Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῶν δύο ἐν Χριστῷ θελημάτων

Ἰωάννης ὁ Δαμασκηνός

Η Πρόσληψη της Ανθρώπινης Φύσεως και η Σημασία του Αυτεξουσίου

Εξέταση της ανθρώπινης φύσης ως μικρόκοσμου, με έμφαση στα ιδιώματα της ψυχής και του σώματος, στον σκοπό των παθών και στην κυριαρχία του νου μέσω του αυτεξουσίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 7

Ἔχει μὲν ἐκ τῆς θείας καὶ πατρικῆς φύσεως τὸ ἄκτιστον, τὸ ἄχρονον, τὸ ἄναρχον· οὐ γὰρ πρότερον οὐκ ὢν ἤρξατο τοῦ εἶναι, ἀλλ᾽ ἀεὶ ἦν γεννητῶς τὸ θεὸς εἶναι, τὸ θελητικόν, τὸ ἐνεργητικόν, τὸ παντοδύναμον, τὸ ἀπειροδύναμον, τὸ δημιουργικόν, τὸ παντουργικόν, τὸ ἄπειρον, τὸ ἀπερίγραπτον, τὸ ἀκατάληπτον, τὸ ἀνεξερεύνητον, τὸ ἀθάνατον, τὸ παντοκρατορικόν, τὸ συνεκτικόν, τὸ ἀγαθόν, τὸ σοφόν, τὸ δίκαιον, τὸ σωστικόν, τὸ ἁπλοῦν κατὰ φύσιν καὶ ἀσύνθετον, τὸ ἄτρεπτον, τὸ ἀναλλοίωτον, τὸ παντεποπτικόν, τὸ τῶν μελλόντων προγνωστικόν, τὸ περιεκτικὸν τῶν πάντων ἤτοι περιληπτικόν, τὸ ἀμέτοχον, μεθεκτὸν δὲ τῆς ἐνεργείας, οὐ φύσεως· τὸ αὐτεξούσιον καὶ παντεξούσιον, τὸ εὐεργετικόν, τὸ μεταδοτικὸν, τὸ φωτιστικόν, τὸ ἀόρατον, τὸ ἀναφές, τὸ ὑπέρθεον, τὸ ὑπερούσιον, καὶ ἁπλῶς εἰπεῖν, πάντα, ὅσα ἔχει ὁ πατήρ, τοῦ υἱοῦ εἰσιν πλὴν τῆς ἀγεννησίας. Καὶ μάρτυς τούτου ἀληθὴς αὐτὸς ὁ κύριος ἡμῶν καὶ θεὸς εἰπών· «Πάντα, ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστι.» Καὶ πρὸς αὐτὸν τὸν πατέρα λέγει· «Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά.» Τῆς δὲ ὑποστάσεως αὐτοῦ ἴδιον τὸ υἱὸν εἶναι γεννητὸν ἐκ τοῦ πατρὸς καὶ οὐ πατέρα ἀγέννητον οὐδὲ γεννήτορα. Ἐκ τοῦ πατρὸς γὰρ γεγέννηται ἀπαθῶς, ἀσυνδυάστως, τουτέστιν ἄνευ μίξεως, ὡς φῶς ἐκ πυρός, μᾶλλον δὲ ὡς φῶς τέλειον ἐκ τελείου φωτός. Ἐκ τοῦ πατρὸς οὖν ἔχει τὸ εἶναι καὶ πάντα, ὅσα ἔχει.

Διὸ καὶ λέγει· «Ὁ πατήρ μου μείζων μού ἐστιν·» ἐγὼ γὰρ ἐξ αὐτοῦ, εἰ καὶ μὴ μετ᾽ αὐτόν, οὐκ αὐτὸς ἐξ ἐμοῦ.

Διὸ καὶ τιμᾷ τὸν πατέρα. Εἰπόντες τοίνυν τὰ τῆς θείας φύσεως τοῦ Χριστοῦ ἰδιώματα, ἃ ἔσχεν ἐκ τοῦ πατρός, εἴπωμεν καὶ τὰ τῆς ἀνθρωπίνης αὐτοῦ φύσεως φυσικὰ ἰδιώματα, ἅπερ ἐκ τῆς ἐξ ἡμῶν ἔσχε προσλήψεως. Εἰ γὰρ θεὸς ὢν τέλειος γέγονε δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς ἄνθρωπος τέλειος, δῆλον, ὡς πάντα ἔχων τὰ φυσικὰ τῆς θεότητος ἰδιώματα καὶ κατὰ τοῦτο θεὸς ὢν τέλειος καὶ πάντα ἕξει τὰ φυσικὰ τῆς ἀνθρωπότητος ἰδιώματα, τουτέστι πάσας τὰς φυσικὰς δυνάμεις τῆς ἀνθρωπότητος, τὰς ἐνεργητικάς τε καὶ παθητικάς, ἵνα τέλειος ᾖ ἄνθρωπος· εἰ γάρ τι τῶν φυσικῶν οὐκ ἀνέλαβεν, οὐ τέλειος, ἀλλ᾽ ἐλλιπής ἐστιν ἄνθρωπος.

Ἔστω δὲ προδιωρισμένον, ὅτι πάσης ἐνεργείας καὶ χρήσεως καὶ πράξεως καὶ πάθους τὴν δύναμιν φυσικῶς παρὰ τοῦ δημιουργοῦ εἰλήφαμεν καὶ ταῦτα φυσικά ἐστιν· ἀδύνατον γὰρ οἱανοῦν φύσιν χρήσασθαι πράξει ἢ ἐνεργῆσαι ἐνέργειαν ἢ παθεῖν πάθος, ὧν τὴν δύναμιν οὐ κατὰ φύσιν ἔλαβεν. Οἷον οὐ δύναται ἡ γῆ βλαστῆσαι μὴ κατὰ φύσιν λαβοῦσα παρὰ τοῦ δημιουργοῦ τὴν βλαστικὴν δύναμιν, οὐδὲ τὸ ὕδωρ ζωοβλαστεῖν, ἵν᾽ οὕτως εἴπω, τὴν τῶν ἰχθύων γέννησιν καὶ πρὸς βλάστησιν τῶν τῆς γῆς συντελεῖν ἐκφορίων, εἰ μὴ παρὰ τοῦ δημιουργοῦ τὴν τοιαύτην εἴληφε δύναμιν, οὐδὲ φυτὸν αὐξῆσαι δύναται, εἰ μὴ τὴν αὐξητικὴν ἔλαβε δύναμιν, οὐ τὸ πτηνὸν πέτασθαι μὴ τὴν τοῦ πέτασθαι λαβὸν δύναμιν, οὐ χερσαῖον βαδίζειν, οὐχ ἑρπετὸν ἕρπειν, εἰ μὴ ἕκαστον τὴν τοιαύτην ἔλαβε δύναμιν. Οὕτω δὴ καὶ ὁ ἄνθρωπος οὐ δύναται ὁρᾶν ἢ νοεῖν ἢ αὐτεξουσίως θέλειν ἢ ἐνεργεῖν, εἰ μὴ ἑκάστου τὴν δύναμιν ἔλαβε φυσικῶς παρὰ τοῦ δημιουργοῦ.

Ὁ ἄνθρωπος τοίνυν μικρὸς κόσμος ἐστίν. Ἔχει γὰρ ψυχὴν καὶ σῶμα καὶ μέσος ἕστηκε νοῦ καὶ ὕλης· σύνδεσμος γάρ ἐστιν ὁρατῆς καὶ ἀοράτου ἤτοι αἰσθητῆς καὶ νοητῆς κτίσεως. Ὀφθαλμὸς γὰρ καὶ τὸ καθαρώτατον τῆς ψυχῆς ἐστιν ὁ νοῦς. Κοινωνεῖ οὖν τοῖς μὲν ἀψύχοις σώμασι κατὰ τὴν ἐκ τῶν τεσσάρων στοιχείων κρᾶσιν καὶ σύνθεσιν, τοῖς δὲ φυτοῖς κατά τε ταῦτα καὶ κατὰ τὴν θρεπτικὴν καὶ αὐξητικὴν δύναμιν, ἔτι δὲ καὶ τὴν σπερματικήν, τοῖς δὲ ἀλόγοις ζῴοις καὶ ἐν τούτοις μέν, ἀλλὰ καὶ κατὰ τὸ ζωτικὸν καὶ κατὰ τὴν ἄλογον ὄρεξιν ἤγουν θυμὸν καὶ ἐπιθυμίαν, κατά τε τὸ φανταστικὸν καὶ μνημονευτικὸν καὶ κατὰ τὴν αἴσθησιν καὶ τὴν καθ᾽ ὁρμὴν κίνησιν—καθ᾽ ὁρμὴν δὲ κίνησίς ἐστιν ἡ κίνησις ὅλου τοῦ σώματος—καὶ τὸ φωνητικὸν καὶ ἀναπνευστικὸν καὶ ἐκ τόπου εἰς τόπον μεταβατικόν. Συνάπτεται δὲ ταῖς ἀσωμάτοις καὶ νοεραῖς δυνάμεσι διὰ τοῦ λογικοῦ καὶ τῆς λογικῆς τοῦ νοῦ ὀρέξεως, ἥτις ἐστὶ θέλησις, ἡ πρώτη τοῦ νοῦ κίνησις· ὀρεγόμενος γὰρ κινεῖται πρὸς νόησιν καὶ ὀρεγόμενος λογίζεται καὶ ὀρεγόμενος κρίνει. Αὕτη δὲ ἡ ὄρεξις αὐτεξούσιός ἐστιν· αὐτεξουσίως γὰρ ὀρεγόμενος νοεῖ καὶ λογίζεται καὶ κρίνει.

Ἴδια μὲν τοῦ σώματος τομὴ καὶ ῥεῦσις καὶ μεταβολὴ ἡ κατὰ ποιότητα ἤτοι ψύξιν, θέρμανσιν, ὑγρότητα καὶ ξηρότητα, καὶ ἡ τῶν μελῶν διοργάνωσις. Ἴδια δὲ ψυχῆς λογικῆς μόνης αὐτῆς καθ᾽ αὑτὴν ζωή, νόησις καὶ ἡ λογικὴ ὄρεξις, ἥτις κυρίως ἐστὶ θέλησις. Καὶ πρὸ τούτων ἰδικώτατον ψυχῆς χωρίζον αὐτὴν ἐκ τῆς τῶν ἀγγέλων οὐσίας τὸ ἐν σώματι πολιτεύεσθαι καὶ τούτῳ μεταδιδόναι ζωῆς καὶ κινήσεως καὶ τὸ αὐτεξουσίως κατ᾽ οἰκείαν ὄρεξιν ἤτοι θέλησιν ἄγειν τὸ σῶμα καὶ τὴν ἄλογον ὄρεξιν, ἐπιθυμίαν καὶ θυμὸν καὶ τὴν καθ᾽ ὁρμὴν κίνησιν, καὶ φυσικῶς ἄρχειν ὡς ἰδίου φυσικοῦ δούλου τοῦ οἰκείου σώματος. Διὸ καὶ πλέον τῶν ἀγγέλων κατ᾽ εἰκόνα ὁ ἄνθρωπος· ὁ γὰρ ἄγγελος οὐκ ἔχει φυσικὸν δοῦλον οὐδὲ φυσικῶς ἐστι δεσπότης.

Κοινὰ δὲ ψυχῆς καὶ σώματος, ὧν ἡ ψυχὴ τῷ σώματι μεταδίδωσι, τὸ ζωτικόν, τὸ φανταστικόν, τουτέστι τὸ τῶν αἰσθητῶν ἀντιληπτικὸν ἢ διαγνωστικόν, αὐτὸ τὸ αἰσθητικὸν ἤγουν αἱ πέντε αἰσθήσεις· ὅρασις, ἀκοή, ὄσφρησις, γεῦσις, ἁφή, ἔτι καὶ τὸ μνημονευτικὸν καὶ ἡ καθ᾽ ὁρμὴν κίνησις τό τε θρεπτικὸν καὶ αὐξητικὸν καὶ ἡ ἄλογος ὄρεξις, θυμὸς λέγω καὶ ἐπιθυμία, πεῖνά τε καὶ δίψα καὶ κόπος καὶ πτύελος, ἡδονὴ καὶ λύπη καὶ ἀηδία, φόβος, δειλία καὶ ἀγωνία, ἀδημονία, ταραχή, ἱδρὼς καὶ θάνατος—θάνατος γάρ ἐστι χωρισμὸς ψυχῆς ἐκ τοῦ σώματος—καὶ πᾶσα ἡ τῆς τροφῆς καὶ αὐξήσεως οἰκονομία.

Ταῦτα πάντα ἄλογα πάθη εἰσὶ καὶ ἐνέργειαι, ἐνέργειαι μὲν καὶ δυνάμεις τῆς φύσεως—διὸ καὶ πάντα τὰ φυσικὰ παρὰ θεοῦ δεδωρημένα τῇ φύσει—, πάθη δέ, ὅτι πᾶσα κτίσις κτιστὴ παθητικῶς κινεῖται καὶ ἐνεργεῖ· μόνη δὲ ἡ θεία φύσις ἐστὶν ἀπαθής, ἀπαθῶς κινουμένη καὶ ἀκινήτως ἐνεργοῦσα. Ἔτι δὲ τινὲς μὲν αὐτῶν δοκοῦσι μᾶλλον εἶναι ἐνέργειαι, τινὲς δὲ πάθη· πρεπωδέστερον γὰρ εἰπεῖν τὴν ζωὴν μᾶλλον ἐνέργειαν, τὸν δὲ θάνατον καὶ τὴν τομὴν καὶ τὴν ῥεῦσιν πάθος. Ἡ μὲν οὖν τομὴ καὶ ἡ ῥεῦσις καὶ ἡ κατὰ ποιότητα μεταβολή, τουτέστι λεύκανσις, μέλανσις, ψύξις, θέρμανσις, νόσος καὶ τὰ τοιαῦτα, πάθη εἰσίν, ὁμοίως καὶ ἡ τῶν μελῶν διοργάνωσις ἤτοι διάπλασις· ἡ μὲν γὰρ φύσις ἐνεργεῖ διοργανοῦσα καὶ διαπλάττουσα, πάσχει δὲ τὸ σῶμα διοργανούμενον. Φύσιν δὲ λέγω τὸν ἐξ ἀρχῆς παρὰ τοῦ δημιουργοῦ δοθέντα ἑκάστῳ εἴδει νόμον καὶ δύναμιν, καθ᾽ ἣν κινεῖται ἢ ἠρεμεῖ. Κινεῖται μέν, πρὸς ἃς ἔχει δύναμιν ἐνεργείας νοῶν, λογιζόμενος, θέλων, αἰσθανόμενος, τόπους ἐκ τόπων ἀμείβων· τούτων γὰρ τὴν δύναμιν ἔχει παρὰ τοῦ δημιουργοῦ. Ἠρεμεῖ δὲ μὴ κινούμενος, πρὸς ἃς οὐκ ἔλαβε δύναμιν ἐνεργείας μὴ ἱστάμενος. Κινήσεις δέ εἰσι γένεσις καὶ φθορὰ καὶ ἀλλοίωσις, αὔξησις, μείωσις καὶ ἡ τοπικὴ κίνησις.

Ἑξάτροπος δὲ αὕτη ἐστίν, ἔμπροσθεν, ὀπίσω, δεξιά, ἀριστερά, ἄνω, κάτω· καὶ πάντα δὲ τὰ λοιπὰ τὰ εἰρημένα κινήσεις εἰσίν· ἡ δὲ νόησις καὶ ἡ λογικὴ ὄρεξις ὅ τε διαλογισμὸς καὶ ἡ ζήτησις καὶ σκέψις καὶ βουλὴ καὶ κρίσις καὶ διάθεσις καὶ προαίρεσις γνώμη τε καὶ ἡ πρὸς τὴν χρῆσιν ὁρμὴ ἐνέργειαί εἰσιν. Δοκεῖ δὲ μᾶλλον ἡ νόησις εἶναι ἐνέργεια, ἡ δὲ ὄρεξις πάθος· πᾶν γὰρ ὀρεγόμενον πάσχει. Λέγομεν δὲ αὐτὴν λογικὴν ὄρεξιν τὴν ἐνέργειαν, διότι αὐτεξούσιός ἐστιν, ἐξουσιάζουσα τῶν ἀλόγων παθῶν καὶ κρίνουσα καὶ κυβερνῶσα καὶ χαλιναγωγοῦσα ταῦτα, θυμὸν καὶ ἐπιθυμίαν καὶ αἴσθησιν καὶ τὴν καθ᾽ ὁρμὴν κίνησιν. Ταῦτα γὰρ ὑπήκοα καὶ ἐπιπειθῆ τῷ λόγῳ εἰσὶν ἄλογα πάθη· πέφυκε γὰρ πείθεσθαι τῷ λόγῳ καὶ ὑποτάσσεσθαι καὶ κινεῖσθαι, ὡς ἂν ὁ λόγος κελεύῃ ἐπὶ τῶν κατὰ φύσιν ἀνθρώπων.

Ἔστι δὲ καὶ ταῦτα πάθη συστατικὰ τῆς ζῳώδους οὐσίας· ἄνευ γὰρ τούτων οὐκ ἔστι συστῆναι τὴν ζωήν. Ταῦτα δὲ εἰς ὑπηρεσίαν ἐδόθησαν τῷ ἀνθρώπῳ παρὰ τοῦ δημιουργοῦ, ἡ μὲν ἐπιθυμία πρὸς θεὸν καὶ τὰ αὐτοῦ θελήματα, ὁ δὲ θυμὸς κατὰ τοῦ διαβόλου καὶ τῆς ἁμαρτίας καὶ πρὸς τὸ ἀνδρειοῦν τὴν ἐπιθυμίαν. Ἡ μὲν οὖν ἄλογος ὄρεξις πρὸς σύστασιν τῆς ζῳώδους οὐσίας δέδοται, ἡ δὲ λογικὴ καὶ αὐτεξούσιος, ὅπως αὐτεξουσίως χαλιναγωγήσῃ πᾶσαν φυσικὴν κίνησιν καὶ ὑποταγῇ καὶ ὑποτάξῃ τῷ νόμῳ τοῦ κτίσαντος. Συνέζευκται τοίνυν ἡ νόησις καὶ ἡ ὄρεξις ἐν τῷ ἀνθρώπῳ, ὅπως μὴ ἀκουσίως πάσχωμεν τὰ τῶν ἀλόγων λογικοὶ ὄντες.

Καὶ γὰρ ὁ νοῦς αὐτεξουσίως ὀρεγόμενος καὶ λογικῶς καὶ νοητικῶς ὀρεκτικῶς νοεῖ καὶ σκέπτεται καὶ ζητεῖ καὶ βουλεύεται καὶ διακρίνει καὶ διατίθεται πρὸς τὸ κριθὲν καὶ προαιρεῖται καὶ ὁρμᾷ πρὸς τὴν πρᾶξιν· φύσει γὰρ κατάρχει τοῦ ἀλόγου τὸ λογικόν. Εἰ οὖν ὡς λογικὸς πάσης ἀλόγου κτίσεως βασιλεὺς ἐδημιουργήθη ὁ ἄνθρωπος, πῶς οὐκ ἔσται τῶν ἐν αὐτῷ ἀλόγων παθῶν αὐτεξούσιος; Ὀρεκτικὸς οὖν καὶ λογικὸς καὶ νοητικὸς ὢν ὀρεκτικῶς νοεῖ καὶ λογίζεται καὶ λογικῶς καὶ νοητικῶς αὐτεξουσίως ὀρέγεται. Τῶν δὲ κοινῶν ψυχῆς καὶ σώματος τὸ μὲν ζωτικὸν ἐνέργεια μᾶλλόν ἐστι καὶ τὸ φανταστικὸν δὲ καὶ αἰσθητικὸν καὶ μνημονευτικὸν καὶ ἡ καθ᾽ ὁρμὴν κίνησις παθητικαί εἰσιν ἐνέργειαι ἢ ἐνεργητικὰ πάθη, ὁ δὲ θυμὸς καὶ ἡ ἐπιθυμία πεῖνά τε καὶ δίψα, κόπος, φόβος, δειλία καὶ ἀγωνία, ἡδονή, λύπη, πτύελος καὶ ἱδρὼς τό τε θρεπτικὸν καὶ αὐξητικὸν καὶ ἐπὶ πᾶσιν ὁ θάνατος πάθη εἰσίν.

Ταῦτα πάντα φυσικά εἰσι καὶ ἀδιάβλητα παρὰ τοῦ δημιουργοῦ τῇ φύσει τῶν ἀνθρώπων δεδωρημένα. Αὐτὸς γὰρ καὶ τὸ εἶναι καὶ τὸ οὕτως εἶναι ἐδωρήσατο, καὶ οὐκ ἔστιν ἀνθρώπων οὐδείς, ὃς τούτων ἀμέτοχος γέγονε. Τὸ δὲ ἔχειν ταῦτα τὴν μὲν τοῦ δημιουργοῦ σοφίαν καὶ ἀρετὴν παρίστησιν, ἡμῖν δὲ οὔτε ἀρετὴ οὔτε κακία λογίζεται· καλὰ μὲν γάρ εἰσι καὶ ἐπ᾽ ἀγαθῷ ὑπὸ τοῦ ἀγαθοῦ δεδωρημένα, ὁ δὲ τρόπος τῆς χρήσεως αὐτῶν ἀρετὴν καὶ κακίαν συνίστησιν. Ἂν μὲν γὰρ ὑποταγῇ τὸ θέλημα τῷ νόμῳ τοῦ θεοῦ καὶ κατὰ τὸν νόμον αὐτοῦ ὁ νοῦς κυβερνήσῃ τὰ ὑπήκοα αὐτῷ, πάσας φημὶ τὰς ψυχικὰς κινήσεις, κατ᾽ ἐξαίρετον δὲ θυμὸν καὶ ἐπιθυμίαν—ταῦτα γὰρ ὑπήκοα τῷ λόγῳ—, ἀρετὴν εἰργασάμεθα καὶ δικαιοσύνην ἐπληρώσαμεν. Ἐπὶ τούτῳ γὰρ ἐλάβομεν τὴν τούτων ἐξουσίαν καὶ ὡς ἐξουσίαν λαβόντες καὶ νόμον ἐδεξάμεθα καὶ ὑπὸ νόμον γεγόναμεν· τὰ γὰρ ἄλογα μὴ ἔχοντα τὸν ἡγεμόνα νοῦν τὸν αὐτεξούσιον θυμοῦ καὶ ἐπιθυμίας οὐκ ἔλαβε νόμον.

Φύσει τοιγαροῦν τοῦ δημιουργοῦ δοῦλοι ὑπάρχοντες καὶ τὸ αὐτεξούσιον ἔχοντες, τὸ τῆς ἀρετῆς συστατικόν, —οὐ γὰρ ἀρετὴ οὐδὲ τερπνὸν τὸ βίᾳ γινόμενον—νόμον ἐλάβομεν, ὅπως ἐπιγνῶμεν, ὅτι δεσπότην ἔχομεν, —ἵνα μὴ ἐν σκότει διαπορευόμενοι βόθροις περιπέσωμεν· «λύχνος γὰρ τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου», ἔφη Δαυὶδ ὁ προφήτης· —ὅπως γνωσθῇ ἡμῶν ὁ πρὸς τὸν δεσπότην πόθος καὶ εὔνοια, —ὅπως τε τῷ θεῷ τοῦ ἀγαθοῦ κοινωνήσωμεν, «ἵν᾽ ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντος τὰ σπέρματα»· αὐτὸς γὰρ ἡμῖν τὴν δύναμιν τῆς ἀγαθοεργίας ἐδωρήσατο. Αὐτεξουσίους δὲ ἡμᾶς ἐποίησεν, ἵνα ἐξ αὐτοῦ καὶ ἐξ ἡμῶν τὸ ἀγαθὸν γένοιτο· παντὶ γὰρ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν ὁ θεὸς συνεργεῖ εἰς τὸ ἀγαθόν. —ὅπως τὸ κατὰ φύσιν φυλάξαντες τῶν ὑπὲρ φύσιν τύχωμεν, τῆς ἀφθαρσίας καὶ τῆς θεώσεως ἐκ τῆς πρὸς τὸ θεῖον ἑνώσεως διὰ τῆς κατὰ δύναμιν τοῦ θελήματος πρὸς αὐτὸ ὁμοιώσεως· —ὅπως μὴ ταῖς φυσικαῖς δυνάμεσιν ἀλόγως χρώμενοι παρασυμβληθῶμεν τοῖς ἀνοήτοις κτήνεσι καὶ ὁμοιωθῶμεν αὐτοῖς. Εἰ γὰρ μὴ ὑποταγῇ ἡ θέλησις ἡμῶν τῷ θείῳ θελήματι, ἀλλὰ κατ᾽ οἰκείαν γνώμην καὶ αἵρεσιν χρήσηται ὁ αὐτεξούσιος νοῦς θυμῷ καὶ ἐπιθυμίᾳ κακίαν εἰργάσατο· κακία γὰρ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἁμαρτία καὶ ἀποτυχία καὶ παρακοὴ τοῦ δεσποτικοῦ νόμου.

Ὥστε τὸ αὐτεξούσιον πρῶτον ἀγαθὸν τῇ λογικῇ φύσει πρέπον, καὶ τὸ κεχρῆσθαι τῷ αὐτεξουσίῳ καὶ κατεξουσιάζειν καὶ κρατεῖν τῶν ἀλόγων παθῶν, θυμοῦ λέγω καὶ ἐπιθυμίας, ἀρετή, τὸ δὲ προδιδόναι τὸ αὐτεξούσιον καὶ ἡττᾶσθαι τοῖς ἀλόγοις πάθεσι καὶ ἀλόγως καὶ κτηνωδῶς βιοῦν, τοῦτο κακία, τοῦτο ἁμαρτία. —ἵνα μὴ ἀσχημονῶμεν τὰ τῶν ἀλόγων πράσσοντες, ἀλλ᾽ ἐπέχωμεν λόγῳ τὰς ὁρμὰς τῆς φύσεως. Οὐ γὰρ πρέπει τῷ λογικῷ ἡ τῶν ἀλόγων πολιτεία, ἀλλὰ μᾶλλον καὶ τοῖς ἀλόγοις πάθεσι λογικῶς κεχρῆσθαι καὶ λόγῳ ταῦτα ῥυθμίζειν καὶ κατ᾽ ἐξουσίαν ἄγειν καὶ ἡνιοχεῖν καὶ ἄγεσθαι καὶ ὑπείκειν τῷ θείῳ νόμῳ καὶ τούτοις κεχρῆσθαι, καθὼς ὁ κύριος διετάξατο.