Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τοῦ ἀμιάντου σώματος
Η ενσωμάτωση των πιστών και το ευχαριστιακό σώμα
Ερμηνεία της αύξησης του σώματος της Εκκλησίας μέσω της θείας κοινωνίας και διάκριση μεταξύ φθαρτού και άφθαρτου σώματος προ της αναστάσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ενσωμάτωση των πιστών και το ευχαριστιακό σώμα
Ερμηνεία της αύξησης του σώματος της Εκκλησίας μέσω της θείας κοινωνίας και διάκριση μεταξύ φθαρτού και άφθαρτου σώματος προ της αναστάσεως.
Οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρὸς, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. Μαρτυρεῖ δὲ ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον. Μετὰ γὰρ τὸ προειρηκέναι· αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.» βʹ. Ὥσπερ οὖν τὸ ἐκ γυναικὸς βρέφος γεννώμενον τέλειός ἐστιν ἄνθρωπος· ἐσθίον δὲ καὶ πίνον αὐξάνει μὲν, καὶ οὐχ ἕτερον προσλαμβάνεται σῶμα, καὶ οὐ δύο ἢ πολλὰ αὐτοῦ λέγομεν σώματα, ἀλλ᾽ ἓν, τὸ γεννώμενον ἐκ μητρὸς, καὶ ἡ φύσις τὴν αὔξησιν διὰ τῆς φυσικῆς οἰκονομίας ἐργάζεται· οὕτω καὶ νῦν ἐπειδὴ κεφαλὴ ἡμῶν ἐστιν ὁ Χριστὸς, καὶ γεγόναμεν αὐτοῦ σύσσωμοι, καὶ σῶμα αὐτοῦ ἐσμεν ἀεὶ αὐξανόμενον.
Γεγόναμεν δὲ αὐτοῦ σύσσωμοι τῇ μετοχῇ τῆς σαρκὸς αὐτοῦ καὶ τοῦ αἵματος αὐτοῦ· «Λαβὼν γὰρ ἄρτον καὶ ποτήριον ἐξ οἴνου καὶ ὕδατος, ηὐχαρίστησε καὶ ηὐλόγησε, καὶ εἶπε· Τοῦτό μού ἐστι τὸ σῶμα.» Καὶ ἀντὶ τῆς φυσικῆς οἰκονομίας, ὁ ἄρτος καὶ ὁ οἶνος σὺν ὕδατι διὰ τοῦ λόγου αὐτοῦ γέγονε σῶμα καὶ αἷμα αὐτοῦ. Ὥσπερ ἦν τὸ σῶμα αὐτοῦ πρὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως φθαρτὸν, κλώμενον, ἐσθιόμενον καὶ πινόμενον, ἀδιάφθορον μέντοι· ἐπεὶ τίνος ἕνεκεν οὐ μετὰ τὴν ἀνάστασιν τοῦτο πεποίηκεν, ἀλλὰ πρὸ τῆς ἀναστάσεως;
Ὅτι τὸ διὰ τῆς ἀναστάσεως ἄφθαρτον σῶμα οὐ κλᾶται, οὔτε ἐσθίεται, οὔτε πίνεται· οὔτε αἷμα τὸ ἄφθαρτον κέκτηται σῶμα, ἀλλ᾽ οὔτε σὰρξ ἂν δικαίως ὀνομάζοιτο, καθώς φησιν ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος ἐν τῷ εἰς βάπτισμα λόγῳ· «Πίστευε Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ ἥξειν πάλιν μετὰ τῆς ἐνδόξου αὐτοῦ παρουσίας κρῖναι ζῶντας καὶ νεκρούς· οὐκέτι μὲν σάρκα, οὐκ ἀσώματον δὲ, οἷς οἶδεν αὐτὸς λόγους, θεοειδεστέρου σώματος, ἵνα καὶ ὀφθῇ ὑπὸ τῶν ἐκκεντησάντων, καὶ μείνῃ Θεὸς ἔξω παχύτητος.» Καὶ τοῦτο τοίνυν ὃ μεταλαμβάνομεν σῶμα καὶ αἷμα τοῦ Θεοῦ ἡμῶν φθαρτόν ἐστι, κλώμενον καὶ ἐκχεόμενον, ἐσθιόμενον, καὶ πινόμενον· καὶ ὥσπερ ἡ ἔπαυξις τοῦ ἡμετέρου σώματος, πᾶσαν πληροῖ φυσικὴν οἰκονομίαν τῆς ἐξ ἀρχῆς συστάσεως τοῦ σώματος ἡμῶν· οὕτω καὶ ἡ τελετὴ τῶν ἁγίων μυστηρίων πᾶσαν πληροῖ τὴν πνευματικὴν καὶ ὑπερφυῆ οἰκονομίαν τῆς τοῦ Θεοῦ Λόγου σαρκώσεως.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.