός. Ἀλλ᾽ ἀγνοοῦσιν, ὡς ἀδύνατον οἱανοῦν φύσιν χρήσασθαι πράξει ἢ ἐνεργῆσαι ἐνέργειαν, ἧς τὴν δύναμιν οὐ κατὰ φύσιν ἔλαβεν· οἷον οὐ δύναται τὸ πτηνὸν μὴ κατὰ φύσιν λαβὸν τὴν τοῦ πέτασθαι δύναμιν πτῆναι οὐδὲ τὸ χερσαῖον βαδίζειν, εἰ μὴ τὴν βαδιστικὴν κατὰ φύσιν ἔλαβε δύναμιν. Οὕτω δὴ καὶ ὁ ἄνθρωπος οὐ δύναται ἐνεργεῖν καὶ θέλειν, εἰ μὴ κατὰ φύσιν τὴν θελητικὴν δύναμιν καὶ ἐνεργητικὴν ἔλαβεν· οὐδὲ γὰρ νοεῖν δύναται, εἰ μὴ φύσει τὴν νοητικὴν ἔλαβεν δύναμιν, οὐδὲ ὁρᾶν οὐδέ τι ἕτερον ἐνεργεῖν· ὥστε ἡ θελητικὴ καὶ ἐνεργητικὴ δύναμις φυσικῶς ἔνεστι τῷ ἀνθρώπῳ καὶ τὸ θέλειν καὶ ἐνεργεῖν.

Διὸ καὶ πάσῃ φύσει αἱ φυσικαὶ ἐνέργειαι ἀεὶ ἐνυπάρχουσι καὶ συνυπάρχουσι, τὰ δὲ θελητὰ καὶ ἐνεργητὰ οὐ συνυπάρχουσι. Καὶ ἡ μὲν φυσικὴ θέλησις, τουτέστιν ἡ θελητικὴ δύναμις, μία, τὰ δὲ θελητὰ πολλὰ καὶ διάφορα· φησὶ γὰρ ἡ γραφή· «Πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς».

Οὐκ εἶπεν· Ἡ θεία θέλησις ἐν αὐτοῖς, ἀλλὰ «πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς», τουτέστι τὰ θελητά. Ἰστέον δέ, ὅτι τὰ θελητὰ τῆς θεότητος φυσικά εἰσιν· ἄτρεπτος γὰρ οὖσα οὐ πέφυκεν ἄλλως καὶ ἄλλως θέλειν, ἀλλ᾽ ἀεὶ ὡσαύτως θέλει.

Διὸ καὶ τὰ αὐτά εἰσι θελητὰ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος· πάντα γὰρ τὰ φυσικὰ τὰ αὐτά εἰσι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ὡς ἡ αὐτὴ αὐτῶν φύσις. Οὐδὲν δὲ ὑποστατικὸν ἐν τῇ ὑπερουσίῳ θεότητι, εἰ μὴ τὸ ἀγέννητον καὶ τὸ γεννητικὸν τοῦ πατρὸς καὶ τὸ γεννητὸν τοῦ υἱοῦ καὶ τὸ ἐκπορευτὸν τοῦ ἁγίου πνεύματος.