Αὖθις ὑποστάσεις εἰσὶν ὁ δεῖνα καὶ ὁ δεῖνα ὁ ἵππος· καὶ περιεκτικὸν αὐτῶν εἶδος ὁ ἵππος ὁ ἁπλῶς. Πάλιν ὑποστάσεις εἰσὶ τόδε καὶ τόδε τὸ φυτὸν τῆς ἐλαίας· περιεκτικὸν δὲ αὐτῶν εἶδος ἡ ἁπλῶς ἐλαία. Ἰστέον οὖν, ὡς τὰ περιεκτικὰ τῶν ἀτόμων μόνον εἴδη λέγονται εἰδικώτατα οἷον ὁ ἄγγελος, ὁ ἄνθρωπος, ὁ ἵππος, ὁ κύων, ἡ ἐλαία, ὁ φοῖνιξ καὶ τὰ τοιαῦτα, τὰ δὲ περιεκτικὰ τῶν εἰδικωτάτων εἰδῶν μόνον γένη λέγονται καὶ εἴδη ὑπάλληλα οἷον τὸ ἀσώματον, τὸ σῶμα, τὸ ἄψυχον, τὸ ἀναίσθητον, τὸ φυτικόν, τὸ ἔμψυχον, τὸ αἰσθητικόν, τὸ ζῷον, τὸ λογικόν, τὸ ἄλογον, τὸ θνητόν, τὸ ἀθάνατον, τὸ δίπουν, τὸ τετράπουν, τὸ ἑρπυστικόν, τὸ πτηνὸν καὶ πάντα τὰ τοιαῦτα, τὰ περιέχοντα μὲν τὰ εἰδικώτατα εἴδη καὶ γένη αὐτῶν ὄντα καὶ συστατικαὶ αὐτῶν διαφοραί, περιεχόμενα δὲ ὑπὸ τοῦ γενικωτάτου γένους, ἥτις ἐστὶν ἡ οὐσία.