Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῶν δύο ἐν Χριστῷ θελημάτων

Ἰωάννης ὁ Δαμασκηνός

Θεολογικές και Οντολογικές Προϋποθέσεις

Ορισμός των εννοιών της φύσεως, της υποστάσεως και των φυσικών και υποστατικών ιδιωμάτων, καθώς και η μεθοδολογική τους εφαρμογή στο τριαδικό μυστήριο και στη χριστολογική έρευνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 7

Τοῦ μακαρίου Ἰωάννου μοναχοῦ Δαμασκηνοῦ περὶ τῶν ἰδιωμάτων τῶν ἐν τῷ ἑνὶ Χριστῷ τῷ κυρίῳ ἡμῶν δύο φύσεων, ἐξ ἐπιδρομῆς δὲ καὶ περὶ δύο θελημάτων καὶ ἐνεργειῶν καὶ μιᾶς ὑποστάσεως. Οἱ δύο φύσεις καὶ μίαν ὑπόστασιν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογοῦντες διπλᾶ μὲν καὶ διάφορα τὰ τῶν φύσεων φυσικὰ ἰδιώματα συνομολογεῖν ὀφείλουσιν, ἁπλᾶ δὲ τὰ τῆς ὑποστάσεως· ἀμήχανον γὰρ φύσιν συστῆναι ἐκτὸς τῶν κατ᾽ αὐτὴν φυσικῶν ἰδιωμάτων τῶν συνιστώντων αὐτὴν καὶ ἀποδιαιρούντων ἐκ τῶν λοιπῶν φύσεων, ὧν τὸ ἄθροισμα ἐν ἑτέρῳ οὐ θεωρηθήσεται εἴδει. Ἀδύνατον δ᾽ αὖ πάλιν τὴν μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν διαφέρειν ἑαυτῆς τοῖς συστατικοῖς καὶ χαρακτηριστικοῖς αὐτῆς καὶ ἀφοριστικοῖς ἐκ τῶν λοιπῶν ὁμοειδῶν ὑποστάσεων, τοῖς ὑποστατικοῖς, φημί, ἰδιώμασιν, ὧν τὸ ἄθροισμα ἐφ᾽ ἑτέρας ὑποστάσεως θεωρηθῆναι ἀμήχανον. Συμβεβηκότα δὲ ταῦτα καὶ ἐπουσιώδη καλεῖν ἔθος τοῖς περὶ ταῦτα δεινοῖς.

Φύσις μὲν γὰρ φύσει συγκρίνεται καὶ φύσεως διαφέρειν λέγεται ἤτοι εἶδος εἴδους ταῖς οὐσιώδεσι καὶ φυσικαῖς διαφοραῖς. Ὡσαύτως καὶ ὑπόστασις ὑποστάσει συγκρίνεται ὁμοειδεῖ καὶ διαφέρειν τῶν ὁμοειδῶν ὑποστάσεων λέγεται τοῖς τῶν ὑποστάσεων χαρακτηριστικοῖς ἰδιώμασιν· οὐ μὴν ὑπόστασις ἑτεροειδεῖ ὑποστάσει συγκρίνεται ὡς ὑπόστασις.

Τὰ γὰρ ὑποστατικὰ τοῦ Πέτρου τυχὸν ἰδιώματα πρὸς τόνδε τὸν βοῦν συγκρινόμενα φύσιν μᾶλλον ἀφορίζει καὶ οὐχ ὑπόστασιν· οὐ γὰρ λέγομεν διαφέρειν τόνδε τὸν ἄνθρωπον τοῦδε τοῦ ἵππου, ὅτι ὁ μὲν φαλακρός, ὁ δὲ εὐχαίτης, οὐδ᾽ ὅτι ὁ μὲν μακρός, ὁ δὲ κολοβός, ἀλλ᾽ ὅτι ὁ μὲν λογικός, ὁ δὲ ἄλογος, οὐδ᾽ ὅτι ὁ μὲν υἱὸς τοῦδε, ὁ δὲ υἱὸς τοῦδε. Εἰ δὲ καὶ εἴπωμεν, ὅτι ὁ μὲν υἱὸς Νέστορός ἐστιν, ὁ δὲ υἱὸς τοῦδε τοῦ ἵππου, καὶ ὁ μὲν σοφός, ὁ δὲ ἄσοφος, φυσικαὶ διαφοραὶ τάττονται· αἱ γὰρ ὑποστατικαὶ διαφοραὶ τῶν ἀνθρώπων πρὸς ὑποστατικὰς διαφορὰς ἵππων φυσικαὶ λογίζονται.

Διὸ καὶ ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ τοῦ σώματος σχῆμα καὶ ὁ τῆς ὄψεως χαρακτὴρ καὶ τὸ εἶναι αὐτὸν υἱὸν τῆς παρθένου πρὸς τὸ εἶναι αὐτὸν υἱὸν θεοῦ ἀσχημάτιστον οὐχ ὑποστάσεών εἰσιν διαφόρων ἀφοριστικά, ἀλλὰ διαφόρων φύσεων, μιᾶς δὲ ὑποστάσεως ἀφορίζοντα αὐτὴν ἐκ τῶν ὁμοουσίων αὐτῇ κατὰ τὴν αὐτῆς θεότητα, ὑποστάσεων τοῦ πατρός φημι καὶ τοῦ ἁγίου πνεύματος, καὶ τῶν ὁμοουσίων αὐτῇ κατὰ τὴν αὐτῆς ἀνθρωπότητα ὑποστάσεων, τῆς μητρός φημι καὶ τῶν λοιπῶν κατὰ μέρος ἀνθρώπων· ὅτε γὰρ ἐκ δύο φύσεων μία ὑπόστασις σύνθετος γένηται, ταῦτά τε κἀκεῖνα, τά τε τῆς θείας τυχὸν φύσεως φυσικά τε καὶ ὑποστατικὰ ἰδιώματα καὶ τῆς ἀνθρωπίνης τῆς αὐτῆς ὑποστάσεως συστατικὰ γίνεται. Ὅθεν ὁ Χριστὸς θεός τε καὶ ἄνθρωπος, ἄναρχος καὶ ἠργμένος ἡ αὐτὴ μία ὑπόστασις, ὁρατὴ καὶ ἀόρατος, κτιστὴ καὶ ἄκτιστος, περιγραπτὴ καὶ ἀπερίγραπτος, παθητὴ καὶ ἀπαθής, υἱὸς θεοῦ καὶ υἱὸς παρθένου εἴτουν ἀνθρώπου, ἀμήτωρ ἐκ πατρός, ἀπάτωρ ἐκ μητρός, προαιώνιος καὶ πρόσφατος, ἀσχημάτιστος καὶ ἐν μορφῇ δούλου καὶ ἐν σχήματι ἀνθρώπου, «ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων». Ταῦτα πάντα συστατικὰ καὶ χαρακτηριστικὰ τῆς Χριστοῦ τοῦ θεοῦ ὑποστάσεως καὶ ἐκ πάντων ὁμοῦ καὶ ἐξ ἑνὸς ἑκάστου κατονομάζεται.

Σοφῶς οὖν ὁ δημιουργὸς φύσεών τε, τουτέστιν εἰδῶν, πλείστην διαφορὰν ἐποιήσατο πρὸς ἔνδειξιν τοῦ πλούτου τῆς αὐτοῦ σοφίας τε καὶ δυνάμεως, ὡς ἂν θαυμαζόμενος ποθοῖτο πλέον, ποθούμενος δὲ νοοῖτο, νοούμενος δὲ θεοειδὲς ἀπεργάζοιτο τὸ νοερὸν ζῷον καὶ λογικόν, δι᾽ ὃ καὶ τὰ πλήθη τῶν εἰδῶν ἐτεκτήνατο. «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται», καὶ «ἐκ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς καταλαμβάνεται.» Ὑποστάσεων δὲ πάλιν καθ᾽ ἕκαστον εἶδος διαφοράν τε πρὸς ἀλλήλας καὶ συνάφειαν ἐποιήσατο, συνάφειαν μὲν φυσικήν—πᾶσαι γὰρ αἱ ὑπὸ τὸ αὐτὸ εἶδος ὑποστάσεις τῷ λόγῳ τῆς φύσεως ἥνωνται—, διαφορὰν δὲ ὑποστατικήν· διακέκρινται γὰρ ἀλλήλων χαρακτηριστικοῖς τισιν ἰδιώμασιν, τουτέστι συμβεβηκόσι. Ἐπειδὴ γὰρ τὸ μοναδικὸν ἀκοινώνητον καὶ ἀμείλικτον, ἡ δὲ πρὸς τὰ ὁμοειδῆ κοινωνία ἡδὺ καὶ μειλίχιον—πᾶν γὰρ ζῷον τὸ ὅμοιον ἀγαπᾷ καὶ τῷ ὁμοίῳ τέρπεται—, καὶ αὐτὴ πρώτη ἡ μόνη μακαρία καὶ ἄναρχος καὶ ἀνώλεθρος φύσις τρισὶν ἐνθεωρεῖται ὑποστάσεσιν, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. Φησὶ γοῦν ἡ ἐνυπόστατος σοφία· «Ἐγώ εἰμι, ᾗ προσέχαιρεν», ὁ θεὸς καὶ πατὴρ δηλαδή.

Διὰ τοῦτο καθ᾽ ἕκαστον τάγμα τῶν ἀγγελικῶν δυνάμεων διαφόρους ὑποστάσεις ἐδημιούργησεν, ὁμοίως καὶ τῆς ἀνθρωπίνης φύσεως, οὐ μὴν ἀλλὰ καὶ καθ᾽ ἕκαστον εἶδος, ὡς ἂν κοινωνοῦντες ἀλλήλοις τῆς φύσεως χαίροιεν ἐν ἀλλήλοις καὶ φυσικῇ σχέσει συναπτόμενοι φιλικῶς πρὸς ἀλλήλους διάκοιντο. Ἡ δὲ τῶν ὑποστάσεων διαφορὰ τὸ οἰκεῖον διακρίνει τοῦ ἀλλοτρίου ὡς ἂν κατὰ γένος καὶ κτῆμα ἕκαστος τὸ οἰκεῖον ἐπιγινώσκων φροντίζοι καὶ μὴ ἐπιβαίνοι ὡς οἰκείῳ τῷ ἀλλοτρίῳ καὶ ὡς ἂν ἡ ἑκάστου ὕπαρξις γνωρίζοιτο.

Χρὴ τοιγαροῦν τὸν περί τινος ποιούμενον ζήτησιν εἰδέναι πρότερον, τί ἐστιν, εἶθ᾽ οὕτως, εἰ ἓν ἢ δύο εἰσὶν ἀποφαίνεσθαι. Τοῦτο δέ φημι περὶ τῶν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ζητουμένων, φύσεων λέγω καὶ ὑποστάσεως, θελημάτων καὶ ἐνεργειῶν καὶ λοιπῶν ἰδιωμάτων.

Ἀλλ᾽ ἵνα τοῦτο σαφέστερον γένηται, εἴπωμεν πρότερον, τί διαφέρει φύσις ὑποστάσεως, καὶ τότε ἀριδήλως γνωσόμεθα τά τε συστατικὰ τῆς φύσεως καὶ τὰ τῆς ὑποστάσεως ἰδιώματα. Καὶ οὕτω σκεψώμεθα περὶ τῶν ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, εἴτε διπλᾶ εἴη εἴτε ἁπλᾶ.

Φύσις μὲν οὖν ἐστι κατὰ τοὺς ἁγίους πατέρας τὸ κοινὸν καὶ ἀόριστον ἤτοι τὸ εἰδικώτατον εἶδος, οἷον ἄνθρωπος, ἵππος, βοῦς, ὑπόστασις δὲ τὸ μερικὸν τὸ καθ᾽ αὑτὸ ὑφεστώς, οὐσία τις μετὰ συμβεβηκότων, τὴν καθ᾽ αὑτὸ ὕπαρξιν ἰδιαιρέτως καὶ ἀποτετμημένως τῶν λοιπῶν ὑποστάσεων ἐνεργείᾳ καὶ πράγματι κληρωσαμένη, τὸ κοινωνοῦν μὲν τοῖς ὁμοειδέσιν ἀτόμοις τῷ λόγῳ τῆς φύσεως, συμβεβηκόσι δέ τισι, χαρακτηριστικοῖς ἰδιώμασι τὴν πρὸς τὸ ὁμοφυές τε καὶ ὁμοειδὲς ἄτομον ἔχον διαφοράν.

Καὶ ἁπλῶς εἰπεῖν· Φύσις ἐστὶ τὸ κοινόν, οἷον ἀνθρωπότης—καὶ ὁ Πέτρος γὰρ ἄνθρωπός ἐστι καὶ ὁ Παῦλος καὶ οἱ λοιποὶ κατὰ μέρος ἄνθρωποι—, ὑπόστασις δὲ τὸ μερικόν, ὁ δεῖνα καὶ ὁ δεῖνα. Ὁ Πέτρος ὑπόστασίς ἐστι καὶ ὁ Παῦλος ἄλλη ὑπόστασις, οὐκ ἔστι δὲ ὁ Πέτρος φύσις καὶ ὁ Παῦλος ἄλλη φύσις, ἀλλ᾽ ὁ Πέτρος ὑπόστασις ἔχων τελείαν τὴν φύσιν τῆς ἀνθρωπότητος· διὸ καὶ τέλειός ἐστιν ἄνθρωπος. Καὶ ὁ Παῦλος ἄλλη ὑπόστασίς ἐστιν ἔχων τελείαν τὴν αὐτὴν φύσιν τῆς ἀνθρωπότητος.

Καὶ τὴν μὲν φύσιν τὴν αὐτὴν τελείαν ἔχει ἑκάστη ἀνθρώπων ὑπόστασις, οὐ τὴν αὐτὴν δὲ ὑπόστασιν. Οὐδὲ μίαν ἔχουσι πάντες οἱ ἄνθρωποι· ἄλλος γάρ ἐστιν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος, ἄλλη ὑπόστασις καὶ ἄλλη, οὐκ ἄλλη δὲ φύσις ὁ Πέτρος καὶ ἄλλη ὁ Παῦλος.

Πάντες γὰρ οἱ ἄνθρωποι μιᾶς εἰσιν φύσεως. Καὶ ταῦτα μὲν περὶ φύσεως καὶ ὑποστάσεως πρὸς τὸ παρόν. Εἴπωμεν δὲ καί, τί ἐστι φυσικὸν ἰδίωμα καὶ τί ἐστιν ὑποστατικὸν ἰδίωμα, καὶ τὴν τούτων διαφοράν. Φύσις μὲν οὖν ἐστι κατὰ τοὺς ἁγίους πατέρας τὸ κοινὸν καὶ ἀόριστον ἤτοι τὸ εἰδικώτατον εἶδος, οἷον ἄνθρωπος, ἵππος, βοῦς, ὑπόστασις δὲ τὸ μερικὸν τὸ καθ᾽ αὑτὸ ὑφεστώς, οἷον Πέτρος, Παῦλος, Ἰωάννης. Ἡ μὲν γὰρ φύσις κοινόν ἐστι συνάγον καὶ περιέχον πολλούς· ἕκαστον γὰρ εἶδος φύσις ἐστί. Καὶ πρῶτον μέν, εἰ καὶ ὑπερούσιός ἐστιν, ἡ μακαρία φύσις τῆς θεότητος· μία γάρ ἐστι καὶ κοινή, περιέχουσα τὰς τρεῖς ἀπεριγράπτους ὑποστάσεις, πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον. Ὁμοίως καὶ ἡ τῶν ἀγγέλων καὶ ἀνθρώπων καὶ ἕκαστον εἶδος ζῴων ἢ φυτῶν ἢ ἀψύχων σωμάτων. Εἰδέναι δὲ δεῖ, ὅτι ταυτόν ἐστι κατὰ τοὺς ἁγίους πατέρας φύσις καὶ οὐσία καὶ μορφή.

Ἡ δὲ ὑπόστασις οὐσία τίς ἐστι μετὰ συμβεβηκότων, τὴν καθ᾽ αὑτὸ ὕπαρξιν ἰδιαιρέτως καὶ ἀποτετμημένως τῶν λοιπῶν ὑποστάσεων ἐνεργείᾳ καὶ πράγματι κληρωσαμένη, τὸ κοινωνοῦν μὲν τοῖς ὁμοειδέσιν ἀτόμοις τῷ λόγῳ τῆς φύσεως, συμβεβηκόσι δέ τισι καὶ χαρακτηριστικοῖς αὐτῆς ἰδιώμασι τὴν πρὸς τὸ ὁμοειδές τε καὶ ὁμοφυὲς ἄτομον ἔχον διαφοράν.

Ὁ γὰρ Πέτρος καὶ ἕκαστος ἄνθρωπος οὐσία ἐστίν—ἄνθρωπος γάρ ἐστιν—, ἀλλὰ μετὰ συμβεβηκότων—ἢ γὰρ μακρός ἐστιν ἢ κολοβὸς ἢ σιμὸς ἢ γρυπός· ταῦτα δὲ συμβεβηκότα εἰσί—, καὶ ἕκαστος καθ᾽ ἑαυτὸν ἔσχε τὴν ὕπαρξιν.

Καὶ ἁπλῶς εἰπεῖν· Φύσις μέν ἐστι τὸ κοινὸν τῶν ἀνθρώπων, τὸ κοινὸν τῶν ἵππων, οἷον ἀνθρωπότης—καὶ ὁ Πέτρος γὰρ ἄνθρωπός ἐστι καὶ ὁ Παῦλος καὶ οἱ λοιποί, ἕκαστος ἄνθρωπός ἐστιν—, ὑπόστασις δὲ τὸ μερικόν, ὁ δεῖνα καὶ ὁ δεῖνα. Ὁ Πέτρος ὑπόστασίς ἐστι καὶ ὁ Παῦλος ἄλλη ὑπόστασις, οὐκ ἔστι δὲ ὁ Πέτρος ἄλλη φύσις καὶ ὁ Παῦλος ἄλλη φύσις.

Καὶ ὁ Πέτρος γὰρ καὶ ὁ Παῦλος ἑκάτερος αὐτῶν ἄνθρωπός ἐστι τέλειος· οὐκ ἔστι δὲ ὁ Πέτρος Παῦλος οὐδὲ ὁ Παῦλος Πέτρος. Καὶ ταῦτα μὲν περὶ φύσεως καὶ ὑποστάσεως πρὸς τὸ παρόν· ὑπόστασις δὲ καὶ πρόσωπον καὶ ἄτομον τὸ αὐτό ἐστιν. Εἴπωμεν οὖν, τί ἐστι φυσικὸν ἰδίωμα καὶ τί ἐστιν ὑποστατικὸν ἰδίωμα, καὶ τὴν τούτων διαφοράν.

Φυσικὸν μὲν οὖν ἰδίωμά ἐστι τὸ τὴν φύσιν συνιστῶν, οὗ χωρὶς οὐ δύναται συστῆναι ἡ φύσις, ἧς ὑπάρχει ἰδίωμα, οἷον τὸ ζωτικόν, τὸ λογικόν, τὸ θελητικόν, τὸ αἰσθητικόν, τὸ βαδιστικόν, τὸ ἀναπνευστικὸν ἐπὶ τοῦ ἀνθρώπου καὶ τὰ τοιαῦτα. Ὁ γὰρ μὴ λογιζόμενος οὐκ ἔστιν ἄνθρωπος· οὐκ ἐγένετο γὰρ ἄνθρωπος μὴ λογιζόμενος, εἴτε καλῶς, εἴτε κακῶς, ὁμοίως οὐδὲ ὁ μὴ αἰσθανόμενος μηδὲ βαδίζων μηδὲ ἀναπνέων.

Φυσικὸν οὖν ἰδίωμά ἐστι τὸ συνιστῶν τὴν φύσιν καὶ χωρίζον εἶδος ἀπὸ εἴδους, τουτέστι φύσιν ἀπὸ ἄλλης φύσεως, καὶ ἐν ἑκάστῃ ὑποστάσει τοῦ αὐτοῦ εἴδους θεωρούμενον, οἷον τὸ λογικόν. Συνιστᾷ γὰρ τὴν φύσιν τοῦ ἀνθρώπου ὡς ἐν τῷ ὅρῳ αὐτοῦ λαμβανόμενον— ἄνθρωπος γάρ ἐστι ζῷον λογικὸν θνητόν—, καὶ χωρίζει τὸ λογικὸν τὸν ἄνθρωπον ἐκ πάντων τῶν ἀλόγων.

Καὶ γὰρ πᾶς ἄνθρωπος λογικός ἐστιν· ὁ γὰρ μὴ ὢν λογικὸς οὐκ ἔστιν ἄνθρωπος. Ἀδύνατον γὰρ ἄνθρωπον μὴ εἶναι ζῷον λογικὸν θνητόν. Φυσικὸν μὲν οὖν ἰδίωμά ἐστι τὸ τὴν φύσιν συνιστῶν, οὗ χωρὶς οὐ δύναται συστῆναι ἡ φύσις, ἧς ὑπάρχει ἰδίωμα, ὡς ἐπὶ τοῦ ἀνθρώπου τὸ ζωτικόν, τὸ λογικόν, τὸ αἰσθητικόν, τὸ βαδιστικόν, τὸ ἀναπνευστικόν, τὸ θελητικόν, τὸ ἐνεργητικόν, τὸ θνητὸν καὶ τὰ τοιαῦτα. Ὁ γὰρ μὴ ζῶν ἢ μὴ λογιζόμενος οὐκ ἔστιν ἄνθρωπος· οὐ γὰρ γέγονεν ἄνθρωπος μὴ ζῶν ἢ μὴ λογιζόμενος, εἴτε καλῶς, εἴτε κακῶς. Καὶ ὁ μὴ θέλων οὐκ ἔστι τέλειος ἄνθρωπος· οὐκ ἐγένετο γὰρ ἄνθρωπος μὴ θέλων, εἴτε καλῶς, εἴτε κακῶς. Ὁμοίως οὐδὲ ὁ μὴ αἰσθανόμενος μηδὲ ἀναπνέων μηδὲ βαδίζων οὐκ ἔστι τέλειος ἄνθρωπος, ἀλλ᾽ ἐλλιπής.

Φυσικὸν οὖν ἰδίωμά ἐστι τὸ συνιστῶν τὴν φύσιν καὶ χωρίζον εἶδος ἀπὸ εἴδους, τουτέστι φύσιν ἀπὸ ἄλλης φύσεως, καὶ ἐν ἑκάστῃ ὑποστάσει τοῦ αὐτοῦ εἴδους θεωρούμενον, οἷον τὸ λογικὸν καὶ τὸ θνητόν. Συνιστῶσι γὰρ τὴν φύσιν τοῦ ἀνθρώπου ὡς ἐν τῷ ὅρῳ αὐτοῦ λαμβανόμενα— ἄνθρωπος γάρ ἐστι ζῷον λογικὸν θνητόν—, καὶ χωρίζουσι τὸν ἄνθρωπον, τὸ μὲν λογικὸν ἐκ πάντων τῶν ἀλόγων, τὸ δὲ θνητὸν ἐκ τῶν ἀθανάτων, θεοῦ τε καὶ ἀγγέλων.

Καὶ πᾶς ἄνθρωπος λογικός ἐστι καὶ θνητός· ὁ γὰρ μὴ ὢν λογικὸς καὶ θνητὸς οὐκ ἔστιν ἄνθρωπος. Ἀδύνατον γὰρ ἄνθρωπον μὴ εἶναι ζῷον λογικὸν θνητόν. Ὑποστατικὸν δὲ ἰδίωμα τὸ χωρίζον ὑπόστασιν ἀπ᾽ ἄλλης ὑποστάσεως, οἷον τὸ σιμόν, τὸ λευκόν, τὸ μέλαν, τὸ φαλακρὸν καὶ τὰ τοιαῦτα· οὐ γὰρ πᾶς ἄνθρωπος σιμός, ἀλλ᾽ ὁ μὲν σιμός, ὁ δὲ γρυπός, ὁ δὲ εὔρινος, οὔτε πᾶς ἄνθρωπος λευκός, ἀλλ᾽ ὁ μὲν λευκός, ὁ δὲ μέλας, ὁ δὲ σιτόχρους, οὐδὲ πᾶς ἄνθρωπος φαλακρός, ἀλλ᾽ ὁ μὲν φαλακρός, ὁ δὲ κομήτης, τουτέστι δασύθριξ. Καὶ ἁπλῶς εἰπεῖν ἐπὶ τῆς ἀνθρωπότητος· Ὅσα πάντες οἱ ἄνθρωποι ἔχουσιν ἐκ τοῦ δημιουργοῦ δοθέντα, φυσικά εἰσιν ἰδιώματα κατὰ τοὺς ἁγίους πατέρας καὶ τὸν ἀληθῆ λόγον, τά τε τῆς πλάσεως καὶ τῆς κατακρίσεως.

Φύσις γάρ ἐστι δύναμις ἐκ θείου προστάγματος δοθεῖσα ἑκάστῳ εἴδει, καθ᾽ ἣν ἐνεργεῖν καὶ πάσχειν πέφυκεν. v. finem cap. Ὥστε τὸ μὲν ἔχειν ὀφθαλμοὺς καὶ ῥῖνας καὶ τὰ λοιπὰ τῶν μελῶν φυσικόν ἐστιν— ὁ γὰρ ἑνὸς τούτων ἐστερημένος οὐκ ἔστι τέλειος ἄνθρωπος—ἡ δὲ τούτων διαφορὰ ὑποστατική· Ἡ ὅρασις καὶ τὸ ὁρᾶν φυσικόν, ἡ δὲ διάφορος ὅρασις, τουτέστιν ἡ καλὴ καὶ ἡ κακή, ὑποστατική ἐστιν· ἡ ἐπιθυμία τῆς βρώσεως καὶ αὐτὴ ἡ βρῶσις φυσική, ἡ δὲ τῶν διαφόρων βρωμάτων ἐπιθυμία καὶ ἡ διάφορος ἐπιθυμία ἐπιτεταμένη καὶ ἀνειμένη ὑποστατική· ἡ θέλησις καὶ τὸ θέλειν φυσικόν, ἡ διάφορος θέλησις καὶ τὸ διαφόρως θέλειν ὑποστατικόν.

Ὅσα δὲ τινὲς μὲν ἔχουσι τῶν ὁμοειδῶν ὑποστάσεων, τινὲς δὲ οὐκ ἔχουσιν, ὑποστατικά εἰσιν ἰδιώματα. Ὑποστατικὸν δὲ ἰδίωμα τὸ χωρίζον ὑπόστασιν ἀπὸ ἄλλης ὑποστάσεως, οἷον τὸ σιμόν, τὸ μέλαν καὶ τὰ τοιαῦτα· οὐ γὰρ πᾶς ἄνθρωπος σιμός, ἀλλ᾽ ὁ μὲν σιμός, ὁ δὲ γρυπός, ὁ δὲ εὔρινος, οὔτε πᾶς ἄνθρωπος λευκός, ἀλλ᾽ ὁ μὲν λευκός, ὁ δὲ μέλας, ὁ δὲ σιτόχρους.

Καὶ ἁπλῶς εἰπεῖν· Ὅσα πάντες οἱ ἄνθρωποι ἔχουσιν ἐκ τοῦ δημιουργοῦ δοθέντα, φυσικὰ αὐτῶν εἰσιν ἰδιώματα, τά τε τῆς πλάσεως καὶ τὰ τῆς κατακρίσεως. Ἡ δὲ ἁμαρτία οὐ φυσική· οὐ γὰρ ἐκ τοῦ δημιουργοῦ δέδοται. Φύσις γάρ ἐστι δύναμις ἐκ θεοῦ προστάγματος δοθεῖσα ἑκάστῳ εἴδει, καθ᾽ ἣν ἐνεργεῖν καὶ πάσχειν πέφυκεν.

Ὅσα δὲ τινὲς μὲν ἔχουσι τῶν ὁμοειδῶν ὑποστάσεων, τινὲς δὲ οὐκ ἔχουσιν, ὑποστατικά εἰσιν ἰδιώματα. Οὔτε οὖν τὸ ἄθροισμα τῶν τοῦδε τοῦ εἴδους ἰδιωμάτων δυνατὸν θεωρηθῆναι ἐν ἑτέρῳ εἴδει, οὐδὲ τὸ ἄθροισμα τῶν τῆσδε τῆς ὑποστάσεως ἰδιωμάτων δυνατὸν θεωρηθῆναι ἐν ἑτέρᾳ ὑποστάσει. Θεωρεῖται μὲν γὰρ τὸ αὐτὸ φυσικὸν ἰδίωμα ἐν διαφόροις εἴδεσιν, ὡς τὸ λογικὸν ἐν ἀγγέλῳ καὶ ἀνθρώπῳ καὶ τὸ θνητὸν ἐν ἀνθρώπῳ καὶ πᾶσι τοῖς ἀλόγοις ζῴοις, καὶ θεωρεῖται τὸ αὐτὸ συμβεβηκός, τουτέστιν ὑποστατικὸν ἰδίωμα, ἐν διαφόροις ὑποστάσεσιν, ὡς τὸ λευκὸν ἐν διαφόροις ὑποστάσεσι θεωρεῖται—πολλοὶ γάρ εἰσιν ἄνθρωποι λευκοί—, ἀλλ᾽ οὔτε πάντα τὰ φυσικὰ ἰδιώματα τοῦ ἀνθρώπου θεωροῦνται ἐν ἑτέρῳ εἴδει, οὔτε πάντα τὰ ὑποστατικὰ ἰδιώματα τοῦδε τοῦ ἀνθρώπου θεωροῦνται ἐν ἑτέρᾳ ὑποστάσει. Τὸ δὲ ἐν ἑνὶ εἴδει καὶ μόνον θεωρούμενον καὶ ἐν πάσαις αὐτοῦ ταῖς ὑποστάσεσιν οὐκ ἰδίωμα λέγεται, ἀλλ᾽ ἴδιον.

Ὥστε τὸ μὲν ἔχειν ὀφθαλμούς, ῥῖνας καὶ τὰ λοιπὰ τῶν μελῶν φυσικόν ἐστι τῷ ἀνθρώπῳ— ὁ γὰρ ἑνὸς τούτων ἐστερημένος οὐκ ἔστι τέλειος ἄνθρωπος—, ἡ δὲ τούτων διαφορὰ ὑποστατικὴ ἀφορίζουσα ὑπόστασιν ἐξ ὁμοειδοῦς καὶ ὁμοουσίου ὑποστάσεως καὶ οὐκ ἐξ ἀλλοειδοῦς καὶ ἑτεροουσίου· ὡς γὰρ ἤδη φθάσαντες εἴπομεν, οὐ συγκρίνεται ὑπόστασις πρὸς ἑτεροειδῆ ὑπόστασιν ὡς ὑπόστασις, ἀλλ᾽ ὡς φύσις πρὸς φύσιν. Ἡ ὅρασις καὶ τὸ ὁρᾶν φυσικόν, ἡ δὲ διάφορος ὅρασις, τουτέστιν ἡ καλὴ καὶ ἡ κακή, ὑποστατική ἐστιν· ἡ ἐπιθυμία τῆς βρώσεως καὶ αὐτὴ ἡ βρῶσις φυσική, ἡ δὲ τῶν διαφόρων βρωμάτων ἐπιθυμία καὶ ἡ διάφορος ἐπιθυμία ἡ ἐπιτεταμένη καὶ ἀνειμένη, τουτέστι πολλὴ καὶ ὀλίγη, ὑποστατική· ἡ θέλησις καὶ ἡ ἐνέργεια καὶ τὸ θέλειν καὶ ἐνεργεῖν φυσικόν, ἡ διάφορος θέλησις καὶ ἐνέργεια καὶ τὸ διαφόρως θέλειν καὶ ἐνεργεῖν, καλῶς ἢ κακῶς, ὑποστατικόν. Καλὸν μὲν οὖν τὸ κατὰ φύσιν πρὸς ὑπακοὴν τοῦ κτίσαντος, κακὸν δὲ τὸ παρὰ φύσιν καθ᾽ ἡδονὴν καὶ οἰκείαν γνώμην παρὰ τὸν νόμον τοῦ θεοῦ.

Εἰδέναι τοίνυν χρή, ὅτι πᾶσα ἀνθρώπων ὑπόστασις ἔχει τό τε εἶναι καὶ τὸ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι ὑπὸ τοῦ δημιουργοῦ παρῆχθαι, τουτέστι τὸ κτιστὸν τό τε ζωτικὸν καὶ ἐνεργητικὸν καὶ αἰσθητικὸν καὶ νοερὸν καὶ λογιστικὸν καὶ ὀρεκτικόν, τουτέστι θελητικόν, καὶ τὸ ἐξ οὐσίας καὶ συμβεβηκότων ὑφίστασθαι. Ταῦτα οὖν οὐσιώδη εἰσὶ καὶ φυσικά, ἡ δὲ τούτων ἰδιότροπος καὶ ἰδιαίρετος κίνησις ὑποστατικὴ διαφορά.

Τὸ μὲν γὰρ μετέχειν τούτων τὸ ταυτὸν τῆς φύσεως παρίστησιν, ὁ δὲ τρόπος τῆς ὑπάρξεως καὶ ἡ ἀποτετμημένη καὶ ἰδιοσύστατος ὑπόστασις καὶ σύμπηξις ἑκάστου καὶ ἡ ἰδιότροπος καὶ ἰδιοκίνητος καὶ ἡ διάφορος τῶν φυσικῶν χρῆσις ἀποτετμημένας τὰς ὑποστάσεις δείκνυσι καὶ πολλοὺς λέγεσθαι τοὺς ἀνθρώπους ποιεῖ.

Ὥστε ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἐπειδὴ μὲν διάφορος ἡ ἑκάστου ὕπαρξις, τρεῖς ὑποστάσεις εἰσίν· ἐπειδὴ δὲ οὐκ ἰδιοτρόπως οὐδὲ ἰδιαιρέτως καὶ ἀποτετμημένως ἑκάστη θέλει καὶ ἐνεργεῖ, ἀλλ᾽ ἑνιαίως, οὐ τρεῖς θεοί, ἀλλ᾽ εἷς θεός.

Τούτων οὕτως εἰρημένων, ἴδωμεν, εἰ δύο φύσεις εἰσὶν ἐν τῷ Χριστῷ, καὶ οὕτως γνωσόμεθα, εἰ διπλᾶ ἔχει τὰ φυσικὰ ἰδιώματα· ἀδύνατον γὰρ φύσιν συστῆναι ἐκτὸς τῶν φυσικῶν καὶ συστατικῶν αὐτῆς ἰδιωμάτων. Εἰδέναι δὲ χρή, ὅτι πᾶσα ἀνθρώπων ὑπόστασις ἔχει τό τε εἶναι καὶ τὸ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι ἐκ τοῦ δημιουργοῦ παρῆχθαι, τουτέστι τὸ κτιστὸν τό τε ζωτικὸν καὶ ἐνεργητικόν, αἰσθητικόν τε καὶ νοερὸν καὶ λογικὸν καὶ ὀρεκτικὸν τὸ κατ᾽ αἴσθησιν καὶ λόγον, τουτέστι τὸ αὐτεξουσίως θελητικόν, καὶ τὸ ἐξ οὐσίας καὶ συμβεβηκότων ὑφίστασθαι. Ταῦτα πάντα οὐσιώδη εἰσὶ καὶ φυσικά, ἡ δὲ τούτων ἰδιότροπος καὶ ἰδιαίρετος κίνησις ὑποστατικὴ διαφορά.

Τὸ μὲν γὰρ μετέχειν τούτων τὸ ταυτὸν τῆς φύσεως παρίστησιν, ὁ δὲ τρόπος τῆς ὑπάρξεως τὴν τῶν ὑποστάσεων εἰσάγει διαφοράν, καὶ ἡ ἀποτετμημένη ἑκάστου ὕπαρξίς τε καὶ σύμπηξις καὶ ἡ ἰδιότροπος καὶ ἰδιοκίνητος καὶ διάφορος τῶν φυσικῶν χρῆσις ἀποτετμημένας τὰς ὑποστάσεις ποιεῖ καὶ πολλοὺς λέγεσθαι τοὺς ἀνθρώπους.

Ὥστε ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἐπειδὴ μὲν διάφορος ἡ ἑκάστου ὕπαρξις, τρεῖς ὑποστάσεις εἰσίν· ἐπειδὴ δὲ ἐπίσης θεωρεῖται ἡ φύσις καὶ τὰ ταύτης ἰδιώματα ἐν ἑκάστῃ τῶν ὑποστάσεων, μιᾶς εἰσιν οὐσίας καὶ φύσεως· καὶ ἐπειδὴ οὐκ ἀποτετμημένως εἰσὶν οὐδὲ ἰδιοτρόπως οὐδὲ ἰδιαιρέτως ἑκάστη θέλει καὶ ἐνεργεῖ, ἀλλ᾽ ἑνιαίως, οὐ τρεῖς τὰ τρία θεοί, ἀλλ᾽ εἷς θεὸς σὺν ἀλλήλοις καὶ ἐν ἀλλήλοις εἰσί τε καὶ λέγονται.

Τούτων οὕτως εἰρημένων, ἴδωμεν, εἰ δύο φύσεις εἰσὶν ἐν τῷ Χριστῷ, καὶ οὕτω γνωσόμεθα, εἰ διπλᾶ ἔχει τὰ φυσικὰ ἰδιώματα· ἀδύνατον γὰρ φύσιν συστῆναι ἐκτὸς τῶν φυσικῶν καὶ συστατικῶν αὐτῆς ἰδιωμάτων. Οὕτως οὖν λεκτέον· Τέλειος θεὸς ὁ Χριστὸς καὶ τέλειος ἄνθρωπος καὶ μετὰ τὴν τῶν φύσεων ἕνωσιν, τέλειος ἐν θεότητι καὶ τέλειος ἐν ἀνθρωπότητι;