Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῶν δύο ἐν Χριστῷ θελημάτων

Ἰωάννης ὁ Δαμασκηνός

Η Έννοια της Θελήσεως και η Ορολογική Διάκριση

Αποσαφήνιση της ομωνυμίας του όρου «θέλημα», με σαφή διαχωρισμό μεταξύ της φυσικής θελητικής δυνάμεως και του υποστατικού ή γνωμικού θελητού, καθώς και αναφορά στο ενιαίο φυσικό θέλημα της Αγίας Τριάδας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 7

Εἰδέναι τοίνυν χρεών, ὡς ἡ τῶν ὀνομάτων σύγχυσις ποιεῖ τοῖς αἱρετικοῖς τὴν πλάνην. Καθὼς οὖν τοῖς μονοφυσίταις, τοῖς ἀκεφάλοις φημί, τὸ ταυτὸν λέγειν φύσιν καὶ ὑπόστασιν αἴτιον γέγονε λέγειν ἐπὶ Χριστοῦ μίαν φύσιν, ἵνα μὴ εἰς δύο ὑποστάσεις τὸν Χριστὸν διέλωσιν, ἔτι δὲ καὶ τοῖς Νεστορίου ὁμόφροσι τοῦ λέγειν δύο ὑποστάσεις, ἵνα μὴ τὰς δύο Χριστοῦ φύσεις εἰς μίαν συγχέωσιν, οὕτω καὶ τοῖς μονοθελήταις τὸ μὴ εἰδέναι τὴν διαφορὰν τοῦ φυσικοῦ καὶ τοῦ ὑποστατικοῦ θελήματος, τουτέστι τοῦ γνωμικοῦ, αἴτιον γέγονε τοῦ ἓν λέγειν ἐπὶ Χριστοῦ θέλημα.

Ἵνα οὖν τὴν ἐκ τῆς ὁμωνυμίας διαφύγωμεν πλάνην, οὕτω τὸν περὶ τοῦ θελήματος ἀναπτύξωμεν λόγον. Τὸ θέλημα ὁμώνυμόν ἐστι. Ποτὲ μὲν γὰρ σημαίνει τὴν θέλησιν, τουτέστι τὴν θελητικὴν δύναμιν, ποτὲ δὲ αὐτὸ τὸ θελητόν, τὸ τῇ θελήσει ὑποκείμενον, τουτέστιν αὐτὸ τὸ πρᾶγμα, ὅπερ τις θέλει. Ἄλλο δέ ἐστι θέλησις καὶ ἄλλο τὸ θελητόν, ὥσπερ ἄλλο ὅρασις καὶ ἄλλο τὸ ὁρατόν· ὅρασις μὲν γάρ ἐστιν αὐτὴ ἡ ὁρατικὴ δύναμις, καθ᾽ ἣν ὁρῶμεν, ἡ ἐν τῷ ὀφθαλμῷ ἐνεργοῦσα, ὁρατὸν δὲ αὐτὸ τὸ ὁρώμενον πρᾶγμα, ἢ λίθος ἢ ξύλον ἤ τι τοιοῦτον. Οὕτω καὶ θέλησίς ἐστιν αὐτὴ ἡ θελητικὴ τῆς ψυχῆς δύναμις, καθ᾽ ἣν θέλομεν, θελητὸν δὲ αὐτὸ τὸ πρᾶγμα, ὅπερ τις θέλει. Οἷον θέλω πλεῦσαι, τὸ πλεῦσαι θελητόν ἐστι· θέλω γῆμαι, τὸ γῆμαι θελητόν ἐστιν. Πάντως δὲ τὸ θελητὸν ἢ ἐνέργειά ἐστι, τουτέστι πρᾶξις, ἢ πάθος.

Ἴδωμεν τοίνυν, εἰ φυσική ἐστιν ἡ θέλησις ἢ ὑποστατική. Ἆρα πᾶς ἄνθρωπος ἔχει τὴν δύναμιν τὴν θελητικὴν ἢ οὔ; Δῆλον, ὡς πᾶς ἄνθρωπος ἔχει τὸ δύνασθαι θέλειν καὶ πᾶς ἄνθρωπος ἔχει τὸ θέλειν· τίς γὰρ ἄνθρωπος γέγονεν, ὃς οὐκ ἠθέλησεν οὐδέν; Οὐ πᾶς δὲ ἄνθρωπος τὸ αὐτὸ θέλει, ἀλλ᾽ ὁ μὲν τόδε, ὁ δὲ τόδε, οὐδὲ πᾶς ἄνθρωπος ὡσαύτως θέλει, ἀλλ᾽ ὁ μὲν καλῶς, ὁ δὲ κακῶς, ἕκαστος κατὰ τὴν οἰκείαν γνώμην.

Ὥστε ἡ μὲν θέλησις, τουτέστιν ἡ θελητικὴ δύναμις καὶ αὐτὸ τὸ ἁπλῶς θέλειν, φυσικόν, τὸ δὲ θελητόν, τουτέστι τὸ τὶ θέλειν, γνωμικὸν καὶ ὑποστατικόν. Καὶ πάλιν· Τῶν ὁμωνύμων, ὡς εἴπομεν, ὂν τὸ θέλημα ποτὲ μὲν σημαίνει τὴν θέλησιν, ποτὲ δὲ τὸ θελητόν. Δεῖ γὰρ εἰδέναι, ὅτι ἄλλο ἐστὶ θέλησις καὶ ἄλλο τὸ θέλειν καὶ ἄλλο τὸ τὶ καὶ πῶς θέλειν καὶ ἄλλο τὸ θελητὸν καὶ ἄλλο τὸ θελητικὸν καὶ ἄλλο ὁ θέλων, ὥσπερ ἄλλο ὅρασις καὶ ἄλλο τὸ ὁρᾶν καὶ ἕτερον τὸ τὶ καὶ πῶς ὁρᾶν καὶ ἄλλο τὸ ὁρατὸν καὶ ἄλλο τὸ ὁρατικὸν καὶ ἕτερον ὁ ὁρῶν. Ὅρασις μὲν γάρ ἐστιν αὐτὴ ἡ ὁρατικὴ δύναμις τῆς ψυχῆς ἡ ἐν τῷ ὀφθαλμῷ ἐνεργοῦσα, καθ᾽ ἣν ὁρῶμεν.

Ὁρᾶν δέ ἐστι τὸ κεχρῆσθαι τῇ ὁρατικῇ δυνάμει καὶ ἐνεργεῖν καὶ βλέπειν· οὐδεὶς δὲ ὁρᾷ μὴ ἔχων ὅρασιν, τουτέστι δύναμιν τοῦ ὁρᾶν. Τὶ δὲ ὁρᾶν ἐστιν οὐρανὸν ὁρᾶν ἢ γῆν ἢ ἕτερόν τι. Ὅπως ὁρᾶν ἐστι καλῶς ἢ κακῶς. Ὁρατὸν δέ ἐστι τὸ ὑποκείμενον τῇ ὁράσει, τουτέστι τὸ ὁρώμενον σῶμα ἢ χρῶμα ἢ σχῆμα. Ὁρατικὸν δέ ἐστι τὸ ἔχον ἐκ φύσεως τὴν ὁρατικὴν δύναμιν, οἷον ὁ ἄνθρωπος ἐκ φύσεως ἔχει τὴν δύναμιν τοῦ ὁρᾶν, κἂν κοιμᾶται, κἂν ἐτυφλώθη· ὁρατικὸν γὰρ ζῷον ὁ ἄνθρωπος. Ὁρῶν δέ ἐστιν ὁ κεχρημένος τῇ ὁράσει, τουτέστι τῇ ὁρατικῇ δυνάμει, καὶ ἐνεργῶν καὶ βλέπων. Οὕτω θέλησις μέν ἐστιν αὐτὴ ἡ θελητικὴ δύναμις ἡ τῇ ψυχῇ φυσικῶς δεδομένη παρὰ τοῦ δημιουργοῦ, τουτέστι τὸ δύνασθαι θέλειν.

Θέλειν δέ ἐστι τὸ κεχρῆσθαι κατ᾽ ἐνέργειαν τῇ θελητικῇ δυνάμει καὶ ὀρέγεσθαι· οὐδεὶς δὲ θέλει μὴ ἔχων θέλησιν, τουτέστι δύναμιν τοῦ θέλειν. Θελητὸν δέ ἐστι τὸ ὑποκείμενον τῇ θελήσει, αὐτὸ τὸ πρᾶγμα, ὅπερ θέλομεν· οἷον θέλω πλεῦσαι, τὸ πλεῦσαι θελητόν ἐστιν, θέλω σωφρονῆσαι, τὸ σωφρονῆσαι θελητόν ἐστιν. Ἀθέλητον δέ ἐστιν, ὅπερ τις οὐ θέλει, ὥσπερ ἀόρατον, ὅπερ τις οὐχ ὁρᾷ. Τὶ δὲ θέλειν ἐστὶν ἑνωθῆναι θεῷ θέλειν, θέλειν φαγεῖν, θέλειν πιεῖν, θέλειν πλεῦσαι, θέλειν συναφθῆναι γυναικί.

Πῶς δὲ θέλειν ἐστὶ καλῶς θελῆσαι, ἤγουν θελῆσαι καλῶς καὶ κατὰ νόμον θεοῦ τῇ ἰδίᾳ γυναικὶ μιγῆναι ἢ κακῶς καὶ παρὰ τὸν νόμον τοῦ θεοῦ ἀλλοτρίᾳ. Θελητικὸν δέ ἐστι τὸ ἔχον ἐκ φύσεως τὴν θελητικὴν δύναμιν, οἷον ὁ ἄνθρωπος, ὁ ἄγγελος, ὁ θεός. Ἕκαστος γὰρ αὐτῶν ἐκ φύσεως ἔχει τὴν θελητικὴν δύναμιν· καὶ γὰρ ἑκάστη τῶν τῆς θεότητος ὑποστάσεων θέλει καὶ ἑκάστη ὑπόστασις ἀγγέλων θέλει καὶ ἑκάστη ὑπόστασις ἀνθρώπων θέλει. Ὅπερ δὲ ἑκάστη ὑπόστασις ἔχει, φυσικόν ἐστι· φυσικὸν γάρ ἐστι τὸ ἐν πάσαις ταῖς ὁμοειδέσι καὶ ὁμοουσίοις ὑποστάσεσι θεωρούμενον.

Θέλων δέ ἐστιν ὁ κεχρημένος τῇ θελήσει, τουτέστι τῇ θελητικῇ δυνάμει, καὶ ὀρεγόμενος ἤγουν ὑπόστασις. Τὸ οὖν θέλημα ποτὲ μὲν σημαίνει τὴν θέλησιν, τουτέστι τὴν θελητικὴν δύναμιν, ποτὲ δὲ τὸ θελητόν, τουτέστιν αὐτὸ τὸ πρᾶγμα, ὅπερ θέλομεν· ἡ μὲν οὖν θέλησις φυσικὴ καὶ τὸ ἁπλῶς θέλειν φυσικόν. Πᾶς γὰρ ἄνθρωπος ἔχει τὴν δύναμιν τοῦ θέλειν καὶ πᾶς ἄνθρωπος θέλει, τουτέστι κέχρηται τῇ θελήσει· θελητικὸν γὰρ ζῷον ὁ ἄνθρωπος. Τὸ δὲ θελητὸν οὐ φυσικὸν μόνον, ἀλλὰ καὶ γνωμικὸν καὶ ὑποστατικόν. Ἀλλ᾽ οὐ πᾶς ἄνθρωπος ὡσαύτως θέλει οὐδὲ τὸ αὐτό· ὥστε τὸ πῶς θέλειν, καλῶς ἢ κακῶς, ἢ τὸ τὶ θέλειν, τόδε ἢ ἐκεῖνο, οὐ φυσικόν, ἀλλὰ γνωμικὸν καὶ ὑποστατικὸν ἐπί τε ἀγγέλων καὶ ἀνθρώπων.

Ἐπὶ μὲν γὰρ τῆς ἁγίας καὶ ἀδιαιρέτου τριάδος μία τῶν τριῶν ὑποστάσεων φυσικὴ θέλησις καὶ ἓν φυσικὸν τὸ ἀγαθόν, καὶ οὐχ ἑκάστη ὑπόστασις ἴδιον ἔχει θελητὸν οὐδὲ ἰδίαν κίνησιν, ἀλλὰ μία κίνησις καὶ ἓν θελητὸν τῶν τριῶν ὑποστάσεων· διὸ οὐ τρεῖς θεοί, ἀλλὰ εἷς θεὸς αἱ τρεῖς ὑποστάσεις, εἷς θεὸς μετὰ τῶν ἑαυτοῦ δυνάμεων, ἀλλ᾽ οὐ σύνθετος. Ἑκάστη γὰρ αὐτῶν θεὸς τέλειος καὶ τελεία ὑπόστασις· σύνθεσις δὲ φύσεως ἐξ ὑποστάσεως οὐ γίνεται, καὶ ξένον τοῦτο παντελῶς καὶ μόνον πρέπον θεῷ.