Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῶν δύο ἐν Χριστῷ θελημάτων

Ἰωάννης ὁ Δαμασκηνός

Η Ενότητα της Υποστάσεως και οι Δύο Φύσεις του Χριστού

Θεολογική τεκμηρίωση της διατηρήσεως των δύο φύσεων άτρεπτων και ασύγχυτων μετά την ένωση. Ανασκευή των μονοφυσιτικών αντιλήψεων και επισήμανση του κινδύνου εισαγωγής τετράδας αντί της Τριάδας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 7

Ναὶ πάντως. Θεότης δὲ καὶ ἀνθρωπότης μία φύσις ἢ δύο; Δύο, ὡς ἀληθῶς· ἄλλη γὰρ φύσις θεότητος καὶ ἄλλη φύσις ἀνθρωπότητος. Οὐκοῦν δύο φύσεις ἐν τῷ Χριστῷ, καὶ ἐν δύο φύσεσιν ὁ Χριστός, εἴπερ θεός ἐστι τέλειος καὶ ἄνθρωπος τέλειος.

Καὶ πάλιν· Ἐκ δύο φύσεων τὸν Χριστὸν ὁμολογοῦμεν; Πάντως. Διὰ τί ἐκ δύο; Ὅτι ἐκ θεότητός ἐστι καὶ ἀνθρωπότητος. Τί γὰρ τὸ εἰπεῖν θεότητα καὶ ἀνθρωπότητα; Δύο φύσεις παριστᾷ; Πάντως· οὐ γὰρ μία φύσις θεότητος καὶ ἀνθρωπότητος. Εἶτα· Ὁμολογοῦμεν τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀνθρωπότητι;

Πάντως. Οὐκοῦν, εἰ μετὰ τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀνθρωπότητι ὁμολογοῦμεν αὐτόν, θεότης δὲ καὶ ἀνθρωπότης δύο φύσεις καὶ οὐ μία, ἐν δυσὶ φύσεσιν αὐτὸν ὁμολογοῦμεν. Καὶ πάλιν· Εἰ ἔχει ὁ Χριστὸς τὴν φύσιν τοῦ πατρὸς καὶ μετὰ τὴν ἕνωσιν τελείαν καὶ ἀνελλιπῆ, ἄτρεπτον καὶ ἀσύγχυτον; Παντὶ τρόπῳ. Ἔχει καὶ τὴν φύσιν τῆς μητρός, τουτέστιν τὴν φύσιν τοῦ Ἀδάμ, τελείαν, ἀνελλιπῆ, ἄτρεπτον καὶ ἀσύγχυτον; Ἐκ παντός. Ἡ φύσις τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ φύσις τῆς ἁγίας παρθένου μία ἢ δύο; Δύο πάντως.

Οὐκοῦν δύο φύσεις ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν. Πρὸ γὰρ τῆς ἑνώσεως οὐ δύο φύσεις ἐν τῷ θεῷ λόγῳ, ἀλλὰ μία, ἡ τοῦ πατρός. Ἀδύνατον τὴν μίαν καὶ τὴν αὐτὴν φύσιν κτιστὴν εἶναι καὶ ἄκτιστον, ἠργμένην καὶ ἄναρχον καὶ παθητὴν καὶ ἀπαθῆ. Εἰ γὰρ ἤρξατο, οὐκ ἄναρχος, καὶ εἰ ἄκτιστος, οὐκ ἐκτίσθη.

Ὥστε οὐ μία φύσις ὁ Χριστός, ἀλλὰ μία ὑπόστασις δύο φύσεις ἔχουσα, μίαν ἄκτιστον καὶ κτιστὴν μίαν, μίαν ἄναρχον καὶ ἄλλην ἠργμένην. Τέλειος θεὸς ὁ Χριστὸς καὶ τέλειος ἄνθρωπος καὶ μετὰ τὴν καθ᾽ ὑπόστασιν τῶν φύσεων ἕνωσιν; Ναὶ πάντως. Τέλειος ἐν θεότητι καὶ τέλειος ἐν ἀνθρωπότητι;

Ἀληθῶς. Θεότης δὲ καὶ ἀνθρωπότης μία φύσις ἢ δύο; Δύο, ὡς ἀληθῶς· ἄλλη γὰρ φύσις θεότητος καὶ ἄλλη ἀνθρωπότητος. Ἄλλη δὲ καὶ ἄλλη οὐ μία, ἀλλὰ δύο. Οὐκοῦν δύο φύσεις ἐν τῷ Χριστῷ, καὶ ἐν δύο φύσεσιν ὁ Χριστὸς μετὰ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν, εἴπερ θεός ἐστι τέλειος καὶ ἄνθρωπος τέλειος μετὰ τὴν ἕνωσιν καὶ τέλειος ἐν θεότητι καὶ τέλειος ἐν ἀνθρωπότητι.

Καὶ πάλιν· Ἐκ δύο φύσεων ὁμολογοῦμεν τὸν Χριστόν; Πάντως. Διὰ τί ἐκ δύο; Ὅτι ἐκ θεότητός ἐστι καὶ ἀνθρωπότητος. Τί γάρ; Τὸ εἰπεῖν θεότητα καὶ ἀνθρωπότητα δύο φύσεις πάντως παριστᾷ; Πάντως· οὐ γὰρ μία φύσις θεότητος καὶ ἀνθρωπότητος. Εἶτα· Ὁμολογοῦμεν τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀνθρωπότητι;

Πάντως. Οὐκοῦν, εἰ μετὰ τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀνθρωπότητι ὁμολογοῦμεν αὐτόν, θεότης δὲ καὶ ἀνθρωπότης δύο φύσεις καὶ οὐ μία, ἐν δύο φύσεσιν ἀνάγκη λέγειν αὐτὸν μετὰ τὴν ἕνωσιν ὥσπερ καὶ ἐκ δύο φύσεων.

Καὶ αὖθις· Ἔχει ὁ Χριστὸς τὴν φύσιν τοῦ πατρὸς καὶ μετὰ τὴν ἕνωσιν τελείαν, ἀνελλιπῆ, ἄτρεπτον καὶ ἀσύγχυτον; Παντὶ τρόπῳ. Ἔχει δὲ καὶ τὴν φύσιν τῆς μητρός, τουτέστιν τοῦ Ἀδάμ, τελείαν, ἀνελλιπῆ, ἄτρεπτον καὶ ἀσύγχυτον; Ἀναμφιβόλως.

Ἡ φύσις τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ φύσις τῆς ἁγίας παρθένου μία ἢ δύο; Δύο πάντως καὶ οὐ μία. Οὐκοῦν δύο φύσεις ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν. Πρὸ γὰρ τῆς ἑνώσεως οὐ δύο φύσεις ἐν τῷ θεῷ λόγῳ, ἀλλὰ μία, ἡ τοῦ πατρός.

Καὶ πάλιν· Ἡ ἐν τῷ Χριστῷ θεότης παθητὴ φύσις ἢ ἀπαθής; Ἀπαθὴς πάντως. Καὶ ἡ ἐν τῷ Χριστῷ ἀνθρωπότης παθητὴ ἢ ἀπαθής; Παθητὴ δηλονότι. Παθητὴ οὖν φύσις καὶ ἀπαθὴς μία φύσις οὐκ ἔστιν, ἀλλὰ δύο, καὶ δύο φύσεις ἐν τῷ Χριστῷ.

Ἡ θεότης τοῦ Χριστοῦ αὐτή ἐστι τοῦ πατρὸς καὶ τοῦ πνεύματος ἢ οὔ; Αὐτὴ καὶ οὐκ ἄλλη. Τελεία φύσις αὕτη ἐν τῷ Χριστῷ ἢ μέρος φύσεως; Τελεία. Ἡ ἀνθρωπότης αὐτοῦ τελεία φύσις ἐστὶν ἐν αὐτῷ; Τελεία. Οὐκοῦν δύο φύσεις τέλειαι ἐν τῷ Χριστῷ.

Εἰ δὲ μίαν φύσιν σύνθετον εἴπῃς τοῦ Χριστοῦ, ἡ θεότης καὶ ἡ ἀνθρωπότης μέρη εἰσὶ τῆς συνθέτου φύσεως τοῦ Χριστοῦ, καὶ ἔσται ὁ πατὴρ καὶ θεὸς καὶ ὁ Ἀδὰμ μέρη τῆς μιᾶς φύσεως τοῦ Χριστοῦ καὶ ἔσται ὁ μὲν Χριστὸς τελεία φύσις, ὁ πατὴρ δὲ μερικὴ καὶ ἀτελὴς φύσις συγκρινόμενος πρὸς Χριστόν.

Καὶ αὖθις· Διὰ τί οὐ λέγετε δύο φύσεις ἐπὶ Χριστοῦ; Ὅτι ὁ ἀριθμὸς διαίρεσιν παρεισάγει. Οὐκοῦν καὶ τὸ λέγειν τρεῖς ὑποστάσεις τῆς θεότητος διαιρεῖ τὴν θεότητα. Ἀλλ᾽ οὐκ ἔστι τοῦτο· ὁ γὰρ ἀριθμὸς τὴν διαφορὰν καὶ τὴν ποσότητα τῶν ἀριθμουμένων δηλοῖ καὶ μόνον, εἴτε ἡνωμένα εἰσὶ τὰ ἀριθμούμενα, εἴτε διῃρημένα. Τρεῖς γὰρ ὑποστάσεις λέγοντες τῆς θεότητος οὐ διαιροῦμεν αὐτὰς ἀπ᾽ ἀλλήλων—ἥνωνται γὰρ κατ᾽ οὐσίαν—, ἀλλὰ τὴν διαφορὰν τῶν ὑποστάσεων σημαίνομεν καὶ τὸ μὴ συγχεῖσθαι αὐτὰς καὶ συναλείφεσθαι εἰς μίαν ὑπόστασιν. Ὁμοίως δύο φύσεις τοῦ Χριστοῦ λέγοντες οὐ διαιροῦμεν αὐτάς— ἥνωνται γὰρ καθ᾽ ὑπόστασιν—, ἀλλὰ τὴν διαφορὰν τῶν φύσεων σημαίνομεν καὶ τὸ μὴ τετράφθαι καὶ συγκεχύσθαι αὐτάς. Ὑμεῖς γὰρ μιᾶς συνθέτου φύσεως τὸν Χριστὸν λέγοντες ἐκ θεότητος καὶ ἀνθρωπότητος οὔτε τῷ πατρὶ αὐτὸν λέγετε ὁμοούσιον οὔτε ἡμῖν· οὔτε γὰρ ὁ πατὴρ συνθέτου φύσεως οὔτε ἡμεῖς ἐκ θεότητος καὶ ἀνθρωπότητος σύνθετοι. Ἀλλὰ καὶ παθητὴν τὴν θεότητα ὁμολογεῖτε· εἰ γὰρ μιᾶς φύσεως ὁ Χριστὸς συνθέτου ἐκ θεότητός τε καὶ ἀνθρωπότητος, ἔπαθε δὲ ὁ Χριστός, δηλονότι ἡ μία φύσις αὐτοῦ ἡ σύνθετος, ἡ θεανθρωπότης, ἔπαθεν.

Ἀλλὰ δῆλον, ὅτι ἀρειανίζετε· ὡς γὰρ ἐκεῖνοι, καὶ ὑμεῖς ταυτὸν λέγετε φύσιν καὶ ὑπόστασιν καὶ παθητὴν τὴν τοῦ Χριστοῦ θεότητα καὶ τὴν φύσιν αὐτοῦ σύνθετον λέγετε, ἵνα ἑτεροούσιον αὐτὸν τοῦ πατρὸς βλασφημήσητε. Ἡμᾶς δὲ μὴ γένοιτο οὕτω φρονεῖν· οἴδαμεν γὰρ διαφορὰν φύσεώς τε καὶ ὑποστάσεως κατὰ τοὺς ἁγίους πατέρας. Διὸ καὶ τὸ τριαδικὸν τῶν ὑποστάσεων καὶ τὸ μοναδικὸν τῆς φύσεως ἐπὶ τῆς θεότητος ὁμολογοῦμεν καὶ ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ κατὰ τὸν θεολόγον Γρηγόριον «ἔμπαλιν ἢ ἐπὶ τῆς τριάδος» τὸ μοναδικὸν τῆς ὑποστάσεως καὶ τὸ διττὸν καὶ διάφορον τῶν φύσεων κηρύττομεν καὶ σύνθετον μίαν ὑπόστασιν αὐτὸν ὁμολογοῦμεν, ὁμοούσιον τῷ πατρὶ καὶ ἀπαθῆ κατὰ τὴν τῆς θεότητος φύσιν, ὁμοούσιον ἡμῖν καὶ παθητὸν κατὰ τὴν φύσιν τῆς ἀνθρωπότητος τὸν αὐτόν.

Ἀδύνατον γὰρ τὴν μίαν καὶ τὴν αὐτὴν φύσιν κτιστὴν εἶναι καὶ ἄκτιστον, ἠργμένην καὶ ἄναρχον. Εἰ γὰρ ἤρξατο, οὐκ ἄναρχος, καὶ εἰ ἄκτιστός ἐστιν, οὐκ ἐκτίσθη. Ὥστε οὐ μία φύσις ὁ Χριστός, ἀλλὰ μία ὑπόστασις δύο ἔχουσα φύσεις, μίαν ἄκτιστον καὶ μίαν κτιστήν, μίαν ἄναρχον καὶ μίαν ἠργμένην, μίαν ἀπαθῆ καὶ μίαν παθητήν.

Καὶ πάλιν· Εἰ ἐκ διαφόρων φύσεων συντεθειμένη ἡ φύσις, οὐδὲ μία αὐτῶν ἐστιν ὁμοούσιος. Ἡ μὲν γὰρ ἑκάστη τὸν ἑαυτῆς ὅρον ἔχει μόνον, ἡ δὲ σύνθετος ἄλλον ὅρον ἔχει σύνθετον. Ἀδύνατον δὲ τὰ ἕτερον καὶ ἕτερον ὅρον δεχόμενα ὁμοούσια εἶναι. Εἰ οὖν μία φύσις ὁ Χριστός, πῶς τῷ πατρὶ ἔσται ὁμοούσιος καὶ τῇ μητρί; Ὁ μὲν γὰρ θεός, ἡ δὲ ἄνθρωπος. Θεὸς δὲ καὶ ἄνθρωπος οὐ μία φύσις· οὐ γὰρ εἷς ὅρος θεότητος καὶ ἀνθρωπότητος. Ὁ μὲν γὰρ κτίστης, ὁ δὲ κτίσμα.

Καὶ πάλιν· Μία καὶ ἡ αὐτὴ φύσις ἑτεροουσίοις ὁμοούσιος εἶναι οὐ δύναται. Καὶ πάλιν· Φύσις φύσει ὁμοούσιος οὐ λέγεται οὐδὲ ὑπόστασις μονοφυὴς ἑτεροουσίοις ὑποστάσεσιν ὁμοούσιος. Εἰ οὖν μία φύσις ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, πῶς τῷ πατρὶ καὶ τῇ μητρὶ ἑτεροουσίοις οὖσιν ἔσται ὁμοούσιος;

Ὅτι δὲ καὶ μία ὑπόστασις τοῦ Χριστοῦ καὶ οὐ δύο, ἐντεῦθεν γνωσόμεθα· Εἷς υἱὸς ὁ Χριστὸς ἢ δύο; Εἷς πάντως. Καὶ πῶς δύο ὑποστάσεις, εἰ εἷς ὁ υἱός; Εἰ δύο ὑποστάσεις, ἄλλος καὶ ἄλλος, καὶ ἢ ἔσονται δύο Χριστοὶ ἢ ἄλλος ὁ Χριστὸς καὶ ἄλλος ὁ θεὸς λόγος καὶ οὐκέτι εἷς υἱός.

Καὶ πάλιν· Εἰ δύο ὑποστάσεις τοῦ Χριστοῦ, κάθηται δὲ ἐν δεξιᾷ τοῦ πατρὸς ἐπὶ τοῦ χερουβικοῦ θρόνου καὶ λατρεύεται ὑπὸ πάσης κτίσεως σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι· οὐκοῦν τετράδι καὶ οὐ τριάδι λατρεύομεν.

Καὶ πάλιν· Εἰ μία φύσις τοῦ Χριστοῦ μετὰ τὴν ἕνωσιν, πῶς ὀνομάζεται; Χριστότης δηλαδὴ ἡ θεανθρωπότης. Ποίᾳ φύσει; Εἰ μία, δηλονότι τῇ μιᾷ αὐτοῦ φύσει. Οὐκοῦν ἡ θεανθρωπότης αὐτοῦ, καὶ ἔσται ἡ ἐν Χριστῷ θεότης παθητή.

Καὶ πάλιν· Ἔπαθεν ὁ Χριστός; Πάντως. Ἡ θεότης αὐτοῦ ἔπαθεν ἢ ἡ ἀνθρωπότης αὐτοῦ, ποία φύσις; Ἡ ἀνθρωπότης. Ἡ δὲ θεία αὐτοῦ φύσις ἀπαθὴς ἔμεινεν; Ναί. Ἡ παθοῦσα αὐτοῦ φύσις καὶ ἡ μὴ παθοῦσα ἡ αὐτή ἐστιν ἢ ἄλλη καὶ ἄλλη; Ἄλλη πάντως καὶ ἄλλη. Καὶ εἰ ἄλλη καὶ ἄλλη, πῶς μία αἱ δύο; Ἀλλ᾽ αἱ μὲν δύο φύσεις ἢ ἄλλη καὶ ἄλλη μία φύσις οὔκ εἰσιν, ἀλλὰ μία ὑπόστασις, δύο δὲ φύσεις, μία ἀπαθὴς καὶ μία παθητή. Καὶ ἔσται ὁ λόγος εὔδρομος.

Ὑπόστασιν δὲ μίαν σύνθετον τὸν Χριστὸν λέγομεν· μία γὰρ οὖσα τῶν τῆς θεότητος ὑποστάσεων εὐδοκίᾳ πατρὸς ἐσαρκώθη ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἀειπαρθένου καὶ θεοτόκου καὶ γέγονεν ἄνθρωπος τέλειος οὐ κατὰ τροπὴν ἢ σύγχυσιν ἢ ἀλλοίωσιν, ἀλλὰ κατὰ πρόσληψιν σαρκὸς ἐψυχωμένης ψυχῇ λογικῇ τε καὶ νοερᾷ, μείνας, ὃ ἦν, θεὸς τέλειος, καὶ γενόμενος, ὃ οὐκ ἦν, ἄνθρωπος τέλειος, φύσιν προσλαβών, οὐχ ὑπόστασιν, φύσιν οὐκ ἀνυπόστατον, ἀλλ᾽ ἐν αὐτῷ ὑποστᾶσαν καὶ αὐτὸν ἐσχηκυῖαν ὑπόστασιν· οὐ γὰρ γέγονε τοῦδε ἢ τοῦδε, ἀλλὰ τοῦ θεοῦ λόγου. Πᾶσα γὰρ σὰρξ καὶ πᾶσα ψυχὴ τινὸς λέγεται καὶ τινός ἐστι καὶ αὐτὸν ἔχει ὑπόστασιν· ἡ γὰρ σὰρξ καὶ ἡ ψυχὴ τοῦ Πέτρου τὸν Πέτρον ἔχει ὑπόστασιν, καὶ οὐκ ἄλλην ἔχει ὑπόστασιν ἡ ψυχὴ τοῦ Πέτρου καὶ ἄλλην ἡ σὰρξ αὐτοῦ. Ἄλλην μὲν γὰρ φύσιν ἔχει ἡ ψυχὴ καὶ ἄλλην ἡ σάρξ, ἡ ψυχὴ ἀσώματον καὶ ἄυλον, τὸ σῶμα ὑλικήν, ἀλλ᾽, ἐπειδὴ ἑνός εἰσι, μίαν ἔχουσιν ὑπόστασιν.

Τίνος οὖν ἐγένετο ἡ ἐκ παρθένου ἐψυχωμένη σάρξ; Εἰ μὲν τοῦ θεοῦ λόγου, αὐτὸν ἔχει ὑπόστασιν. Εἰ δὲ ἄλλου παρ᾽ αὐτόν, οὐ προσκυνητέον αὐτῷ οὔτε λατρευτέον· οὐ γὰρ κτίσει οὐδὲ ἑτέρῳ παρὰ τὴν ἁγίαν τριάδα λατρεύομεν.

Ἀλλ᾽ οὐκ ἐγένετο ἑτέρου· οὐκ ἄγγελος γάρ, οὐ πρέσβυς, ἀλλ᾽ αὐτὸς ὁ κύριος ἦλθε καὶ ἔσωσεν ἡμᾶς. Καὶ «ὁ πρῶτος Ἀδὰμ ἐκ γῆς χοϊκός· ὁ δεύτερος Ἀδάμ, ὁ κύριος, ἐξ οὐρανοῦ.» Τριὰς λέγεται, διότι τρεῖς ὑποστάσεις εἰσὶν τῆς θεότητος, πατὴρ καὶ ὁ μονογενὴς υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον.

Εἰ οὖν ἑτέρα ὑπόστασίς ἐστι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ καὶ ἑτέρα ὑπόστασις τοῦ υἱοῦ τῆς παρθένου, ἢ ἐξεβλήθη ὁ υἱὸς τοῦ θεοῦ ὁ μονογενὴς καὶ ἀντεισήχθη ὁ τῆς παρθένου ἢ οὐ προσκυνεῖται ὁ υἱὸς τῆς παρθένου ἢ τέσσαρες κάθηνται ἐπὶ τοῦ θρόνου καὶ τετράδι λατρεύομεν. Ἀλλ᾽ ἡμᾶς μὴ γένοιτο τετράδι λατρεύειν, ἀλλὰ τριάδι ἁγίᾳ καὶ προσκυνητῇ, ἑνὶ πατρί, μιᾷ ὑποστάσει, ἑνὶ υἱῷ καὶ λόγῳ τοῦ θεοῦ σεσαρκωμένῳ, μιᾷ ὑποστάσει μετὰ τῆς σαρκὸς αὐτοῦ, ἑνὶ ἁγίῳ πνεύματι, μιᾷ ὑποστάσει, τριάδι παναγίᾳ καὶ δεδοξασμένῃ.

Καὶ πάλιν· Ὅτι μία τοῦ Χριστοῦ ὑπόστασις, ἐντεῦθεν γνωσόμεθα. Ἀρχὴ τῆς ἑκάστου βρέφους ὑπάρξεως καὶ ὑπόστασίς ἐστιν ἡ ἐκ πατρὸς καταβαλλομένη σπορὰ ἐν τῇ μήτρᾳ τῆς γυναικός, ἣν συλλαμβάνουσα ἡ γυνὴ χορηγεῖ τὰ οἰκεῖα αἵματα, καὶ οὕτως συνίσταται τὸ βρέφος. Μία ὑπόστασις τῆς σπορᾶς καὶ τῶν ἐκ τῆς μητρὸς ἐν αὐτῇ ὑφισταμένων εἰς σάρκα αἱμάτων, καὶ ἡ σύλληψις τῆς σπορᾶς ἐστι. Συλλαμβάνει δὲ ἡ γυνὴ ἐκ τῆς τοῦ ἀνδρὸς μίξεως τὸν ἐξ αὐτοῦ καταβαλλόμενον σπόρον, καὶ αὐτός ἐστι τοῦ βρέφους ὑπόστασις. Τί οὖν συνέλαβεν ἡ ἁγία παρθένος; Σάρκα; Οὐκοῦν οὐκ ἐξ αὐτῆς ἡ σάρξ· οὐ γὰρ ἐξ ἑαυτῆς συλλαμβάνει γυνή. Τί οὖν συνέλαβεν;

Τὸν τοῦ θεοῦ λόγον; Πνεῦμα γὰρ ἅγιον ἐμεσίτευσεν ἀντὶ συναφείας καὶ ἐνῴκησεν ἐν αὐτῇ, καὶ συνελήφθη ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ αὐτὸς ἐγένετο σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ καὶ νοερᾷ, καὶ αὐτὸς οἱονεὶ θεῖος σπόρος γέγονε τῇ σαρκὶ ὑπόστασις, μία ὑπόστασις δύο φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος. Ὢν γὰρ θεὸς τέλειος γέγονεν ἄνθρωπος τέλειος, καὶ ἔστιν εἷς υἱὸς θεοῦ καὶ ἀνθρώπου, ἀμήτωρ ἐκ πατρὸς ὡς θεός, ἀπάτωρ ἐκ μητρὸς ὡς ἄνθρωπος, ὁ αὐτὸς δύο φύσεις, μία ὑπόστασις· εἷς γὰρ ὁ Χριστὸς υἱὸς καὶ οὐ δύο. Εἰ δὲ εἷς υἱός, πῶς δύο ὑποστάσεις;

Ἡ γὰρ ὑπόστασις ἄλλον ποιεῖ καὶ ἄλλον ἐξ ἄλλου ἀφορίζει· εἰ γὰρ δύο ὑποστάσεις ἐξ ἑνὸς πατρὸς καὶ μιᾶς μητρὸς δίδυμοι γενόμενοι οὐχ εἷς υἱός, ἀλλὰ δύο, πῶς ἡ ἐξ ἑτεροουσίου πατρὸς γεγεννημένη καὶ ἐξ ἑτεροουσίου μητρὸς γεγεννημένη ὑπόστασις εἷς υἱὸς ἔσονται; Οὐ γὰρ τῆς αὐτῆς οὐσίας ὁ πατὴρ καὶ θεὸς καὶ ἡ παρθένος. Καὶ εἰ δύο ἀνθρώπων ὑποστάσεις ὁμοούσιοι τυγχάνουσαι οὐκ ἔσονται εἷς υἱός, πῶς δύο ὑποστάσεις ἑτεροούσιοι εἷς υἱὸς ἔσονται;

Ἀνάγκη οὖν ἢ δύο υἱοὺς λέγειν τὸν Χριστὸν καὶ τὸν θεὸν λόγον ἢ μίαν ὑπόστασιν καὶ ἕνα υἱόν. Πῶς δὲ καὶ δύο φύσεων λέγετε τὸν Χριστόν, εἰ ἄλλος ὁ Χριστὸς καὶ ἄλλος ὁ θεὸς λόγος· ἔσται γὰρ καθ᾽ ὑμᾶς μιᾶς φύσεως καὶ μιᾶς ὑποστάσεως ὁ θεὸς λόγος καὶ μιᾶς φύσεως καὶ μιᾶς ὑποστάσεως ὁ Χριστός. Εἰ δὲ τοῦτο δοθείη, ψευδεῖς ἔσονται πάντως αἱ διαγορεύουσαι γραφαὶ τὸν ἐν ἀρχῇ λόγον καὶ θεὸν σάρκα γεγονέναι καί, ὥσπερ ἕνα θεὸν πατέρα, οὕτω καὶ κύριον Ἰησοῦν Χριστὸν ἕνα καὶ τὸν ἴδιον καὶ μονογενῆ τοῦ θεοῦ υἱὸν ὑπὸ τοῦ πατρὸς ὑπὲρ τοῦ κόσμου δεδόσθαι καὶ πεπονθέναι καὶ τὸν ἐξ Ἰσραηλιτῶν ὁρμώμενον κατὰ σάρκα Χριστὸν ἐπὶ πάντων εἶναι θεὸν εὐλογητὸν εἰς τοὺς αἰῶνας καὶ θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν καὶ κληρονόμον πάντων καὶ τῶν αἰώνων ποιητὴν καὶ τῆς τοῦ πατρὸς δόξης ἀπαύγασμα καὶ χαρακτῆρα τῆς ὑποστάσεως καὶ μέγαν θεὸν ἐν μορφῇ τε θεοῦ ὄντα μορφὴν εἰληφέναι δούλου καὶ τὰ τούτοις συγγενῆ· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ λέγεται Χριστοῦ καὶ οὐ περὶ ἄλλου καὶ ἄλλου προσώπου ἢ περὶ ἄλλης καὶ ἄλλης ὑποστάσεως ἤγουν ἄλλου καὶ ἄλλου υἱοῦ καὶ Χριστοῦ.

Πῶς δὲ καὶ Χριστὸς αὐτὸς ὁ θεὸς ἡμῶν ἀληθεύσοι φάσκων ἑαυτὸν τοῦ Ἀβραὰμ προγενέστερον καὶ τῆς τοῦ κόσμου καταβολῆς ἀρχαιότερον καὶ ἐξ οὐρανοῦ καταβεβηκέναι καὶ φῶς καὶ ζωὴν καὶ ἀνάστασιν πεφυκέναι καὶ βοῶν· «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» καὶ τὰ τούτοις παραπλήσια, δι᾽ ὧν οὐκ ἄνθρωπος ψιλὸς καὶ προσφάτως ὑποστὰς δείκνυται, ἀλλὰ θεὸς σεσαρκωμένος καὶ εἷς Χριστὸς υἱὸς τοῦ θεοῦ ἐν δύο φύσεσι, θεότητί φημι, καθ᾽ ἣν ἓν πρὸς τὸν πατέρα καὶ θεὸν ἐγινώσκετο, καὶ ἀνθρωπότητι, καθ᾽ ἣν ἑτεροούσιος πρὸς τὸν πατέρα, ἡμῖν δὲ τοῖς γηίνοις ὁμοούσιος καὶ κατ᾽ οὐδὲν ἡμῶν παρηλλαγμένος κατὰ τὴν φύσιν καὶ οὐκ ἄλλη καὶ ἄλλη, ἀλλὰ μία καὶ ἡ αὐτὴ ὑπόστασις, ἄλλην καὶ ἄλλην ἐν ἑαυτῇ φύσιν συγχύσεως δίχα καὶ τροπῆς φέρουσα, τὴν μὲν ἄκτιστον καὶ προαιώνιον καὶ δημιουργικὴν τῶν κτισμάτων, τὴν δὲ κτιστὴν καὶ πρόσφατον. Οὐ γὰρ ἡ ἀνθρωπότης συνάναρχος καθέστηκεν ὁμοειδής τε καὶ ὁμοούσιος τῇ θεότητι οὐδὲ ἐξ οὐρανοῦ κατελήλυθεν, ἀλλ᾽, ἐπείπερ εἷς καὶ ὁ αὐτὸς ὑπῆρχε θεὸς λόγος ἑνώσας ἑαυτῷ καθ᾽ ὑπόστασιν τὴν ἀνθρωπότητα, διὰ τοῦτο ποτὲ μὲν ὑψηλὰ καὶ θεοπρεπῆ, ποτὲ δὲ ταπεινὰ καὶ ἀνθρωποπρεπῆ περὶ ἑαυτοῦ ἐφθέγγετο.

Ὅθεν καὶ κύριος τοῦ Δαυὶδ καὶ υἱὸς ἤθελε νοεῖσθαι καὶ τοὺς υἱὸν θεοῦ καλοῦντας αὐτὸν καὶ υἱὸν Δαυὶδ ὀνομάζοντας ὡς εὐσεβεῖς ἀπεδέχετο, τοὺς μὲν ὡς τὴν ἀόρατον αὐτοῦ θεότητα καὶ προαιώνιον ἐκ θεοῦ καὶ πατρὸς γέννησιν σημαίνοντας, τοὺς δὲ τὴν ὁρωμένην αὐτοῦ τῆς ἀνθρωπότητος οὐσίαν καὶ φύσιν ἀληθῆ κηρύττοντας.

Τούτων ἁπάντων ἀθετουμένων δύο μονογενεῖς ἀναγκασθησόμεθα λέγειν, ἕνα μὲν τοῦ θεοῦ καὶ πατρός, ἕνα δὲ τῆς παρθένου καὶ μητρός. Καὶ μονογενὴς ὁ μονογενὴς οὐκέτι ῥηθήσεται ἑτέρου καθ᾽ υἱοθεσίαν ἐπεισαχθέντος αὐτῷ, καὶ ὁ μὲν πρεσβύτερος ἔσται, ὁ δὲ νεώτερος, ὁ μὲν φυσικὸς καὶ γνήσιος, ὁ δὲ θετὸς καὶ νόθος.

Ἔπειτα δέ, εἰ καὶ τετάρτην ἐπεισάγειν ὑπόστασιν καὶ συμπροσκυνεῖν τῇ τρισυποστάτῳ θεότητι τολμήσαιμεν τὴν ἐκ τῆς παρθένου Μαρίας τεχθεῖσαν, εὑρεθησόμεθα θεὸν σέβοντες ἀλλότριον καινόν τε καὶ πρόσφατον, ὅπερ πράττειν παντελῶς ἀπηγόρευται, καὶ τῷ τῆς ἀνθρωπολατρείας ἑλληνικῶς ὑποβληθησόμεθα ἐγκλήματι καὶ τῇ τοῖς ἀνθρωπολάτραις ἐπιφερομένῃ κατάρᾳ καταδικασθησόμεθα· «ἐπικατάρατος» γάρ, γέγραπται, «πᾶς ἄνθρωπος, ὃς ἔχει τὴν ἐλπίδα αὐτοῦ ἐπ᾽ ἄνθρωπον». Ἀλλ᾽ ἡμεῖς οὔτε ταῖς τρισὶ τῆς θεότητος ὑποστάσεσι μόναις προσκυνηταῖς καὶ σεπταῖς ὑπαρχούσαις ἑτέραν ἀσεβῶς ἐπεισκομίζομεν ὑπόστασιν, ἐπεὶ μήτε δύο υἱοὺς καὶ Χριστοὺς τὸν ἕνα υἱὸν καὶ Χριστὸν ἐκ τῶν θεοπνεύστων λέγειν πεπαιδεύμεθα λογίων οὔτε λατρεύειν ἀνθρώπῳ ψιλῷ θεοστυγῶς ἀνεχόμεθα, ἀλλ᾽ ἕνα Χριστὸν σύνθετον ἐκ θεότητός τε καὶ ἀνθρωπότητος καὶ τέλειον ἐν ἀμφοτέραις ταῖς οὐσίαις, ἐξ ὧν καὶ ἐν αἷς συνετέθη, τὸν συμπροσκυνούμενον ἀεὶ τῷ πατρὶ καὶ τῷ παναγίῳ πνεύματι λατρεύομέν τε καὶ προσκυνοῦμεν μιᾷ τιμῶντες προσκυνήσει τὴν αὐτοῦ θεότητα καὶ ἀνθρωπότητα, ὡς ἀχωρίστως καὶ δίχα παντὸς μερισμοῦ καθ᾽ ὑπόστασιν ἡνωμένας καὶ ἓν ἀποτελεσάσας πρόσωπον.

Ἀλλ᾽ ἡμᾶς μὴ γένοιτο τετράδι λατρεύειν, ἀλλὰ τριάδι ἁγίᾳ· ἑνὶ πατρί, μιᾷ ὑποστάσει, ἑνὶ υἱῷ καὶ λόγῳ τοῦ θεοῦ σεσαρκωμένῳ, μιᾷ ὑποστάσει μετὰ τῆς σαρκὸς αὐτοῦ, ἑνὶ ἁγίῳ πνεύματι, μιᾷ ὑποστάσει, τριάδι παναγίᾳ καὶ δεδοξασμένῃ. Ὥσπερ γὰρ μάχαιρα πυρακτωθεῖσα μία ἐστὶ καὶ μετὰ τὴν πύρωσιν, οὕτω καὶ ὑπὲρ τοῦτο ὁ Χριστὸς εἷς ἐστι καὶ μία ὑπόστασις καὶ μετὰ τὴν σάρκωσιν. Καὶ ὥσπερ φοβοῦμαι ἅψασθαι τῆς πεπυρωμένης μαχαίρας, οὐ διὰ τὴν τοῦ σιδήρου φύσιν, ἀλλὰ διὰ τὴν τοῦ ἑνωθέντος αὐτῷ πυρὸς φύσιν, οὕτω προσκυνῶ τῷ σαρκωθέντι θεῷ λόγῳ καὶ συμπροσκυνῶ τῇ σαρκί, οὐ διὰ τὴν τῆς σαρκὸς φύσιν, ἀλλὰ διὰ τὸν ἑνωθέντα αὐτῇ θεὸν λόγον. Προσκυνῶ τῷ βασιλεῖ μετὰ τῆς ἁλουργίδος καὶ τιμῶ τὴν ἁλουργίδα διὰ τὸν βασιλέα. Καὶ μὴν ὅτι ἐπὶ μὲν τοῦ βασιλέως καὶ τῆς ἐσθῆτος οὐ καθ᾽ ὑπόστασιν ἡ ἕνωσις οὐδὲ ἀδιάσπαστος οὐδὲ διαιωνίζουσα, ἐπὶ δὲ Χριστοῦ τοῦ θεοῦ ἡμῶν καθ᾽ ὑπόστασιν ἀδιάσπαστος καὶ διαιωνίζουσα ἡ ἕνωσις. Διὸ ὡς ἑνὶ τῆς ἁγίας τριάδος συμπροσκυνῶ τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι Χριστῷ τῷ σαρκωθέντι υἱῷ τοῦ θεοῦ καὶ θεῷ.

Δέδεικται τοίνυν, ὅτι δύο φύσεις τοῦ Χριστοῦ καὶ μία ὑπόστασις. Εἰ οὖν δύο φύσεις ἔχει, ἀνάγκη ὁμολογεῖν ἐν αὐτῷ τὰ τῶν δύο φύσεων φυσικὰ ἰδιώματα τελείως καὶ ἀνελλιπῶς, εἴπερ γινώσκομεν αὐτὸν θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον.