Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Στοιχειώδης διδασκαλία
Ενέργεια, πάθος και θέληση
Ορισμός της φυσικής ενέργειας, διάκριση μεταξύ φυσικών και παρά φύσιν παθών, και ανάλυση της θελήσεως και του αυτεξουσίου στα λογικά όντα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ενέργεια, πάθος και θέληση
Ορισμός της φυσικής ενέργειας, διάκριση μεταξύ φυσικών και παρά φύσιν παθών, και ανάλυση της θελήσεως και του αυτεξουσίου στα λογικά όντα.
Περὶ ἐνεργείας. Ἐνέργειά ἐστι κίνησις δραστικὴ τοῦ ποιοῦντος. Ἐνέργεια δὲ φυσική ἐστι κίνησις φύσεως δραστικὴ οἷον ἡ λογικὴ τοῦ νοῦ κίνησις, τὸ ζωτικόν, τὸ αἰσθητικόν, τὸ θρεπτικόν, τὸ αὐξητικόν, τὸ γεννητικὸν καὶ ἡ καθ᾽ ὁρμὴν κίνησις, τουτέστιν αἱ κινήσεις τοῦ σώματος, καὶ τὸ φανταστικὸν καὶ τὸ μνημονευτικὸν τό τε θυμικὸν καὶ ἐπιθυμητικὸν καὶ θελητικὸν ἤγουν ὀρεκτικὸν καὶ τὰ τοιαῦτα. Πεντάτροπος δέ ἐστιν αὕτη· ἢ νοερὰ ὡς ἐπὶ ἀγγέλων καὶ πασῶν ἀσωμάτων οὐσιῶν ἁπλῇ προσβολῇ νοούντων· —ἢ λογικὴ ὡς ἐπὶ ἀνθρώπων τῶν ἐκ ψυχῆς ἀσωμάτου καὶ σώματος συντεθειμένων, οὐχ ἁπλῇ ἀλλὰ ποικίλῃ καὶ διαλογιστικῇ προσβολῇ νοούντων· —ἢ ζωτικὴ ὡς ἐπὶ ἀλόγων ζῴων αἴσθησιν μὲν ἐχόντων, μὴ λογιζομένων δὲ μηδὲ νοούντων· —ἢ φυτικὴ ὡς ἐπὶ ἀναισθήτων ἐχόντων δὲ θρεπτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν δύναμιν· —ἢ ἄζωος παντελῶς ὡς ἐπὶ γῆς καὶ λίθων τῶν μήτε ζωτικὴν μήτε θρεπτικὴν μήτε αὐξητικὴν δύναμιν ἐχόντων, μὴ ἀμοιρούντων δὲ φυσικῶν τινων ἐνεργειῶν.
Περὶ πάθους. Πάθος ἐστὶ φυσικὸν κίνησις φύσεως παθητικὴ τοῦ πάσχοντος. Ἥτις τῆς μὲν φύσεώς ἐστιν ἐνέργεια, πάθος δὲ τοῦ, περὶ ὃ ἡ ἐνέργεια, οἷον γένεσις, χαρά, λύπη, ἀγωνία, ἀδημονία, φόβος, ὄκνος, κόπος, ὕπνος, ἡδονή, πόνος, θυμός, ἐπιθυμία, τομή, ῥεῦσις καὶ φθορὰ καὶ τὰ τοιαῦτα. Ταῦτα καὶ τὰ τοιαῦτα πάθη φυσικά εἰσι καὶ ἀδιάβλητα οὐκ ἐφ᾽ ἡμῖν ὄντα. Μόνη δὲ ἡ ἁμαρτία παρὰ φύσιν ἐστὶν ἑκούσιον καὶ αὐθαίρετον τῆς ψυχῆς πάθος κάκιστον καὶ φθορά.
Περὶ θελήματος. Θέλησίς ἐστι φυσικὴ λογικὴ ὄρεξις. Καὶ πάλιν θέλησίς ἐστι φυσικὴ λογικὴ καὶ αὐτεξούσιος ὀρεκτικὴ τοῦ νοῦ κίνησις. Τὰ μὲν γὰρ ἄλογα οὐκ αὐτεξουσίως κινεῖται πρὸς ὄρεξιν· φυσικῶς γὰρ κινουμένης ἐν αὐτοῖς τῆς ὀρέξεως μὴ ἔχοντα ἐπιστατοῦντα τὸν λόγον ἄγονται ὑπὸ τῆς φύσεως, τῇ ταύτης ὀρέξει ἡττώμενα. Ὅθεν εὐθέως ὁρμᾷ πρὸς τὴν πρᾶξιν, εἰ μὴ ὑφ᾽ ἑτέρου κωλυθῇ. Διὸ οὐκ αὐτεξούσιά εἰσιν, ἀλλ᾽ ὑπεξούσια.
Ἡ δὲ λογικὴ φύσις ἐξουσίαν ἔχει ὑποκύψαι τῇ φυσικῇ ὀρέξει καὶ μὴ ὑποκύψαι ἀλλὰ νικῆσαι, καὶ δηλοῖ ἡ φύσις ζωῆς ἔφεσις φυσικὴ οὖσα καὶ ὑποκύπτουσα τῷ λόγῳ· πολλοὶ γὰρ ταύτην τῷ ἡγεμόνι λόγῳ νικήσαντες ἑκουσίως ἐχώρησαν πρὸς τὸν θάνατον καὶ τροφῆς ὄρεξιν ἀνεβάλοντο καὶ ὕπνου καὶ τῶν λοιπῶν, ἄγοντες τὴν φύσιν τῷ αὐτεξουσίῳ λόγῳ, οὐχ ὑπὸ ταύτης ἀγόμενοι. Ὥσπερ οὖν ἡ φυσικὴ ὄρεξις πάσῃ αἰσθητικῇ φύσει ἔγκειται, οὕτως ἡ αὐτεξουσιότης πάσῃ λογικῇ φύσει ἔγκειται· πᾶν γὰρ λογικὸν αὐτεξούσιον, καὶ τοῦτό ἐστι τὸ κατ᾽ εἰκόνα θεοῦ. Θέλησις οὖν ἐστι φυσικὴ ἢ λογικὴ καὶ αὐτεξούσιος ὀρεκτικὴ δύναμίς τε καὶ κίνησις. Τὰ δὲ τῇ θελήσει ὑποκείμενα, ὧν ἐφίεται ἡ θέλησις, λέγονται θελήματα γνωμικά· οἰκείᾳ γὰρ γνώμῃ ὁρμᾷ πρὸς τὴν τούτων χρῆσιν ὁ νοῦς αὐτεξούσιος ὤν. Ταῦτα δέ εἰσιν οἷον φαγεῖν—μὴ φαγεῖν, πιεῖν—μὴ πιεῖν, ὁδεῦσαι—μὴ ὁδεῦσαι, γῆμαι— μὴ γῆμαι καὶ τὰ τοιαῦτα, ἅτινα ἐφ᾽ ἡμῖν εἰσιν, ἅτινα καὶ αὐτὰ δυνάμεθα καὶ τὰ ἀντικείμενα αὐτοῖς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.