Ἔχει μὲν ἐκ τῆς θείας καὶ πατρικῆς φύσεως τὸ ἄκτιστον, τὸ ἄχρονον, τὸ ἄναρχον· οὐ γὰρ πρότερον οὐκ ὢν ἤρξατο τοῦ εἶναι, ἀλλ᾽ ἀεὶ ἦν γεννητῶς τὸ θεὸς εἶναι, τὸ θελητικόν, τὸ ἐνεργητικόν, τὸ παντοδύναμον, τὸ ἀπειροδύναμον, τὸ δημιουργικόν, τὸ παντουργικόν, τὸ ἄπειρον, τὸ ἀπερίγραπτον, τὸ ἀκατάληπτον, τὸ ἀνεξερεύνητον, τὸ ἀθάνατον, τὸ παντοκρατορικόν, τὸ συνεκτικόν, τὸ ἀγαθόν, τὸ σοφόν, τὸ δίκαιον, τὸ σωστικόν, τὸ ἁπλοῦν κατὰ φύσιν καὶ ἀσύνθετον, τὸ ἄτρεπτον, τὸ ἀναλλοίωτον, τὸ παντεποπτικόν, τὸ τῶν μελλόντων προγνωστικόν, τὸ περιεκτικὸν τῶν πάντων ἤτοι περιληπτικόν, τὸ ἀμέτοχον, μεθεκτὸν δὲ τῆς ἐνεργείας, οὐ φύσεως· τὸ αὐτεξούσιον καὶ παντεξούσιον, τὸ εὐεργετικόν, τὸ μεταδοτικὸν, τὸ φωτιστικόν, τὸ ἀόρατον, τὸ ἀναφές, τὸ ὑπέρθεον, τὸ ὑπερούσιον, καὶ ἁπλῶς εἰπεῖν, πάντα, ὅσα ἔχει ὁ πατήρ, τοῦ υἱοῦ εἰσιν πλὴν τῆς ἀγεννησίας. Καὶ μάρτυς τούτου ἀληθὴς αὐτὸς ὁ κύριος ἡμῶν καὶ θεὸς εἰπών· «Πάντα, ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστι.» Καὶ πρὸς αὐτὸν τὸν πατέρα λέγει· «Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά.» Τῆς δὲ ὑποστάσεως αὐτοῦ ἴδιον τὸ υἱὸν εἶναι γεννητὸν ἐκ τοῦ πατρὸς καὶ οὐ πατέρα ἀγέννητον οὐδὲ γεννήτορα. Ἐκ τοῦ πατρὸς γὰρ γεγέννηται ἀπαθῶς, ἀσυνδυάστως, τουτέστιν ἄνευ μίξεως, ὡς φῶς ἐκ πυρός, μᾶλλον δὲ ὡς φῶς τέλειον ἐκ τελείου φωτός. Ἐκ τοῦ πατρὸς οὖν ἔχει τὸ εἶναι καὶ πάντα, ὅσα ἔχει.