Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Βίος Βαρλαὰμ καὶ Ἰωάσαφ

Ἰωάννης ὁ Δαμασκηνός

Οι πειρασμοί του Θευδά και ο θρίαμβος του Ιωάσαφ

Οι μηχανορραφίες του μάγου Θευδά για την ηθική πτώση του Ιωάσαφ μέσω γυναικών, τα οράματα του παραδείσου και της κολάσεως, και η τελική ήττα και μεταστροφή του μάγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 10 από 13

Οὕτως οὖν τοῦ βασιλέως δυσὶ παλαίοντος λογισμοῖς, ὁ εὐγενέστατος αὐτοῦ υἱός, καὶ τῷ ὄντι βασιλικωτάτην κεκτημένος ψυχήν, ἠρεμῶν ἦν ἐν τῷ παλατίῳ αὐτοῦ, τὸ τῆς φύσεως αὐτοῦ γενναῖον κόσμιόν τε καὶ βεβηκὸς διὰ τῶν ἔργων πᾶσι παριστῶν. θέατρα γὰρ καὶ ἀγῶνες ἵππων καὶ κυνηγεσίων μελέτη, καὶ πᾶσαι αἱ τῆς νεότητος κεναὶ σχολαὶ καὶ ἀπάται, τὰ τῶν ἀφρόνων ψυχῶν δελεάσματα, παρ᾽ οὐδὲν ἐλογίζοντο αὐτῷ· ἀλλ᾽ ὅλος τῶν τοῦ Χριστοῦ ἐξήρτητο ἐντολῶν, καὶ αὐτὸν ἐπόθει τρωθεὶς τὴν ψυχὴν ἔρωτι θείῳ· αὐτὸν ἐπόθει τὸν ὄντως ποθητόν, ὅς ἐστιν ὅλος γλυκασμὸς καὶ ἐπιθυμία, καὶ ἀκόρεστος ἔφεσις.

Εἰς μνήμην δὲ ἐρχόμενος τοῦ διδασκάλου Βαρλαάμ, καὶ τὸν ἐκείνου ἐνοπτριζόμενος βίον, ἔρωτι τὴν ψυχὴν ἐθέλγετο, καὶ ὅπως αὐτὸν ἴδοι ἐφρόντιζεν ἐπιμελέστατα, καί, τοὺς λόγους αὐτοῦ ἐν τῇ καρδίᾳ περιφέρων ἀλήστως, οἱονεὶ ξύλον ἦν πεφυτευμένον παρὰ τοῖς ψαλμικοῖς ὕδασιν, ἀρδευόμενον ἀδιαλείπτως καὶ ὡραίους προσάγον καρποὺς τῷ Κυρίῳ. πολλὰς γὰρ ψυχὰς τῶν τοῦ διαβόλου ἐρρύσατο ἀρκύων καὶ τῷ Χριστῷ προσήγαγε σεσωσμένας· πολλοὶ γὰρ εἰς αὐτὸν φοιτῶντες λόγων ἀπήλαυον σωτηρίων, ἐξ ὧν οὐκ ὀλίγοι, τὴν πλάνην φυγόντες, τῷ σωτηρίῳ προσέδραμον λόγῳ· ἄλλοι δέ, μακρὰν τοῖς τοῦ βίου χαίρειν εἰπόντες, τὴν ἀσκητικὴν ὑπεισῆλθον παλαίστραν. αὐτὸς δὲ εὐχαῖς ἐσχόλαζε καὶ νηστείαις, καὶ συχνῶς ταύτην ἀνέπεμπε τὴν φωνήν, Ὦ Κύριε, λέγων, Κύριέ μου καὶ Βασιλεῦ, ᾧ ἐγὼ ἐπίστευσα, ἐφ᾽ ὃν ἐγὼ κατέφυγον καὶ τῆς πλάνης ἐρρύσθην, ἀπόδος μισθὸν ἄξιον τῷ θεράποντί σου Βαρλαάμ, ἀνθ᾽ ὧν μοι τῷ πλανηθέντι σὲ ὑπέδειξε, τὴν ὁδὸν τῆς ἀληθείας καὶ τῆς ζωῆς· καὶ μὴ στερήσῃς με αὖθις ἰδεῖν τὸν ἐν σώματι ἄγγελον ἐκεῖνον, οὗ οὐκ ἔστιν ὁ κόσμος ἐπάξιος, καὶ σὺν αὐτῷ τελέσαι τὸ λοιπὸν τῆς ζωῆς μου, ἵνα, κατ᾽ ἴχνος τῆς αὐτοῦ πολιτείας περιπατήσας, εὐαρεστήσω σοι τῷ Θεῷ καὶ Δεσπότῃ.

XXIX Κατ᾽ ἐκεῖνο δὲ καιροῦ πανήγυρις ἦν τῶν ψευδωνύμων θεῶν δημοτελὴς ἐν τῇ πόλει ἐκείνῃ· ἔδει δὲ τὸν βασιλέα παρεῖναι τῇ ἑορτῇ καὶ θυσιῶν δαψιλείᾳ ταύτην κοσμῆσαι. ἀλλ᾽ ἐδεδίεσαν οἱ νεωκόροι, ὁρῶντες αὐτὸν ἀμελῶς περὶ τὸ σέβας αὐτῶν καὶ χλιαρῶς διακείμενον, μή ποτε ἀμελήσειε τῆς ἐν τῷ ναῷ παρουσίας, καὶ στερηθεῖεν αὐτοὶ τῆς διδομένης αὐτοῖς βασιλικῆς δωρεᾶς καὶ τῶν λοιπῶν προσόδων. ἀναστάντες οὖν καταλαμβάνουσιν ἄντρον ἐν βαθυτάτῃ διακείμενον τῇ ἐρήμῳ, ἔνθα κατῴκει ἀνήρ τις μαγικαῖς σχολάζων τέχναις, καὶ τῆς εἰδωλικῆς πλάνης θερμότατος ὑπάρχων προασπιστής· Θευδᾶς ὄνομα αὐτῷ· ὃν καὶ ὁ βασιλεὺς ἐτίμα διαφερόντως, καὶ φίλον ἡγεῖτο καὶ διδάσκαλον, διὰ τῆς αὐτοῦ λέγων μαντείας εὐθενουμένην προκόπτειν τὴν αὐτοῦ βασιλείαν· ὡς εἰς αὐτὸν τοίνυν οἱ μὴ ἱερεῖς τῶν εἰδώλων ἀφικόμενοι τοῦτον εἰς βοήθειαν προσεκαλοῦντο, καὶ τὴν ἐγγινομένην τῷ βασιλεῖ τῶν θεῶν κατάγνωσιν δήλην ἐποίουν, οἷά τε ὁ τοῦ βασιλέως πεποιήκει υἱός, οἷα δὲ κατ᾽ αὐτῶν ὁ Ναχὼρ δεδημηγορήκει, καὶ ὡς, Εἰ μὴ αὐτός, φασίν, ἐλεύσῃ βοηθήσων ἡμῖν, πᾶσα ἐξέλιπεν ἐλπίς, πάντα ἀπόλωλε τὰ τῶν θεῶν σεβάσματα· σὺ γὰρ μόνος ἡμῖν ὑπελείφθης τῆς συμφορᾶς παραμύθιον, καὶ ἐπὶ σοὶ τὰς ἐλπίδας ἐθέμεθα.

Ἐκστρατεύει τοίνυν ὁ Θευδᾶς μετὰ τῆς συμπαρούσης αὐτῷ σατανικῆς στρατιᾶς, καὶ κατὰ τῆς ἀληθείας ὁπλίζεται, πολλὰ τῶν πονηρῶν πνευμάτων καλέσας, ἃ πρὸς τὰ φαῦλα συνεργεῖν οἶδε προθύμως, καὶ οἷς ἐκεῖνος ἀεὶ διακόνοις ἐχρῆτο· μεθ᾽ ὧν παραγίνεται πρὸς τὸν βασιλέα.

Ὡς δὲ ἐμηνύθη τῷ βασιλεῖ ἡ ἄφιξις αὐτοῦ, καὶ εἰσῆλθε, ῥάβδον μὲν κατέχων βαϊνήν, μηλωταρίον δὲ περιεζωσμένος, ἀνέστη ὁ βασιλεὺς τοῦ θρόνου, καὶ τοῦτον προσυπαντήσας ἠσπάσατο, καὶ θρόνον ἐνεγκὼν πλησίον αὐτοῦ συνεδριάζειν πεποίηκεν. εἶτα λέγει Θευδᾶς τῷ βασιλεῖ· Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι, τῇ τῶν μεγίστων θεῶν εὐμενείᾳ σκεπόμενος. ἤκουσα γὰρ ἀγῶνά σε μέγαν ἀγωνίσασθαι κατὰ τῶν Γαλιλαίων καὶ λαμπροτάτοις διαδήμασι νίκης καταστεφθῆναι. διὸ ἐλήλυθα, ἵνα εὐχαριστήριον ἑορτὴν ὁμοῦ τελέσωμεν, νεανίσκους τε ὡραίους καὶ κόρας εὐόπτους τοῖς ἀθανάτοις θεοῖς καταθύσωμεν, ταύρους τε ἑκατὸν καὶ ζῷα τούτοις πλεῖστα προσενέγκωμεν, ὡς ἂν ἔχοιμεν αὐτοὺς καὶ εἰς τὸ ἑξῆς συμμάχους ἀηττήτους, ὅλον ἡμῖν τὸν βίον ἐξομαλίζοντας.

Πρὸς ταῦτα ὁ βασιλεύς, Οὐ νενικήκαμεν, ἔφη, ὦ πρεσβύτα· οὐ νενικήκαμεν, ἀλλ᾽ ἀνὰ κράτος μᾶλλον ἡττήμεθα. οἱ γὰρ ὑπὲρ ἡμῶν καθ᾽ ἡμῶν ἐξαίφνης γεγόνασι. παράβακχόν τε καὶ μανικὴν καὶ ἀσθενῆ τὴν ἡμετέραν εὑρόντες παράταξιν, τέλεον ταύτην κατέβαλον. νυνὶ δέ, εἴ τίς σοι δύναμις πρόσεστι καὶ ἰσχὺς εἰς τὸ βοηθῆσαι τῇ κάτω κειμένῃ θρησκείᾳ ἡμῶν καὶ ταύτην αὖθις ἀνορθῶσαι, ἀνάγγειλόν μοι.

Ὁ δὲ Θευδᾶς τοιαύτας ἐδίδου τὰς ἀποκρίσεις τῷ βασιλεῖ· Τὰς μὲν τῶν Γαλιλαίων ἐνστάσεις καὶ ματαιολογίας μὴ φοβοῦ, βασιλεῦ· τίνα γάρ εἰσι τὰ παρ᾽ αὐτῶν λεγόμενα πρὸς ἄνδρας λογικοὺς καὶ ἐχέφρονας; ἅτινα, ἐμοὶ δόξαν, ῥᾳδίως καταβληθήσεται μᾶλλον ἢ φύλλον ἀνέμῳ κατασεισθέν. οὐδὲ γὰρ κατὰ πρόσωπόν μου ἐλθεῖν ὑπομενοῦσι μὴ ὅτι γε καὶ λόγον συνᾶραι καὶ εἰς προτάσεις μοι καὶ ἀντιθέσεις χωρῆσαι. ἀλλ᾽, ἵνα τοῦτό τε τὸ προκείμενον ἀγώνισμα καὶ πᾶν ὁτιοῦν ἂν βουληθείημεν ἐπ᾽ εὐθείας ἡμῖν γένοιτο καὶ κατὰ ῥοῦν τὰ πράγματα χωρήσειε, τὴν ἑορτὴν κόσμησον ταύτην τὴν δημοτελῆ, καὶ τὴν εὐμένειαν τῶν θεῶν ὥσπερ τι κραταιὸν περιβαλοῦ ὅπλον· καὶ εὖ σοι γένηται.

Οὕτω καυχησάμενος ὁ ἐν κακίᾳ δυνατὸς εἶναι ἀνομίαν τε ὅλην τὴν ἡμέραν μελετήσας (συμφθεγγέσθω γὰρ ἡμῖν ὁ Δαυΐδ), ἀνατροπὴν δὲ θολεράν, καθά φησιν Ἠσαΐας, τῷ πλησίον ποτίσας, συνεργίᾳ τῶν συμπαρομαρτούντων αὐτῷ πονηρῶν πνευμάτων ἐπιλαθέσθαι τὸν βασιλέα παντάπασι τῶν πρὸς σωτηρίαν ὑπομιμνησκόντων λογισμῶν πεποίηκε καὶ τῶν συνήθων πάλιν ἐπιμελῶς ἔχεσθαι. ἔνθεν τοὶ καὶ γραμμάτων βασιλικῶν πανταχοῦ διαπεφοιτηκότων τοῦ συνελθεῖν πάντας ἐν τῇ μυσαρᾷ πανηγύρει αὐτῶν, ἦν ἰδεῖν συρρέοντα τὰ πλήθη, πρόβατά τε καὶ βόας καὶ διάφορα γένη ζῴων ἀγόμενα.

Πάντων τοίνυν συνεληλυθότων, ἀναστὰς ὁ βασιλεὺς μετὰ τοῦ ἀπατεῶνος Θευδᾶ πρὸς τὸν ναὸν ἐχώρει, ταύρους καταθῦσαι φέρων ἑκατὸν εἴκοσι καὶ ζῷα πολλά. καὶ ἐτέλουν τὴν ἐπάρατον αὐτῶν ἑορτήν, ὡς περιηχεῖσθαι μὲν τὴν πόλιν ὑπὸ τῆς τῶν ἀλόγων ζῴων φωνῆς, τῇ δὲ τῶν θυσιῶν κνίσῃ καὶ αὐτὸν μολύνεσθαι τὸν ἀέρα. τούτων οὕτω τελεσθέντων, καὶ τῶν τῆς πονηρίας πνευμάτων λίαν ἐγκαυχησαμένων ἐπὶ τῇ νίκῃ τοῦ Θευδᾶ, καὶ χάριτας αὐτῷ ὁμολογησάντων τῶν νεωκόρων, εἰς τὸ παλάτιον αὖθις ἐπανῆκεν ὁ βασιλεύς. καί φησι τῷ Θευδᾷ· Ἰδοὺ δή, καθὰ ἐκέλευσας, οὐδεμίαν ἐνελίπομεν σπουδὴν ἐπὶ τῇ λαμπροφορίᾳ τῆς πανηγύρεως καὶ δαψιλείᾳ τῶν θυσιῶν. καιρὸς οὖν ἤδη τὰ ἐπηγγελμένα πληρῶσαι καὶ τὸν ἀποστατήσαντα τῶν ἡμετέρων σεβασμάτων υἱόν μου τῆς πλάνης ἀναρρύσασθαι τῶν Χριστιανῶν, καὶ τοῖς εὐμενέσι καταλλάξαι θεοῖς. ἐγὼ γὰρ τέχνην πᾶσαν καὶ χεῖρα κινήσας οὐδεμίαν εὗρον τοῦ κακοῦ θεραπείαν· ἀλλὰ πάντων κρείττονα τὴν αὐτοῦ γνώμην ἐθεασάμην. εἰ πράως αὐτῷ ἐνέτυχον καὶ ἠπίως, οὐδὲ τὸν νοῦν μοι προσέχοντα ὅλως εὕρισκον· εἰ αὐστηρῶς ἐχρησάμην καὶ ἐμβριθῶς, εἰς ἀπόνοιαν μᾶλλον αἰρόμενον ἐθεώρουν. τῇ σῇ λοιπὸν σοφίᾳ τὰ τῆς ἐπελθούσης μοι συμφορᾶς ἀνατίθημι.

εἰ οὖν, ταύτης ἀπαλλαγεὶς διὰ σοῦ, τὸν ἐμὸν αὖθις ὄψομαι υἱὸν σὺν ἐμοὶ τοῖς θεοῖς μου λατρεύοντα καὶ τῶν ἐπιθυμιῶν τῆς ἐνηδόνου ζωῆς ταύτης καὶ βασιλείας ἀπολαύοντα, στήλην σοι ἀνεγείρας χρυσῆν, ἴσα θεοῖς θήσομαι παρὰ πάντων τιμᾶσθαι εἰς τὸν ἐπιόντα ἀτελεύτητον χρόνον.

Ὁ Θευδᾶς τοίνυν οὖς εὐήκοον ὑποκλίνας τῷ πονηρῷ, καὶ παρ᾽ ἐκείνου μυηθεὶς βουλὴν πονηρὰν καὶ ὀλέθριον, γλῶσσά τε καὶ στόμα αὐτῷ γενόμενος, φησὶ πρὸς τὸν βασιλέα· Εἰ χειρώσασθαι τὸν σὸν βούλει υἱόν, καὶ κενὴν αὐτῷ τὴν ἔνστασιν θεῖναι, εὕρηταί μοι τέχνη πρὸς ἣν οὐδὲ ἀντέχειν δυνατὸς ἔσται, ἀλλὰ ῥᾷον μαλαχθήσεται ὁ ἀτεράμων καὶ ἀμείλικτος αὐτοῦ λογισμὸς ἢ κηρὸς πυρκαϊᾷ σφοδροτάτῃ ὁμιλήσας. ὁ δὲ βασιλεύς, τὸν μάταιον οὕτω διακενῆς φυσῶντα ἰδών, πρὸς ἡδονὴν εὐθὺς καὶ φαιδρότητα μετεβάλλετο, ἐλπίσας τὴν ἀκόλαστον ἐκείνην καὶ θρασεῖαν γλῶσσαν τῆς θεοδιδάκτου καὶ φιλοσοφίας γεμούσης περιγενέσθαι ψυχῆς. Καὶ τίς ἡ τέχνη μαθεῖν ἤρετο. τότε Θευδᾶς ὡσεὶ ξυρὸν ἠκονημένον ὑφαίνει τὸ κακούργημα καὶ δεινῶς ἀρτύει τὰ φάρμακα. καὶ ὅρα σόφισμα κακότεχνον καὶ ὑποβολὴν τοῦ πονηροῦ. Πάντας, φησίν, ὦ βασιλεῦ, τοὺς παρισταμένους τῷ υἱῷ σου καὶ ὑπηρετοῦντας μακρύνας ἀπ᾽ αὐτοῦ, γυναῖκας εὐειδεῖς καὶ λίαν περικαλλεῖς, καὶ κεκοσμημένας εἰς τὸ ἐπαγωγότερον, συνεῖναι αὐτῷ διηνεκῶς καὶ καθυπηρετεῖν, συνδιαιτᾶσθαί τε καὶ συναυλίζεσθαι, πρόσταξον. ἐγὼ δέ, τῶν πνευμάτων ἓν τῶν εἰς τὰ τοιαῦτά μοι τεταγμένων ἐπαποστείλας αὐτῷ, βιαιότερον τὸ τῆς ἡδονῆς πῦρ ἀνάψω.

καὶ ἅμα τῷ συγγενέσθαι αὐτὸν μιᾷ καὶ μόνῃ τῶν τοιούτων γυναικῶν, εἰ μὴ πάντα ἕξει σοι κατὰ γνώμην, παροπτέος ἐγὼ τὸ λοιπόν σοι καὶ ἄχρηστος, καὶ τιμωριῶν μεγίστων, οὐ τιμῶν, ἄξιος. οὐδὲν γὰρ ὡς ὄψις γυναικῶν ἐπάγεσθαι καὶ θέλγειν τοὺς ἀρρένων λογισμοὺς πέφυκε. καὶ ἄκουσον διηγήσεως τῷ ἐμῷ συμμαρτυρούσης ῥήματι.

XXX Βασιλεύς τις παιδὸς ἀμοιρῶν ἄρρενος ἠνιᾶτο λίαν τὴν ψυχὴν ἀχθόμενος, καὶ ἀτύχημα τοῦτο οὐ μικρὸν λογιζόμενος. ἐν τούτοις οὖν αὐτῷ ὄντι γεννᾶται υἱός· καὶ χαρᾶς ἐπὶ τούτῳ τὴν καρδίαν ἐπεπλήρωτο ὁ βασιλεύς. εἶπον δὲ αὐτῷ οἱ τῶν ἰατρῶν ἐπιστήμονες, ὡς, εἰ ἐντὸς τῶν δώδεκα χρόνων ἥλιον ἢ πῦρ τὸ παιδίον τοῦτο ἴδοι, στερηθήσεται παντάπασι τοῦ φωτός· τοῦτο γὰρ ἡ τῶν ὀμμάτων αὐτοῦ θέσις δηλοῖ. ταῦτα τὸν βασιλέα ἀκούσαντα λέγεται οἰκίσκον ἀντρῶδες ἐκ πέτρας τινὸς λαξεῦσαι, κἀκεῖσε τὸν παῖδα μετὰ τῶν τιθηνούντων αὐτὸν κατακλείσαντα, μηδόλως, μέχρι συμπληρώσεως τῶν δώδεκα ἐνιαυτῶν, φωτὸς ὑποδεῖξαι μαρμαρυγὴν τὸ παράπαν. μετὰ δὲ τὴν συμπλήρωσιν τῶν δώδεκα ἐτῶν ἐξάγει τοῦ οἰκίσκου τὸν παῖδα μηδὲν ὅλως τοῦ κόσμου θεασάμενον, καὶ κελεύει ὁ βασιλεὺς πάντα κατὰ γένος παραστήσαντας ὑποδεῖξαι αὐτῷ, ἄνδρας μὲν ἐν ἑνὶ τόπῳ, ἀλλαχοῦ δὲ γυναῖκας, ἑτέρωθι χρυσόν, ἄργυρον, ἀλλαχόθεν μαργαρίτας τε καὶ λίθους πολυτελεῖς, ἱμάτια λαμπρὰ καὶ κόσμια, ἅρματα περικαλλῆ μετὰ ἵππων βασιλικῶν χρυσοχαλίνων σὺν τάπησιν ἁλουργοῖς, καὶ ἀναβάτας ἐπ᾽ αὐτοῖς ὁπλοφόρους, βουκόλιά τε βοῶν καὶ ποίμνια προβάτων. καί, ἁπλῶς εἰπεῖν, πάντα στοιχηδὸν ὑπεδείκνυον τῷ παιδί.

πυνθανομένου δὲ αὐτοῦ τί τούτων ἕκαστον καλεῖται, οἱ τοῦ βασιλέως ὑπασπισταὶ καὶ δορυφόροι τὴν ἑκάστου κλῆσιν ἐδήλουν ὡς δὲ τὴν κλῆσιν τῶν γυναικῶν ἤρετο μαθεῖν, τὸν σπαθάριον τοῦ βασιλέως χαριέντως εἰπεῖν, δαίμονας αὐτὰς καλεῖσθαι, αἳ τοὺς ἀνθρώπους πλανῶσιν. ἡ δὲ τοῦ παιδὸς καρδία τῷ ἐκείνων πόθῳ πλέον τῶν λοιπῶν ἐθέλχθη. ὡς οὖν, πάντα περιελθόντες, πρὸς τὸν βασιλέα ἐπανήγαγον αὐτόν, ἐπηρώτα ὁ βασιλεὺς τί ἀρεστὸν αὐτῷ τῶν ὁραθέντων ἐφάνη. Τί, φησὶν ὁ παῖς, ἀλλ᾽ ἢ οἱ δαίμονες ἐκεῖνοι, οἱ τοὺς ἀνθρώπους πλανῶντες; οὐδενὸς γὰρ τῶν ὀφθέντων μοι σήμερον, ἢ τῇ ἐκείνων φιλίᾳ ἐξεκαύθη μου ἡ ψυχή. καὶ ἐθαύμασεν ὁ βασιλεὺς ἐκεῖνος ἐπὶ τῷ ῥήματι τοῦ παιδός, καὶ οἷόν ἐστι τυραννικὸν χρῆμα γυναικῶν ἔρως. καὶ σὺ τοίνυν μὴ ἄλλως οἴου ὑποτάξαι σου τὸν υἱόν, ἢ τούτῳ δὴ τῷ τρόπῳ.

Δέχεται τὸν λόγον ἀσμένως ὁ βασιλεύς. καὶ παράγονται αὐτῷ ἐξ ἐπιλογῆς κόραι ὡραῖαι καὶ περικαλλεῖς, ἃς καὶ κόσμῳ λαμπρύνας διαυγεῖ καὶ ὅλως πρὸς τὸ ἐπαγωγὸν εὐτρεπίσας, τοὺς μὲν θεράποντας καὶ ὑπηρέτας τοῦ υἱοῦ πάντας ἐκβάλλει τοῦ παλατίου, ἐκείνας δὲ ἀντικαθίστησιν. αὗται οὖν περιεφύοντο αὐτῷ, συνεπλέκοντο, πρὸς τὴν μυσαρὰν αὐτὸν συνουσίαν ἠρέθιζον, διὰ πάντων σχημάτων τε καὶ ῥημάτων ἐκκαλούμεναι πρὸς ἡδονήν. οὐκ εἶχεν ἑτέρῳ τινὶ προσβλέψαι ἢ ὁμιλῆσαι, ἢ συναριστῆσαι· αὗται γὰρ ἦσαν αὐτῷ πάντα. καὶ ταῦτα μὲν ὁ βασιλεὺς ἐποίει. Θευδᾶς δὲ πάλιν τὸ πονηρὸν ἐκεῖνο καταλαβὼν σπήλαιον, καὶ εἰς τὰς βίβλους ἐγκύψας τὰς ταῦτα ἐνεργεῖν δυναμένας, καὶ ἓν τῶν πονηρῶν πνευμάτων καλέσας, εἰς πόλεμον ἐκπέμπει τοῦ στρατιώτου τῆς Χριστοῦ παρατάξεως· οὐκ εἰδὼς ὁ ἄθλιος οἷον ἔμελλε γέλωτα ὑποστῆναι καὶ αἰσχύνης πληροῦσθαι σὺν πάσῃ τῇ ὑπ᾽ αὐτὸν δαιμονικῇ φάλαγγι. τὸ δὲ πονηρὸν πνεῦμα, ἄλλα τε πονηρότερα συμπαραλαβὸν πνεύματα, τὸν κοιτῶνα καταλαμβάνει τοῦ γενναίου παιδός, καὶ ἐπιπίπτει αὐτῷ λαβρότατον ἀνάψαν τῆς σαρκὸς τὴν κάμινον. καὶ ὁ μὲν πονηρὸς ἔνδον ἀνέφλεγεν· αἱ δὲ τὴν ὄψιν εὐπρεπεῖς, τὴν δὲ ψυχὴν καὶ λίαν δυσειδεῖς, κόραι ἔξωθεν τὴν πονηρὰν ἐχορήγουν ὕλην.

Ἡ δὲ καθαρὰ ἐκείνη ψυχὴ τῆς προσβολῆς αἰσθομένη τοῦ πονηροῦ, καὶ τὸν πόλεμον ὁρῶσα τῶν ἀτόπων λογισμῶν ἐπ᾽ αὐτὴν σφοδρῶς ἐρχόμενον, διεταράττετο· καὶ λύσιν εὑρεῖν τοῦ τοσούτου κακοῦ ἐπεζήτει, καθαρόν τε ἑαυτὸν παραστῆσαι τῷ Χριστῷ, καὶ μὴ τῷ βορβόρῳ τῶν παθῶν καταχρᾶναι τὴν ἁγίαν ἐκείνην στολήν, ἣν αὐτὸν ἡ τοῦ ἁγίου βαπτίσματος ἠμφιάσατο χάρις. εὐθὺς οὖν ἔρωτι ἀνθίστησιν ἔρωτα, τῷ ἀκολάστῳ τὸν θεϊκόν, καὶ εἰς μνήμην ἄγει ἑαυτὸν τῆς ὡραιότητος ἐκείνης καὶ ἀνεκλαλήτου δόξης Χριστοῦ τοῦ ἀθανάτου νυμφίου τῶν καθαρωτάτων ψυχῶν, καὶ τοῦ νυμφῶνος ἐκείνου καὶ γάμου, οὗπερ ἐλεεινῶς ἐκβάλλονται οἱ τὸν νυμφικὸν σπιλώσαντες χιτῶνα, δεδεμένοι χεῖρας καὶ πόδας, εἰς τὸ ἐξώτερον σκότος. ταῦτα λογισάμενος καὶ σύνδακρυς γενόμενος, ἔτυπτε τὸ στῆθος, οἷα κακοὺς κηφῆνας τοὺς πονηροὺς ἐκεῖθεν λογισμοὺς φυγαδεύων.

εἶτα διαναστὰς καὶ χεῖρας εἰς οὐρανὸν διάρας, θερμοῖς δάκρυσι καὶ στεναγμοῖς τὸν Θεὸν ἐπεκαλεῖτο πρὸς συμμαχίαν, καὶ ἔλεγε· Κύριε παντοκράτορ, ὁ μόνος δυνατὸς καὶ οἰκτίρμων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ τῶν ἀβοηθήτων βοήθεια, μνήσθητί μου τοῦ ἀχρείου σου δούλου ἐν τῇ ὥρᾳ ταύτῃ, καὶ ἱλέῳ μοι ἐπίβλεψον ὄμματι, καὶ ῥῦσαι ἀπὸ ῥομφαίας δαιμονικῆς τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· καὶ μὴ ἐάσῃς ἐμπεσεῖν με εἰς χεῖρας ἐχθρῶν μου, μηδὲ ἐπιχαρείησάν μοι οἱ μισοῦντές με· καὶ μὴ ἐγκαταλίπῃς με καταφθαρῆναι ἐν ἀνομίαις, καὶ καθυβρίσαι μου τὸ σῶμα ὅπερ ἁγνόν σοι παραστῆσαι ἐπηγγειλάμην. σὲ γὰρ ποθῶ, καὶ σοὶ προσκυνῶ τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. καὶ ἐπειπὼν τὸ ἀμήν, θείας ᾔσθετο παρακλήσεως οὐρανόθεν αὐτῷ ἐπιφοιτησάσης, καὶ οἱ πονηροὶ ὑπεχώρουν λογισμοί· αὐτὸς δὲ μέχρι πρωΐας εὐχόμενος διετέλεσε.

καὶ γνοὺς τὰ μηχανήματα τοῦ δολίου, ἤρξατο ἐπὶ πλεῖον πιέζειν τὸ σῶμα τροφῆς ἐνδείᾳ καὶ δίψῃ, καὶ τῇ ἄλλῃ ταλαιπωρίᾳ, ὁλονύκτους μὲν ἐπιτελῶν στάσεις, ἑαυτὸν δὲ ἀναμιμνήσκων τῶν πρὸς τὸν Θεὸν ὁμολογιῶν, καὶ ὑπογράφων τῷ λογισμῷ τὴν ἐκεῖθεν τῶν δικαίων λαμπρότητα, τὴν ἠπειλημένην τε τοῖς φαύλοις γέενναν ἀνιστορῶν ἐναργέστατα· ὅπως μή, ἀργὴν καὶ ἄνετον ὁ ἐχθρὸς εὑρὼν τὴν ψυχήν, λογισμοὺς αὐτῇ πονηροὺς ῥᾳδίως ὑποσπείρῃ, καὶ τὸ καθαρὸν ἐπιθολώσῃ τῆς διανοίας. πάντοθεν τοίνυν ὁ ἐχθρὸς ἐξαπορηθείς, καὶ παντελῶς ἀπαγορεύσας ἑλεῖν τὸν γενναῖον, ἑτέραν ἔρχεται ὁ δεινὸς ἀπάτην ποικιλωτέραν, ὁ ἀεί ποτε πονηρὸς ὢν καὶ τὸ τεχνάζεσθαι καὶ βλάπτειν οὐδαμῶς ἀπολείπων. εἰς ἔργον γὰρ ἀγαγεῖν τὰ ἐντεταλμένα αὐτῷ παρὰ τοῦ Θευδᾶ μυρία γέγονε σπουδή. καὶ οὕτω πάλιν τὰ φάρμακα ἀρτύει.

Μίαν γὰρ ὑπεισελθὼν τῶν νεανίδων ἐκείνων, ἥτις πασῶν ἦν εὐμορφοτάτη, θυγάτηρ οὖσα βασιλέως, καὶ αἰχμάλωτος τῆς ἰδίας ἀλλοτριωθεῖσα πατρίδος, τῷ βασιλεῖ δὲ Ἀβενὴρ ὡς μέγιστόν τι προσαχθεῖσα δῶρον, ἥν, ὡς πάνυ ὡραιοτάτην οὖσαν, εἰς ὄλισθον καὶ ὑποσκελισμὸν τοῦ υἱοῦ ὁ πατὴρ ἦν ἀποστείλας, ταύτην ὁ ἀπατεὼν ὑπεισέρχεται, καὶ λόγους αὐτῇ ὑποτίθησι, πάνυ τὸ σοφὸν καὶ συνετὸν ἐμφαίνοντας τοῦ ταύτης λογισμοῦ. πάντα γὰρ τὰ πρὸς κακίαν μηχανήματα ῥᾳδίως ὁ πονηρὸς μετέρχεται. εἶτα, τῷ τοῦ βασιλέως υἱῷ ἐκ δεξιᾶς προσπεσών, φίλτρον ἐντίθησιν αὐτῷ τῆς κόρης, διὰ τὸ νουνεχὲς δῆθεν αὐτῆς καὶ κόσμιον, καὶ διὰ τὸ εὐγενῆ οὕτω καὶ βασιλικῆς οὖσαν σειρᾶς τῆς πατρίδος ἅμα καὶ δόξης ἐστερῆσθαι. πρὸς τούτοις καὶ λογισμοὺς ὑποσπείρει τοῦ ἀπαλλάξαι αὐτὴν τῆς εἰδωλομανίας καὶ Χριστιανὴν ποιῆσαι.

Ταῦτα δὲ πάντα μηχαναὶ ἦσαν τοῦ δολίου δράκοντος. οὕτω γὰρ τὴν ψυχὴν διατεθεὶς ὁ τοῦ βασιλέως υἱὸς καὶ μηδένα λογισμὸν ῥυπαρὸν ἢ ἔρωτα ἐμπαθῆ βλέπων ἐν ἑαυτῷ πρὸς τὴν κόρην σαλευόμενον, ἀλλ᾽ ἢ μόνον συμπάθειαν καὶ ἔλεος τῆς τε συμφορᾶς καὶ τῆς ψυχικῆς ἀπολείας, οὐκ ᾔδει δαιμονικὴν εἶναι μηχανὴν τὸ πρᾶγμα· ὄντως γὰρ σκότος ἐστὶν ἐκεῖνος καὶ τὸ φῶς ὑποκρίνεται. ὡς γὰρ ὁμιλεῖν ἤρξατο τῇ κόρῃ ὁ τοῦ βασιλέως υἱὸς καὶ τὰ τῆς θεογνωσίας αὐτῇ προσλαλεῖν λόγια, Σύνες, λέγων, ὦ γύναι, τὸν ζῶντα εἰς τοὺς αἰῶνας Θεόν, καὶ μὴ τῇ πλάνῃ ταύτῃ τῶν εἰδώλων καταφθαρῇς, ἀλλὰ τὸν Δεσπότην ἐπίγνωθι καὶ δημιουργὸν τοῦδε τοῦ παντός, καὶ μακαρία ἔσῃ νυμφευθεῖσα τῷ ἀθανάτῳ νυμφίῳ· πολλὰ δὲ τοιαῦτα νουθετοῦντος αὐτοῦ, εὐθὺς τὸ πονηρὸν πνεῦμα ὑπαγορεύει τῇ γυναικὶ τὰ τῆς ἀπάτης ὑφαπλῶσαι θήρατρα καὶ πρὸς τὸν τῆς ἐμπαθείας κατασῦραι βόθρον τὴν θεοφιλῆ ψυχὴν ἐκείνην, καθά ποτε καὶ τῷ γενάρχῃ πεποίηκε διὰ τῆς Εὔας, τοῦ παραδείσου καὶ τοῦ Θεοῦ ταλαιπώρως φεῦ ἐξορίσας, καὶ θανάτῳ ὑπόδικον αὐτὸν ἀντὶ τῆς μακαρίας καὶ ἀθανάτου ζωῆς γενέσθαι παρασκευάσας.

Ὡς γὰρ ἤκουσεν ἡ κόρη τὰ ῥήματα ἐκεῖνα τὰ πάσης πεπληρωμένα σοφίας, ἀσύνετος οὖσα οὐ συνῆκεν· ἀλλὰ τοιαύτας ἐδίδου τὰς ἀποκρίσεις, ὡς ἅτε γλῶσσα καὶ στόμα τῷ πονηρῷ γενομένη, καί φησιν· Εἰ τῆς ἐμῆς, ὦ δέσποτα, σωτηρίας φροντίζεις, καὶ προθυμῇ τῷ Θεῷ σου προσαγαγεῖν με καὶ τὴν ταπεινὴν ψυχήν μου σῶσαι, ποίησον καὶ αὐτὸς μίαν μου αἴτησιν, καί, πᾶσιν εὐθὺς τοῖς πατρῴοις μου θεοῖς ἀποταξαμένη, τῷ σῷ συντάξομαι Θεῷ, μέχρι τελευταίας αὐτῷ λατρεύουσα ἀναπνοῆς, καὶ μισθὸν λήψῃ τῆς ἐμῆς σωτηρίας καὶ πρὸς τὸν Θεὸν ἐπιστροφῆς.

Τοῦ δέ, Τίς ἡ ἀξίωσις, ὦ γύναι; εἰπόντος, ἐκείνη καὶ σχῆμα καὶ βλέμμα καὶ φθέγμα καὶ ὅλην ἑαυτὴν πρὸς τὸ θέλγειν καταστήσασα, Συνάφθητί μοι, ἔφη, γάμου κοινωνίᾳ, κἀγώ σου τοῖς προστάγμασι χαίρουσα ἐξακολουθήσω.

Ὁ δέ, Μάτην, φησίν, ὦ γύναι, τοιαύτην μοι προέτεινας σκληρὰν ἀξίωσιν· τῆς μὲν γὰρ σῆς ἰσχυρῶς κήδομαι σωτηρίας, καὶ τοῦ βυθοῦ τῆς ἀπωλείας ποθῶ σε ἀνελκῦσαι· μολῦναι δὲ τὸ σῶμά μου δι᾽ αἰσχρᾶς μίξεως βαρύ μοι καὶ πάντη ἀδύνατον.

Ἡ δέ, ὅλην ὁμαλίζουσα τὴν ὁδὸν αὐτῷ καὶ διαλεαίνουσα, Ἱνατί, φησί, τοιαῦτα φθέγγῃ σύ, ὁ πάσης πεπληρωμένος σοφίας; ἱνατί μολυσμὸν τὸ πρᾶγμα καὶ αἰσχρὰν ἐκάλεσας μῖξιν; οὐκ ἀμύητος γάρ εἰμι κἀγὼ τῶν Χριστιανικῶν βιβλίων· ἀλλὰ πολλαῖς μὲν δέλτοις ἐν τῇ πατρίδι μου ἐνέτυχον, πολλῶν δὲ ὁμιλούντων μοι Χριστιανῶν ἀκήκοα. οὐ γέγραπται τοίνυν ἔν τινι τῶν καθ᾽ ὑμᾶς βιβλίων, Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος; καί, Κρεῖσσον γαμεῖν ἢ πυροῦσθαι; καί, Ἃ ὁ Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω; οὐ πάντας τοὺς πάλαι δικαίους, πατριάρχας τε καὶ προφήτας, γάμῳ συναφθῆναι αἱ Γραφαὶ διδάσκουσιν ὑμῶν; οὐ Πέτρον ἐκεῖνον, ὃν καὶ κορυφαῖον τῶν ἀποστόλων φατὲ γεγονέναι, γαμετὴν γέγραπται ἐσχηκέναι; τίσιν οὖν αὐτὸς πειθόμενος μολυσμὸν τοῦτο καλεῖς; πάνυ μοι δοκεῖς, δέσποτα, τῆς ἀληθείας τῶν δογμάτων ὑμῶν ἀποπλανᾶσθαι.

Ὁ δέ, Ναί, φησίν, ὦ γύναι· οὕτως ἔχει ταῦτα πάντα καθὼς εἴρηκας. ἐφεῖται γὰρ τοῖς βουλομένοις γάμῳ κοινωνεῖν· ἀλλ᾽ οὐ τοῖς ἅπαξ ἐπαγγελλομένοις τῷ Χριστῷ παρθενεύειν. ἐγὼ γάρ, ἐξότε τῷ λουτρῷ ἐκαθαρίσθην τοῦ θείου βαπτίσματος, τῶν τῆς νεότητος καὶ ἀγνοίας μου πταισμάτων καθαρὸν ἐμαυτὸν παραστῆσαι τῷ Χριστῷ συνεταξάμην· καὶ πῶς τὰ ὡμολογημένα Θεῷ διαλῦσαι τολμήσω;

Ἔφη δὲ αὖθις ἡ γυνή· Ἔστω καὶ τοῦτό σου τὸ θέλημα, καθὼς βούλοιο. ἄλλην δὲ μικράν τινα καὶ οὐδαμινὴν πλήρωσον ἐπιθυμίαν μου, εἴπερ ὄντως ἐν ἀληθείᾳ τὴν ψυχήν μου θέλεις σῶσαι. συγγενοῦ μοι ταύτῃ τῇ νυκτὶ καὶ μόνον, καὶ τοῦ σοῦ κατατρυφῆσαί με κάλλους ποίησον, τῆς ἐμῆς τε αὐτὸς ἐμπλήσθητι ὡραιότητος. καὶ λόγον σοι δίδωμι, ἅμα πρωῒ Χριστιανὴν γενέσθαι καὶ πᾶσαν ἐκφυγεῖν τὴν τῶν θεῶν μου λατρείαν. καὶ ἔσται σοι οὐ μόνον συγγνώμη ἕνεκεν τῆς οἰκονομίας ταύτης, ἀλλὰ καὶ δωρεῶν ἀντάμειψις παρὰ τῷ Θεῷ σου ἕνεκα τῆς ἐμῆς σωτηρίας· Χαρὰ γάρ, φησὶν ἡ Γραφή σου, γίνεται ἐν οὐρανῷ ἐφ᾽ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. εἰ οὖν χαρὰ γίνεται ἐν οὐρανῷ δι᾽ ἐπιστροφὴν ἁμαρτωλοῦ, τῷ προξένῳ τῆς ἐπιστροφῆς οὐ μέγας ἐποφείλεται μισθός; ναί, οὕτως ἔχει, καὶ μὴ ἀμφίβαλλε. οὐ πολλὰ δὲ καὶ οἱ ἀρχηγοὶ τῆς θρησκείας ὑμῶν ἀπόστολοι κατ᾽ οἰκονομίαν ἐποίουν, παραβαίνοντες ἔσθ᾽ ὅτε ἐντολὴν ἕνεκα μείζονος ἐντολῆς; οὐ τὸν Παῦλον λέγεται περιτεμεῖν τὸν Τιμόθεον, ἕνεκα κρείττονος οἰκονομίας; καίτοι παράνομον Χριστιανοῖς ἡ περιτομὴ λελόγισται· ἀλλ᾽ ὅμως ἐκεῖνος οὐ παρῃτήσατο τοῦτο ποιῆσαι. καὶ πολλὰ τοιαῦτα ἐν ταῖς Γραφαῖς σου εὑρήσεις. εἰ οὖν κατὰ ἀλήθειαν, καθὼς λέγεις, σῶσαί μου τὴν ψυχὴν ζητεῖς, τὴν μικράν μου ταύτην ἐπιθυμίαν πλήρωσον.

καὶ ἐγὼ μὲν τελείᾳ σοι κοινωνίᾳ γάμου συναφθῆναι ζητοῦσα, ἐπεί σοι οὐ καταθύμιόν ἐστι τοῦτο, οὐκ ἔτι σε καταναγκάζω, τὰ ἀρεστά σοι πάντα ποιοῦσα· λοιπὸν καὶ αὐτὸς μὴ πάντη βδελύξῃ· ἀλλ᾽, ὑπακούσας μου τὸ ἅπαξ τοῦτο, σώσεις με, τῆς δεισιδαίμονος πλάνης ῥυσάμενος, τὰ δεδογμένα δέ σοι εἰς τὸ ἑξῆς ποιήσεις διὰ βίου παντός.

Οὕτω λέγουσα (καὶ γὰρ εἶχε τὸν εἰσηγούμενον, ᾧ καὶ τὰ ὦτα ὑπεῖχεν αὕτη κρυφίως· καὶ Γραφῶν ἔμπειρος ὁ λῃστὴς ἦν, ὁ τῆς κακίας ὄντως δημιουργὸς καὶ διδάσκαλος), τοιαῦτα τοιγαροῦν λέγουσα καὶ ὑποσαίνουσα, δίκτυά τε καὶ παγίδας ἐκ δεξιῶν τε καὶ ἐξ εὐωνύμων αὐτῷ περιπλέκουσα, τὸν πύργον αὐτοῦ τῆς ψυχῆς διασαλεύειν ἤρχετο, τὸν τόνον τε ὑποχαλᾶν αὐτοῦ τῆς προθέσεως, καὶ τὴν γνώμην μαλακωτέραν ποιεῖν. ὁ δὲ σπορεὺς τῆς κακίας καὶ τῶν δικαίων ἐχθρός, σαλευομένην αὐτοῦ τὴν καρδίαν ἰδὼν χαρᾶς ἔμπλεως γεγονὼς φωνεῖ παρευθὺ τὰ σὺν αὐτῷ παραγενόμενα τῆς πονηρίας πνεύματα, Ὁρᾶτε, κράζων, ὅπως ἡ κόρη αὕτη διανῦσαι ἐπείγεται ἃ οὐκ ἠδυνήθημεν ἡμεῖς ἀνῦσαι. δεῦτε οὖν, ἰσχυρῶς νῦν ἐπιπέσωμεν αὐτῷ· οὐχ εὑρήσομεν γὰρ ἄλλον καιρὸν οὑτωσὶ ἐπιτήδειον τὸ θέλημα πληρῶσαι τοῦ πέμψαντος ἡμᾶς. ταῦτα συλλαλήσας ὁ δολιόφρων τοῖς ἑαυτοῦ κυσίν, ἐπεμβαίνουσι τῷ Χριστοῦ στρατιώτῃ, πάσας αὐτοῦ τῆς ψυχῆς τὰς δυνάμεις ταράξαντες, καὶ δεινὸν ἔρωτα τῆς κόρης ὑποθέμενοι, πῦρ τε σφοδρότατον ἐπιθυμίας ἐκκαύσαντες ἐν αὐτῷ.

Ὁρῶν δὲ ἑαυτὸν ἐκεῖνος ἰσχυρῶς φλεγόμενον καὶ πρὸς τὴν ἁμαρτίαν αἰχμαλωτιζόμενον, καὶ τοὺς λογισμοὺς αὐτοῦ τὴν σωτηρίαν τῆς κόρης καὶ πρὸς Θεὸν ἐπιστροφήν, ὡς ἀγκίστρῳ δέλεαρ, τῇ προκειμένῃ πράξει περιτιθεμένους, καὶ ὀχλοῦντας αὐτῷ τῇ τοῦ ἐχθροῦ ὑποβολῇ μὴ ἁμαρτίαν εἶναι τὸ ἐπὶ σωτηρία ψυχῆς ἅπαξ γυναικὶ συγγενέσθαι, στενάξας ἐν ἀπορίᾳ ψυχῆς βύθιον τι καὶ τετηκός, ἑαυτὸν εὐθὺς πρὸς εὐχὴν συντείνει, καὶ ὀχετοὺς δακρύων ἐξ ὀφθαλμῶν δαψιλῶς προχέων ἐβόα πρὸς τὸν δυνάμενον σώζειν τοὺς ἐπ᾽ αὐτῷ πεποιθότας· Ἐπὶ σοί, Κύριε, ἤλπισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου, τὸν τῆς σῆς ἐχόμενον δεξιᾶς· ἀλλὰ παράστηθί μοι ἐν τῇ ὥρᾳ ταύτῃ, καὶ κατὰ τὸ σὸν θέλημα εὔθυνον τὰς ὁδούς μου, ἵνα δοξασθῇ τὸ ὄνομά σου τὸ ἔνδοξον καὶ φοβερὸν ἐπ᾽ ἐμοὶ τῷ οἰκέτῃ σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. ἀμήν.

Ἐφ᾽ ἱκανὰς δὲ ὥρας μετὰ δακρύων εὐξάμενος καὶ πολλὰ γονυκλιτήσας, καθῆκεν ἑαυτὸν ἐπὶ τοῦ ἐδάφους. καὶ ὑπνώσας μικρόν, ὁρᾷ ἑαυτὸν ὑπό τινων φοβερῶν ἁρπαγέντα, καὶ τόπους οὓς οὐδέποτε ἑωράκει διελθόντα, καὶ ἔν τινι γενόμενον μεγίστῃ πεδιάδι ὡραίοις ἄνθεσι καὶ λίαν εὐώδεσι κομώσῃ, ἔνθα φυτὰ μὲν ἑώρα παντοδαπὰ καὶ ποικίλα, καρποῖς ξένοις τισὶ καὶ θαυμασίοις βρίθοντα, ἰδεῖν τε ἡδίστοις καὶ ἅψασθαι ποθεινοῖς. τά τε φύλλα τῶν δένδρων λιγυρὸν ὑπήχει αὔρᾳ τινὶ λεπτοτάτῃ, καὶ ἀκόρεστον καὶ χαριεστάτην ἐκπέμποντα εὐωδίαν κινούμενα, θρόνοι τε ἀνέκειντο ἐκ καθαρωτάτου χρυσίου καὶ λίθων τιμίων κατεσκευασμένοι, λαμπρὰν οἵαν αἴγλην ἀφιέντες, καὶ κλῖναι ἐν ἐξάλλοις τισὶ στρωμναῖς καὶ τῷ κάλλει τὴν διήγησιν νικώσαις κατηγλαϊσμέναι. ὕδατά τε παρέρρει διαυγῆ λίαν καὶ αὐτὰς εὐφραίνοντα τὰς ὁράσεις. τὴν δὲ θαυμαστὴν ταύτην καὶ μεγάλην πεδιάδα οἱ φοβεροὶ ἐκεῖνοι διαγαγόντες αὐτὸν εἰς πόλιν εἰσήγαγον ἀρρήτῳ τινὶ λαμπρότητι ἀποστίλβουσαν, ἐκ χρυσίου μὲν διαυγοῦς τὰ τείχη, λίθων δὲ ὧν οὐδεὶς πώποτε ἑώρακε τὰς ἐπάλξεις ἔχουσαν ἀνεγηγερμένας. ὦ τίς ἂν ἐκείνης εἴποι τὸ κάλλος τῆς πόλεως καὶ τὴν φαιδρότητα; φῶς ἄνωθεν πυκνὰ ταῖς ἀκτῖσι διᾷττον πάσας αὐτῆς τὰς πλατείας ἐπλήρου· καὶ ὑπόπτεροί τινες στρατιαί, αὐτὴ ἑκάστη φῶς οὖσαι, ταύτῃ ἐπεδήμουν, μέλος ᾄδουσαι ἀκοῇ βροτείᾳ μηδέποτε ἀκουσθέν.

καὶ φωνῆς ἤκουσε λεγούσης· Αὕτη ἡ ἀνάπαυσις τῶν δικαίων· αὕτη ἡ εὐφροσύνη τῶν εὐαρεστησάντων τῷ Κυρίῳ. ἐκεῖθεν οὖν ἐξαγαγόντες οἱ φρικωδέστατοι ἄνδρες ἐκεῖνοι, εἰς τοὐπίσω ἄγειν ἔλεγον. ὁ δέ, τῆς τερπνότητος ἐκείνης καὶ θυμηδίας ὅλος γενόμενος, Μὴ στερήσητέ με, ἔλεγε, μὴ στερήσητε, δυσωπῶ, τῆς ἀρρήτου χαρᾶς ταύτης· ἀλλὰ δότε κἀμοὶ ἐν μιᾷ τῆς μεγίστης ταύτης πόλεως γωνίᾳ διαιτᾶσθαι. οἱ δέ, Ἀδύνατόν ἐστι νῦν, ἔλεγον, εἶναί σε ἐνταῦθα. ἀλλὰ κόπῳ πολλῷ καὶ ἱδρῶτι ἐλεύσῃ ὧδε, εἴπερ ἑαυτὸν βιάσῃ.

Ταῦτα εἶπον· καί, τὴν μεγίστην αὖθις πεδιάδα διελθόντες, εἰς τόπους ἀπήνεγκαν σκοτεινοὺς καὶ πάσης ἀηδίας πεπληρωμένους, ἰσόρροπον τῆς ὁραθείσης φαιδρότητος τὸ λυπηρὸν κεκτημένους. σκότος γὰρ ἦν ἀφεγγὲς καὶ ζοφερὸν παντελῶς· θλίψεως δὲ καὶ ταραχῆς τὸ πᾶν ἐπεπλήρωτο. ἔνθα κάμινος ἐξῆπτε πυρὸς ἀναφλεγομένη· καὶ σκωλήκων γένος ἦν κολαστικῶν ἕρπον ἐκεῖσε. δυνάμεις δὲ τιμωρητικαὶ ἐφεστῶσαι τῇ καμίνῳ, καί τινες ἐλεεινῶς τῷ πυρὶ κατακαιόμενοι. καὶ φωνὴ ἠκούετο λέγουσα· Οὗτος ὁ τόπος τῶν ἁμαρτωλῶν· αὕτη ἡ κόλασις τῶν πράξεσιν αἰσχραῖς ἑαυτοὺς μολυνάντων· ἐπὶ τούτοις ἐξήγαγον αὐτὸν ἐκεῖθεν οἱ καὶ εἰσαγαγόντες. καὶ εἰς ἑαυτὸν εὐθὺς ἐλθὼν ἔντρομος ἦν ὅλος· δάκρυα δὲ ποταμηδὸν κατέδυον οἱ ὀφθαλμοὶ αὐτοῦ. πᾶσα δὲ ἡ ὡραιότης τῆς ἀκολάστου κόρης ἐκείνης καὶ τῶν λοιπῶν δυσωδεστέρα βορβόρου καὶ σαπρίας αὐτῷ λελόγιστο. στρέφων δὲ ἐν τῇ ψυχῇ τῶν ὁραθέντων τὴν μνήμην, τῷ πόθῳ τῶν ἀγαθῶν καὶ τῷ φόβῳ τῶν ἀνιαρῶν ἐκείνων ἐπὶ τῆς κλίνης κατέκειτο ἥκιστα ἐγερθῆναι δυνάμενος.

Ἀνηγγέλθη δὲ τῷ βασιλεῖ ἡ τοῦ υἱοῦ ἀρρωστία. καὶ ὃς ἐλθὼν ἐπηρώτα τί τὸ συμβάν. ὁ δὲ τὰ ὁραθέντα αὐτῷ διηγεῖται, καί φησιν· Ἱνατί παγίδα ἡτοίμασας τοῖς ποσί μου, καὶ κατέκαμψας τὴν ψυχήν μου; εἰ μὴ γὰρ Κύριος ἐβοήθησέ μοι, παραβραχὺ παρῴκησεν ἂν τῷ ᾅδῃ ἡ ψυχή μου. ἀλλ᾽ ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ· ὃς καὶ τὴν ἐμὴν ἐρρύσατο ταπείνωσιν ἐκ μέσου σκύμνων. ἐκοιμήθην γὰρ τεταραγμένος. ἀλλ᾽ ἐπεσκέψατό με ἐξ ὕψους ὁ Θεός μου καὶ Σωτήρ μου, καὶ ἔδειξέ μοι οἵων ἀγαθῶν ἀπεστέρησαν ἑαυτοὺς οἱ παροργίζοντες αὐτόν, οἵων δὲ κολάσεων ὑπευθύνους εἰργάσαντο. καὶ νῦν, ὦ πάτερ, ἐπεί σου τὰ ὦτα ἔβυσας τοῦ μὴ ἀκοῦσαί μου τῆς φωνῆς τῆς τὰ ἀγαθά σοι ἐπᾳδούσης, κἂν ἐμὲ μὴ κώλυε τὴν εὐθεῖαν βαδίσαι ὁδόν. τοῦτο γὰρ ποθῶ, τούτου ἐφίεμαι, τοῦ πάντων ἀπαλλαγῆναι, καὶ τόπους καταλαβεῖν ἔνθα Βαρλαὰμ ὁ τοῦ Χριστοῦ θεράπων τὰς οἰκήσεις ἔχει, καὶ σὺν αὐτῷ τὸ λοιπὸν τῆς παρούσης μου διανῦσαι ζωῆς. εἰ δὲ βίᾳ κατασχεῖν με θελήσειας, ὄψει με θᾶττον τῇ λύπῃ καὶ ἀδημονίᾳ νεκρόν· καὶ οὔτε σὺ τὸ λοιπὸν πατὴρ κληθήσῃ, οὔτε υἱόν με ἔτι ἕξεις.

XXXI Πάλιν οὖν ἀθυμία κατέσχε τὸν βασιλέα· πάλιν ἀπελέγετο ὅλην αὐτοῦ τὴν ζωήν, καὶ δεινὰ στρέφων ἐν ἑαυτῷ εἰς τὸ ἴδιον ἀπῄει παλάτιον. τὰ δὲ παρὰ τοῦ Θευδᾶ ἀποσταλέντα τῆς πονηρίας πνεύματα κατὰ τοῦ θείου παιδός, ἐπανελθόντα πρὸς αὐτόν, κατῃσχυμμένα τὴν ἧτταν ἀνωμολόγει, καίτοι φιλοψευδῆ ὄντα· σύμβολα γὰρ σαφῆ τῆς ἥττης ἔφερον ἐπὶ τῆς πονηρᾶς αὐτῶν ὄψεως. ὁ δέ, Καὶ οὕτω, φησίν, ἀσθενεῖς ὑμεῖς καὶ ταλαίπωροι, ὡς ἑνὸς μειρακίου μὴ περιγενέσθαι; τότε τὰ πονηρὰ πνεύματα, θείᾳ δυνάμει τιμωρούμενα, εἰς φῶς ἄκοντα τὴν ἀλήθειαν ἦγεν, Οὐχ ὑπομένομεν, λέγοντα, οὐδὲ ἀντοφθαλμῆσαι ὅλως τῇ τοῦ Χριστοῦ δυνάμει καὶ τῷ συμβόλῳ τοῦ πάθους αὐτοῦ, ὃν σταυρὸν καλοῦσιν. ἐκείνου γὰρ τυπουμένου, φθάνομεν ἀνακράτος φεύγοντές τε καὶ διωθούμενοι πάντες οἱ τοῦ ἀέρος ἄρχοντες καὶ κοσμοκράτορες τοῦ σκότους, πρὶν ἢ τελείως αὐτὸ τυπωθῆναι. ὅθεν καὶ τῷ νεανίσκῳ τούτῳ ἐπιπεσόντες δεινῶς ἐταράξαμεν· ὁ δέ, τὸν Χριστὸν ἐπικαλεσάμενος εἰς συμμαχίαν καὶ τῷ σημείῳ τοῦ σταυροῦ καθοπλίσας ἑαυτόν, ἡμᾶς τε διώσατο μετ᾽ ὀργῆς καὶ ἀσφάλειαν ἑαυτῷ ἔθετο. μὴ μελλήσαντες οὖν εὕρομεν ὄργανον, δι᾽ οὗ καὶ τῷ πρωτοπλάστῳ ὁμιλήσας ποτὲ ὁ ἄρχων ἡμῶν τοῦτον ἐχειρώσατο.

καὶ δὴ παρ᾽ οὐδὲν ἐθέμεθα ἂν καὶ ἡμεῖς κενὴν τὴν ἐλπίδα τοῦ νέου, ἀλλ᾽ ἐπικληθεὶς αὖθις ὁ Χριστὸς εἰς συμμαχίαν, πυρὶ τῆς ἄνωθεν ὀργῆς ἡμᾶς καταφλέξας, φυγάδας εἰργάσατο. καὶ ἔγνωμεν μηκέτι πλησιάσαι αὐτῷ. οὕτω μὲν οὖν τὰ πονηρὰ πνεύματα σαφῶς ἐγνώρισε τῷ Θευδᾷ τὰ γεγενημένα.

Ὁ δὲ βασιλεύς, πάντοθεν ἀπορούμενος, τὸν Θευδᾶν αὖθις προσκαλεῖται, καί φησι· Τὰ μὲν δεδογμένα σοι, σοφώτατε, πάντα πληρώσαντες, οὐδεμίαν τὴν ὠφέλειαν εὕρομεν· νυνὶ δέ, εἴ τίς σοι ἑτέρα ὑπολέλειπται ἐπίνοια, κἀκείνης πεῖραν ληψόμεθα· ἴσως εὕρω τινὰ τοῦ κακοῦ λύσιν.

Αἰτησαμένου δὲ τοῦ Θευδᾶ εἰς ὁμιλίαν ἐλθεῖν τοῦ υἱοῦ, ἕωθεν συμπαραλαβὼν αὐτόν, ὁ βασιλεὺς εἰς ἐπίσκεψιν ἀπέρχεται τοῦ υἱοῦ. καὶ καθίσας λόγους ἐκίνησεν ὁ βασιλεύς, ὀνειδίζων αὐτὸν καὶ μεμφόμενος ἐπὶ τῇ ἀνηκοΐᾳ αὐτοῦ καὶ ἀνενδότῳ γνώμῃ. ἐκείνου δὲ τὰ αὐτὰ αὖθις βεβαιοῦντος καὶ μηδὲν προτιμᾶν τῆς Χριστοῦ ἀγάπης βοῶντος, παρελθὼν εἰς μέσον, ὁ Θευδᾶς ἔφη· Τί κατέγνως, ὦ Ἰωάσαφ, τῶν ἀθανάτων ἡμῶν θεῶν, ὅτι τῆς αὐτῶν ἀπέστης λατρείας, καί, τὸν σὸν πατέρα καὶ βασιλέα οὕτως παροργίζων, μισητὸς παντὶ γέγονας τῷ λαῷ; οὐχὶ παρ᾽ αὐτῶν σοι τὸ ζῆν; οὐκ αὐτοὶ παρέσχον σε τῷ πατρί, τῆς αὐτοῦ ἀκούσαντες εὐχῆς καὶ τῶν τῆς ἀτεκνίας δεσμῶν λυτρωσάμενοι; πολλὰς δὲ ματαιολογίας καὶ ἀνωφελεῖς προτάσεις ὁ ἐν κακοῖς γηράσας προβαλλόμενος, καὶ συλλογισμοὺς ῥάπτων περὶ τοῦ κηρύγματος τοῦ Εὐαγγελίου, βουλόμενος τοῦτο μὲν χλευάζειν, τὰ δὲ τῶν εἰδώλων κρατύνειν, ὀλίγον ἐπισχὼν ὁ τῆς ἄνω βασιλείας υἱός, καὶ τῆς πόλεως ἐκείνης πολίτης ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, φησὶ πρὸς τὸν Θευδᾶν.

Ἄκουσον, ὦ πλάνης βυθὲ καὶ ψηλαφητοῦ σκότους ζοφωδέστερε, τὸ Βαβυλώνιον σπέρμα, τὸ τῆς Χαλανικῆς πυργοποιΐας ἔκγονον, δι᾽ ἧς ὁ κόσμος συνεχύθη, ματαιόφρον καὶ ἄθλιε γέρον, οὗπερ καὶ ἡ πυρὶ καὶ θείῳ κατακαυθεῖσα πεντάπολις ἐλαφροτέρα τοῖς ἁμαρτήμασι γέγονε. τί χλευάζειν ἐπιχειρεῖς τὸ τῆς σωτηρίας κήρυγμα, δι᾽ ἧς τὰ ἐσκοτισμένα ἐφωτίσθη, δι᾽ ἧς οἱ πεπλανημένοι τὴν ὁδὸν εὗρον, δι᾽ ἧς οἱ ἀπολωλότες καὶ δεινῶς αἰχμαλωτισθέντες ἀνεκλήθησαν; τί κρεῖττον, εἰπέ μοι, Θεῷ λατρεύειν παντοκράτορι σὺν Υἱῷ μονογενεῖ καὶ Πνεύματι Ἁγίῳ, Θεῷ ἀκτίστῳ καὶ ἀθανάτῳ, τῇ ἀρχῇ καὶ πηγῇ τῶν ἀγαθῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, ᾧ παρειστήκεισαν χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἀγγελικῶν ταγμάτων καὶ οὐρανίων, καὶ πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ, δι᾽ οὗ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος παρήχθη, δι᾽ οὗ κρατεῖται τὸ πᾶν καὶ συνέχεται καὶ τῇ προνοίᾳ αὐτοῦ διοικεῖται, τούτῳ βέλτιον λατρεύειν, ἢ δαίμοσι ὀλεθρίοις καὶ ἀψύχοις εἰδώλοις, ὧν ἡ δόξα καὶ ὁ ἔπαινος μοιχεία ἐστὶ καὶ παιδοφθορία καὶ τὰ λοιπὰ τῆς ἀνομίας ἔργα, ἃ περὶ τῶν ὑμετέρων ἀναγέγραπται θεῶν ἐν τοῖς συντάγμασι τῆς δεισιδαιμονίας ὑμῶν; οὐκ αἰδεῖσθε, ταλαίπωροι, πυρὸς ἀκοιμήτου βορά, ὁμοίωμα γένους Χαλδαϊκοῦ, οὐκ αἰσχύνεσθε νεκρὰ ξόανα προσκυνοῦντες, χειρὸς ἀνθρωπίνης ἔργα;

λίθον γὰρ λαξεύσαντες ἢ ξύλον τεκτονεύσαντες, θεὸν προσηγορεύσατε· εἶτα τὸν κάλλιστον ἐκ βουκολίων ταῦρον λαβόντες, ἢ ἄλλο τυχὸν τῶν εὐπρεπεστάτων ζῴων, νεκρῷ σεβάσματι θύετε ἀνόητοι. τιμιώτερόν ἐστί σου τοῦ σεβάσματος τὸ θῦμα· τὸ μὲν γὰρ ξόανον ἄνθρωπος ἐποίησε, τὸ δὲ ζῷον ὁ Θεὸς ἐδημιούργησε. καὶ πόσον σοῦ μᾶλλον τοῦ λογικοῦ συνετώτερόν ἐστι τὸ ἄλογον ζῷον; τὸ μὲν γὰρ οἶδε τὸν τρέφοντα· σὺ δὲ τὸν Θεὸν ἠγνόησας, δι᾽ οὗ ἐκ τοῦ μὴ ὄντος παρήχθης, δι᾽ οὗ ζῇς καὶ συντετήρησαι, καὶ καλεῖς θεόν, ὃν πρὸ μικροῦ ἔβλεπες σιδήρῳ τυπτόμενον καὶ πυρὶ καιόμενόν τε καὶ χωνευόμενον, καὶ σφύραις ἐλαυνόμενον, ὃν ἄργυρον καὶ χρυσὸν περιέθηκας καὶ χαμόθεν ὑψώσας ἐφ᾽ ὑψηλοῦ μετεώρισας· εἶτα, πεσὼν ἐπὶ τῆς γῆς, τοῦ ταπεινοῦ λίθου κεῖσαι ταπεινότερος, προσκυνῶν οὐ Θεὸν ἀλλὰ τὰ ἔργα τῶν χειρῶν σου τὰ νεκρὰ καὶ ἄψυχα. μᾶλλον δὲ οὐδὲ νεκρὸν ἂν εἴη δίκαιον καλεῖσθαι τὸ εἴδωλον. πῶς γὰρ ἂν νεκρὸν εἴη τὸ μηδέποτε ζῆσαν; ἀλλά τι καινὸν ἔδει ἐφευρεῖν αὐτῷ ὄνομα καὶ τῆς τοσαύτης παραφροσύνης ἐπάξιον. ὁ μὲν γὰρ λίθινος θρύπτεται, ὁ δὲ ὀστράκινος κατάγνυται, ὁ χαλκοῦς ἰοῦται, ὁ χρυσοῦς καὶ ὁ ἀργυροῦς χωνεύεται. ἀλλὰ καὶ πιπράσκονται οἱ θεοί σου, οἱ μὲν εὐώνως, οἱ δὲ τιμῆς ὅτι πλείστης. οὐχ ἡ θεότης γὰρ αὐτοῖς, ἀλλ᾽ ἡ ὕλη τὴν πολυτέλειαν δίδωσι.

Θεὸν δὲ τίς ἀγοράζει; Θεὸν τίς πωλεῖ; θεὸς δὲ ἀκίνητος πῶς ὀνομάζεται θεός; ἢ οὐχ ὁρᾷς ὅτι ὁ μὲν ἑστὼς οὐδέποτε καθέζεται, ὁ δὲ καθεζόμενος οὐδέποτε ἀνίσταται; Αἰσχύνθητι, ἀνόητε, χεῖρα θὲς ἐπὶ στόματι σῷ, μεμωραμένε, τὰ τοιαῦτα ἐπαινῶν. τῆς ἀληθείας γὰρ ἀλλοτριωθείς, ψευδέσι τύποις ἐπλανήθης, ἀγάλματα πλάττων, καὶ τοῖς ἔργοις τῶν χειρῶν σου Θεοῦ περιτιθεὶς ὄνομα. ἀνάνηψον, ἄθλιε, καὶ σύνες ὅτι πρεσβύτερος εἶ τοῦ ὑπὸ σοῦ γενομένου θεοῦ. ταῦτα πολλῆς ἐστι μανίας. πέπεικας δὲ σαυτόν, ἄνθρωπος ὤν, Θεὸν δύνασθαι ποιεῖν. καὶ πῶς ἐνδέχεται τοῦτο γενέσθαι; ὥστε οὐ Θεὸν ποιεῖς, ἀλλὰ μόρφωμα ἀνθρώπου ἢ ζῴου τινός, μὴ γλῶσσαν ἔχον, μὴ λάρυγγα, μὴ ἐγκέφαλον, μήτε τῶν ἐντός τι· ὥστε οὔτε ἀνθρώπου ἐστὶν ὁμοίωμα, οὔτε ζῴου, ἀλλ᾽ ἄχρηστον πάντη καὶ ματαιότητος πλῆρες. τί οὖν τὰ ἀναίσθητα κολακεύεις; τί τοῖς ἀκινήτοις καὶ ἀνωφελέσι προσκάθησαι; εἰ μὴ τέχνη παρῆν τοῦ λιθοξόου ἢ τοῦ τέκτονος ἢ τοῦ σφυροκόπου, θεὸν οὐκ ἂν εἶχες. εἰ μὴ φύλακες παρεκάθηντο, ἀπώλεσας ἂν τὸν θεόν σου. ᾧ γὰρ πολλάκις πόλις πολυάνθρωπος ἀφρόνων εὔχεται ὡς θεῷ διαφυλαχθῆναι, τούτῳ ὀλίγοι παραμένουσι φύλακες ἵνα μὴ κλαπῇ. καὶ εἰ μὲν ἀργυροῦς ἢ χρυσοῦς ἔσται, ἐπιμελῶς φυλάσσεται· ἐὰν δὲ ᾖ λίθινος ἢ πήλινος, ἢ ἄλλης τινὸς τοιαύτης εὐτελεστέρας ὕλης, ἑαυτὸν φυλάσσει· ἰσχυρότερος γὰρ ἴσως ἐστὶν ὁ πήλινος τοῦ χρυσοῦ καθ᾽ ὑμᾶς.

Οὐκ εἰκότως ἐστὶν ὑμᾶς τοὺς ἄφρονας, τυφλοὺς καὶ ἀσυνέτους, δικαίως καταγελᾶσθαι, μᾶλλον δὲ πενθεῖσθαι; μανίας γὰρ τὰ ἔργα ὑμῶν, οὐκ εὐσεβείας ἐστίν. ὁ μὲν γὰρ πόλεμον ἀσκήσας, στρατιωτικῆς ἀντίμιμον ἰδέας ξόανον ἱδρύσας, ἐκάλεσεν Ἄρην· ὁ δὲ γυναικομανοῦς ἐπιθυμίας τὴν ψυχὴν ἀνατυπωσάμενος, ἐθεοποίησε τὸ πάθος, Ἀφροδίτην προσαγορεύσας. ἄλλος, τῆς ἑαυτοῦ φιλοινίας ἕνεκεν, ἔπλασεν εἴδωλον, ὅπερ ἐκάλεσε Διόνυσον. ὁμοίως δὲ καὶ τῶν ἄλλων κακῶν ἐπιθυμηταὶ τῶν ἰδίων παθῶν ἔστησαν εἴδωλα· τὰ πάθη γὰρ αὐτῶν θεοὺς ὠνόμασαν. καὶ διὰ τοῦτο παρὰ τοῖς αὐτῶν βωμοῖς ἡδυπαθεῖς εἰσιν ὀρχήσεις, πορνικῶν ἀσμάτων ἦχοι καὶ μανιώδεις ὁρμαί. τίς δὲ αὐτῶν καθεξῆς τὴν βδελυρὰν ἐξείποι πρᾶξιν; τίς ἀνέξεται, τὰς ἐκείνων αἰσχρολογίας καταλέγων, τὸ ἑαυτοῦ μολῦναι στόμα; ἀλλὰ πᾶσι δῆλα, κἂν ἡμεῖς σιωπῶμεν. ταῦτά σου τὰ σεβάσματα, Θευδᾶ τῶν ξοάνων σου ἀναισθητότερε, τούτοις με ἐπιτρέπεις προσκυνεῖν, ταῦτα σέβεσθαι. τῆς σῆς ὄντως κακουργίας καὶ ἀσυνέτου γνώμης ἡ βουλή· ἀλλ᾽ ὅμοιος αὐτῶν γένοιο, σύ τε καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτοῖς.

Ἐγὼ δὲ τῷ Θεῷ μου λατρεύσω, καὶ αὐτῷ θύσω ὅλον ἐμαυτόν, τῷ Θεῷ τῷ κτίστῃ καὶ προνοητῇ τῶν ἁπάντων διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, δι᾽ οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν πρὸς τὸν Πατέρα τῶν φώτων ἐν Πνεύματι Ἁγίῳ, δι᾽ οὗ ἐξηγοράσθημεν τῆς πικρᾶς δουλείας ἐν τῷ αἵματι αὐτοῦ. εἰ μὴ γὰρ ἐταπείνωσεν ἑαυτὸν μέχρι καὶ δούλου μορφῆς, οὐκ ἂν ἡμεῖς τῆς υἱοθεσίας ἠξιώθημεν. ἐταπεινώθη γοῦν δι᾽ ἡμᾶς, οὐχ ἁρπαγμὸν ἡγούμενος τὴν θεότητα, ἀλλ᾽ ὃ ἦν διέμεινε, καὶ ὃ οὐκ ἦν προσέλαβεν, ὡμίλησε τοῖς ἀνθρώποις, ἀνῆλθεν ἐν τῷ σταυρῷ τῇ σαρκὶ αὐτοῦ, ἐτέθη τάφῳ ἐπὶ τρισὶν ἡμέραις, κατῆλθεν ἐν τῷ ᾅδῃ, καὶ ἐξήγαγεν οὓς κατεῖχε δεσμίους ὁ δεινὸς κοσμοκράτωρ πεπραμένους ὑπὸ τῆς ἁμαρτίας. τίς οὖν ἐγένετο βλάβη αὐτῷ ἐκ τούτων, ὅ τι χλευάζειν δοκεῖς; οὐχ ὁρᾷς τὸν ἥλιον τοῦτον, πόσοις καταπέμπει τὴν ἀκτῖνα τόποις ἀχρήστοις καὶ ῥυπαροῖς; πόσα ἐπιβλέπει σώματα νεκρῶν ὀδωδότα; μή τις αὐτῷ προστρίβεται μῶμος; οὐ τὰ ῥυπαρὰ μὲν καὶ σεσηπότα ξηραίνει καὶ συσφίγγει, τὰ ἐσκοτισμένα δὲ φωτίζει, καὶ αὐτὸς ἀσινὴς πάντη καὶ ἀνεπίδεκτος παντὸς ὑπάρχει ῥύπου; τί δὲ τὸ πῦρ; οὐ τὸν σίδηρον μέλανα λαβὼν ἐν ἑαυτῷ καὶ ψυχρόν, φλογοειδῆ ὅλον καὶ πεπυρακτωμένον ἐργάζεται; μή τι μετέλαβε τῶν ἰδιωμάτων τοῦ σιδήρου; μή, τυπτομένου τοῦ σιδήρου σφύραις καὶ μαστιζομένου, πάσχει τι τὸ πῦρ ἢ βλάβην ὅλως ὑφίσταται;

Εἰ οὖν τὰ κτιστὰ ταῦτα καὶ φθαρτὰ οὐδὲν ἀπὸ τῆς κοινωνίας τῶν εὐτελεστέρων πάσχειν πέφυκε, τίνι λόγῳ, ἀνόητε σὺ καὶ λιθοκάρδιε, χλευάζειν με τολμᾷς λέγοντα ὅτι ὁ υἱὸς καὶ λόγος τοῦ Θεοῦ, οὐδόλως ἐκστὰς τῆς πατρικῆς δόξης, ἀλλ᾽ ὁ αὐτὸς ὢν Θεός, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἀνείληφε σῶμα ἀνθρώπινον, ἵνα τοὺς ἀνθρώπους κοινωνοὺς ποιήσῃ τῆς θείας καὶ νοερᾶς φύσεως, καὶ ἐκ τῶν καταχθονίων τοῦ ᾅδου ἐξαγαγὼν τὴν ἡμῶν οὐσίαν, τῇ οὐρανίῳ τιμήσῃ δόξῃ ἵνα τὸν ἄρχοντα τοῦ σκότους τοῦ αἰῶνος τούτου, τῇ προσλήψει τῆς σαρκὸς δελεάσας, χειρώσηται, καὶ τὸ γένος ἡμῶν τῆς αὐτοῦ τυραννίδος ἐλευθερώσειεν. ἔνθεν τοι καὶ ἀπαθῶς προσομιλεῖ τῷ πάθει τοῦ σταυροῦ, τὰς δύο παριστῶν φύσεις αὐτοῦ· ὡς μὲν γὰρ ἄνθρωπος σταυροῦται, ὡς θεὸς δὲ σκοτίζει τὸν ἥλιον, κλονεῖ τὴν γῆν, καὶ πολλὰ κεκοιμημένα ἐγείρει σώματα ἐκ τῶν μνημάτων· πάλιν ὡς ἄνθρωπος θνήσκει, ὡς δὲ θεὸς ἐξανίσταται σκυλεύσας τὸν ᾅδην. διὸ καὶ κέκραγεν ὁ προφήτης· Ὁ ᾅδης ἐπικράνθη συναντήσας σοι κάτω. ἐπικράνθη γὰρ καὶ ἐνεπαίχθη ἄνθρωπον δοκῶν λαβεῖν ψιλόν, τῷ Θεῷ δὲ περιτυχών, καὶ κενὸς ἐξαίφνης γεγονὼς καὶ αἰχμάλωτος. ἐγείρεται τοιγαροῦν ὡς Θεός, καὶ ἀνέρχεται εἰς οὐρανούς, ὅθεν οὐδαμῶς ἐχωρίσθη.

καὶ τὴν φύσιν ἡμῶν τὴν εὐτελῆ, τὴν πάντων ἀσυνετωτέραν, τὴν ἀγνώμονα καὶ ἠτιμωμένην, τῶν πάντων ἀνωτέραν πεποίηκε, καὶ ἐπὶ θρόνου δόξης ἐνίδρυσε, δόξης ἀποστίλβουσαν ἀθανάτου. τίς οὖν αὐτῷ τῷ Θεῷ καὶ λόγῳ προσεγένετο ἐντεῦθεν βλάβη, ὅτι βλασφημεῖν οὐκ ἐρυθριᾷς; τί δέ; βέλτιον ταῦτα ὁμολογεῖν, καὶ τοιοῦτον σέβεσθαι Θεόν, ἀγαθὸν καὶ φιλάνθρωπον, ὃς ἐντέλλεται δικαιοσύνην, ἐγκράτειαν ἐπιτάσσει, καθαρότητα νομοθετεῖ, ἐλεεῖν διδάσκει, πίστιν παρέχει, εἰρήνην κηρύσσει, αὐτοαλήθεια ὀνομάζεται καὶ ἔστιν, αὐτοαγάπη, αὐτοαγαθότης· τοῦτον βέλτιον σέβεσθαι ἢ τοὺς θεούς σου, τοὺς πολυπαθεῖς καὶ κακούς, τοὺς αἰσχροὺς καὶ τοῖς πράγμασι καὶ τοῖς ὀνόμασιν; οὐαὶ ὑμῖν, τῶν λίθων λιθωδέστεροι καὶ τῶν ἀλόγων ἀλογώτεροι, τῆς ἀπωλείας υἱοί, τοῦ σκότους κληρονόμοι· μακάριος δὲ ἐγὼ καὶ πάντες οἱ Χριστιανοί, Θεὸν ἔχοντες ἀγαθὸν καὶ φιλάνθρωπον. οἱ γὰρ αὐτῷ λατρεύοντες, κἂν ὀλίγον χρόνον ἐν τῷ νῦν βίῳ κακοπαθήσωσιν, ἀλλὰ τὸν ἀθάνατον τῆς ἀνταποδόσεως καρπὸν τρυγήσουσιν ἐν τῇ βασιλείᾳ τῆς ἀτελευτήτου καὶ θείας μακαριότητος.

XXXII Ἔφη δὲ πρὸς αὐτὸν ὁ Θευδᾶς· Ἰδοὺ φανερόν ἐστιν, ὅτι τὴν καθ᾽ ἡμᾶς θρησκείαν πολλοὶ καὶ μεγάλοι σοφοί, καὶ ἐξηγηταί, καὶ θαυμαστοὶ τὴν ἀρετὴν καὶ ἐπιστήμην, ἐνομοθέτησαν, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς καὶ δυνάσται ὡς καλὴν καὶ μηδὲν σφαλερὸν ἔχουσαν ἐδέξαντο, τὴν δὲ τῶν Γαλιλαίων ἄγροικοί τινες, πτωχοί τε καὶ εὐτελεῖς ἐκήρυξαν ἄνδρες, καὶ αὐτοὶ εὐαρίθμητοι καὶ μὴ τῶν δώδεκα τὸ μέτρον ὑπερβαίνοντες. πῶς οὖν τῶν ὀλίγων, ἀσήμων τε καὶ ἀγροίκων, τὸ κήρυγμα προτιμητέον τῆς τῶν πολλῶν καὶ μεγάλων καὶ σοφίᾳ τοσαύτῃ λαμψάντων νομοθεσίας; τίς δὲ ἡ ἀπόδειξις τούτους ἀληθεύειν, κἀκείνους ψεύδεσθαι;

Αὖθις οὖν ὁ τοῦ βασιλέως υἱὸς ἀπεκρίνατο· Τάχα, Θευδᾶ, ὄνος εἶ, τὸ τοῦ λόγου, λύρας ἀκούων καὶ ἀσύνετος μένων, μᾶλλον δὲ ἀσπὶς βύων τὰ ὦτα τοῦ μὴ ἀκοῦσαι φωνῆς ἐπᾳδόντων. καλῶς οὖν ὁ προφήτης εἶπε περὶ σοῦ· εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ σὺ δυνήσῃ εὖ ποιῆσαι μεμαθηκὼς κακά. μωρὲ καὶ τυφλέ, πῶς οὐκ ἄγει σε εἰς αἴσθησιν ἡ τῆς ἀληθείας ἰσχύς; τοῦτο γὰρ αὐτὸ τὸ παρὰ πολλῶν μὲν ἐπὶ σοφίᾳ θαυμαζομένων ἐπαινεῖσθαι τὰ μιαρά σου σεβάσματα, παρὰ πολλῶν δὲ βασιλέων κρατύνεσθαι, τὸ δὲ κήρυγμα τοῦ Εὐαγγελίου παρ᾽ ὀλίγων καὶ ἀσήμων ἀνδρῶν κηρυχθῆναι, δεικνύει τῆς ἡμῶν θεοσεβείας τὴν ἰσχὺν καὶ τῶν ὑμετέρων πονηρῶν δογμάτων τὸ ἀσθενὲς καὶ ὀλέθριον· ὅτι τὰ μὲν ὑμέτερα, καὶ συνηγόρους ἔχοντα σοφοὺς καὶ ἀντιλήπτορας ἰσχυρούς, ὅμως σβέννυται καὶ ἀσθενεῖ, τὰ δὲ τῆς θεοσεβείας, μηδεμίαν ἀνθρωπίνην κεκτημένα βοήθειαν, λάμπει τηλαυγέστερον ἡλίου καὶ τοῦ κόσμου κατέσχε τὰ πληρώματα.

εἰ μὲν γὰρ παρὰ ῥητόρων τε καὶ φιλοσόφων ἐξετέθη, βασιλεῖς δὲ καὶ δυνάστας εἶχε συνεργοῦντας, εὗρες ἂν σὺ ὁ πονηρὸς εἰπεῖν ἀνθρωπίνης δυνάμεως τὸ πᾶν γεγενῆσθαι· νυνὶ δέ, ὁρῶν παρὰ ἁλιέων μὲν εὐτελῶν τὸ ἅγιον συντεθὲν Εὐαγγέλιον, παρὰ πάντων δὲ τυράννων διωχθέν, καὶ μετὰ τοῦτο τὴν οἰκουμένην κατασχὸν (εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ), τί ἂν εἴποις, ἢ θείαν εἶναι καὶ ἄμαχον δύναμιν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων τὰ ἑαυτῆς βεβαιοῦσαν; τίνα δὲ ἀπόδειξιν ζητεῖς, ἀνόητε, τοῦ ψεύδεσθαι μὲν τοὺς σούς, ἀληθεύειν δὲ τοὺς ἡμετέρους, κρείττονα τῶν εἰρημένων; εἰ μὴ γὰρ λῆρος ἦν καὶ ψεῦδος πάντα τὰ σά, οὐκ ἄν, τοσαύτην ἔχοντα παρὰ ἀνθρώπων ἰσχύν, ἠλαττοῦτο καὶ ἐξησθένει. Εἶδον γάρ, φησί, τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.

Περὶ ὑμῶν ταῦτα εἴρηκεν ὁ Προφήτης τῶν ὑπασπιστῶν τῆς εἰδωλομανίας. μικρὸν γὰρ ὅσον ὅσον καὶ οὐ μὴ εὑρεθῇ ὁ τόπος ὑμῶν, ἀλλ᾽, ὡς ἐκλείπει καπνός, ἐκλείψετε, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. περὶ δὲ τῆς Εὐαγγελικῆς θεογνωσίας εἶπεν ὁ Κύριος· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. καί· Σὺ κατ᾽ ἀρχάς, Κύριε, φησὶν αὖθις ὁ ψαλμῳδός, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται· σὺ δὲ διαμένεις· καὶ πάντες ὡσεὶ ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. καὶ οἱ μὲν θεῖοι κήρυκες τῆς τοῦ Χριστοῦ παρουσίας, οἱ σοφοὶ τῆς οἰκουμένης ἁλιεῖς, οἱ πάντας ἑλκύσαντες τοῦ βυθοῦ τῆς ἀπάτης, οὓς ὁ εὐτελὴς σύ, καὶ δοῦλος ὄντως τῆς ἁμαρτίας, ἐξευτελίζεις, ἔλαμψαν σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσιν ὡς ἥλιος ἐν τῷ κόσμῳ, τυφλοῖς τὸ φῶς δωρούμενοι, κωφοῖς τὸ ἀκούειν, χωλοῖς τὸ περιπατεῖν, νεκροῖς τὸ ζῆν χαριζόμενοι. αἱ σκιαὶ γὰρ αὐτῶν μόναι πάντα τὰ πάθη τῶν ἀνθρώπων ἐθεράπευον. δαίμονας, οὓς ὑμεῖς φοβεῖσθε ὡς θεούς, οὐ μόνον τῶν ἀνθρωπίνων ἀπήλαυνον σωμάτων, ἀλλὰ καὶ αὐτῆς ἐδίωκον τῆς οἰκουμένης, τῷ τοῦ σταυροῦ σημείῳ, δι᾽ οὗ πᾶσαν μὲν ἠφάνισαν μαγείαν πᾶσαν δὲ φαρμακείαν ἀνενέργητον ἔδειξαν.

καὶ ἐκεῖνοι μέν, οὕτως τὴν ἀνθρωπίνην ἰασάμενοι ἀσθένειαν τῇ τοῦ Χριστοῦ δυνάμει καὶ τὴν κτίσιν πᾶσαν καινουργήσαντες, ὡς τῆς ἀληθείας κήρυκες θαυμάζονται παρὰ πάντων εἰκότως τῶν εὖ φρονούντων. τί δὲ ὃ αὐτὸς ἔχεις εἰπεῖν περὶ τῶν σοφῶν σου καὶ ῥητόρων, ὧν ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν, τῶν συνηγόρων τοῦ διαβόλου; τί μνήμης ἄξιον κατέλιπον τῷ βίῳ; εἰπέ. τί δ᾽ ἂν εἴποις περὶ αὐτῶν, ἢ ἀλογίαν καὶ αἰσχρότητα, καὶ τέχνην ματαίαν, τῇ καλλιεπείᾳ τῶν λόγων τὸν βόρβορον συγκαλύπτουσαν τῆς δυσώδους αὐτῶν θρησκείας;

Ἀλλὰ καὶ αὐτῶν τῶν ποιητῶν ὅσοι μικρόν τι δεδύνηνται τῆς πολλῆς ἀνανεῦσαι μανίας, εἶπον τὸ ἀληθέστερον, ὅτι οἱ λεγόμενοι θεοὶ ἄνθρωποι ἦσαν, καί, διὰ τό τινας μὲν αὐτῶν ἄρξαι χωρῶν τε καὶ πόλεων, τινὰς δὲ ἄλλο τι οὐδαμινὸν κατὰ τὸν βίον ποιῆσαι, πλανηθέντας τοὺς ἀνθρώπους θεοὺς αὐτοὺς καλέσαι. καταρχὰς μὲν γὰρ ὁ Σεροὺχ ἐκεῖνος ἱστόρηται τὰ τῶν ἀγαλμάτων ἐξευρεῖν. τοὺς γὰρ ἐν τοῖς πάλαι χρόνοις ἢ ἀνδρείας ἢ φιλίας, ἤ τινος ἑτέρας ἀνδραγαθίας ἔργον μνήμης ἄξιον ἐπιδειξαμένους ἀνδριάσι λέγεται καὶ στήλαις τιμῆσαι. οἱ δὲ μετὰ ταῦτα τὴν τῶν προγόνων ἀγνοήσαντες γνώμην, καὶ ὅτι, μνήμης ἕνεκα μόνον, τοῖς ἐπαινετόν τι ποιήσασιν ἀνδριάντας καὶ στήλας ἀνέστησαν, κατὰ μικρὸν πλανώμενοι τῇ τοῦ ἀρχεκάκου δαίμονος ἐνεργείᾳ, ὡς ἀθανάτοις θεοῖς τοῖς ὁμοιοπαθέσι καὶ φθαρτοῖς ἀνθρώποις προσετέθησαν, καὶ θυσίας αὐτοῖς καὶ σπονδὰς ἐπενοήσαντο, τῶν δαιμόνων δηλονότι τοῖς ξοάνοις ἐνοικησάντων, καὶ πρὸς ἑαυτοὺς τὴν τιμὴν καὶ τὰς θυσίας μεθελκυσάντων. ἐκεῖνοι τοίνυν τοὺς μὴ δοκιμάζοντας τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει πείθουσι θεοὺς αὐτοὺς ἡγεῖσθαι, δυοῖν χάριν ἵν᾽ αὐτοὶ μὲν τῇ προσηγορίᾳ δοξάζοιντο ταύτῃ (ἥδονται γάρ, ἅτε πλήρεις ἀλαζονείας ὄντες, ὡς θεοὶ τιμᾶσθαι), αὐτοὺς δὲ οὓς ἠπατήκασιν εἰς τὸ ἡτοιμασμένον αὐτοῖς ἄσβεστον ἑλκύσωσι πῦρ.

ὅθεν πᾶσαν αὐτοὺς ἐδίδαξαν παρανομίαν καὶ αἰσχρότητα, ὡς ἅπαξ ὑποταγέντας τῇ ἐκείνων ἀπάτῃ. ἐπὶ τοῦτον οὖν τὸν κολοφῶνα τῶν κακῶν ἐλθόντες οἱ ἄνθρωποι, ἐσκοτισμένοι ὄντες, ἕκαστος τοῦ ἰδίου πάθους καὶ τῆς ἰδίας ἐπιθυμίας ἔστησε στήλην, καὶ θεὸν ὠνόμασε, βδελυκτοὶ τῆς πλάνης, βδελυκτότεροι τῆς ἀτοπίας τῶν προσκυνουμένων γενόμενοι, ἕως ἐλθὼν ὁ Κύριος διὰ σπλάγχνα ἐλέους αὐτοῦ ἐλυτρώσατο ἡμᾶς τοὺς πιστεύοντας αὐτῷ τῆς πονηρᾶς ταύτης καὶ ὀλεθρίου πλάνης, καὶ ἐδίδαξε τὴν ἀληθῆ θεογνωσίαν. οὐκ ἔστι γὰρ σωτηρία, εἰ μὴ ἐν αὐτῷ, καὶ οὐκ ἔστιν ἄλλος θεὸς οὔτε ἐν οὐρανῷ, οὔτε ἐπὶ γῆς, εἰ μὴ αὐτὸς μόνος ὁ τοῦ παντὸς ποιητής, ὁ πάντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Τῷ λόγῳ γάρ, φησί, Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· καί, πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.

Ὁ δὲ Θευδᾶς, τούτων ἀκούσας τῶν ῥημάτων, καὶ ὅτι πλήρης ὁ λόγος θεοδιδάκτου σοφίας ἐτύγχανεν, οἷα βροντῆς ἤχῳ καταπλαγείς, ἀφωνίᾳ συνείχετο. ὀψὲ δὲ καὶ μόλις εἰς αἴσθησιν ἐλθὼν τῆς ἑαυτοῦ ἀθλιότητος (ἥψατο γὰρ τῶν ἐσκοτισμένων ὀφθαλμῶν τῆς καρδίας αὐτοῦ ὁ σωτήριος λόγος, καὶ πολὺς τῶν προτέρων αὐτοῦ εἰσῄει μετάμελος), καὶ τῆς τῶν εἰδώλων πλάνης καταγνούς, τῷ φέγγει τῆς εὐσεβείας προσέδραμε. καὶ τὸ ἀπ᾽ ἐκείνου οὕτω τῆς μοχθηρᾶς ἀγωγῆς ἀπέστη καὶ τοσοῦτον ἑαυτὸν τοῖς ἀτίμοις ἐξεπολέμωσε πάθεσι καὶ μαγείαις, ὅσην ἄρα πρὸ τούτου τὴν πρὸς αὐτὰ φιλίαν ἐσπείσατο. τότε μὲν γὰρ ἐν μέσῳ τοῦ συνεδρίου ἑστώς, τοῦ βασιλέως προκαθεζομένου, μεγάλῃ τῇ φωνῇ ἐβόησεν· Ἀληθῶς, ὦ βασιλεῦ, πνεῦμα Θεοῦ οἰκεῖ ἐν τῷ υἱῷ σου· ἀληθῶς ἡττήμεθα, καὶ οὐδεμίαν ἔτι ἀπολογίαν ἔχομεν, οὔτε ἀντοφθαλμῆσαι πρὸς τὰ παρ᾽ αὐτοῦ λεγόμενα ἰσχύομεν. μέγας οὖν τῷ ὄντι ὁ τῶν Χριστιανῶν Θεός, μεγάλη ἡ πίστις αὐτῶν, μεγάλα τὰ μυστήρια.

Ἐπιστραφεὶς δὲ πρὸς τὸν υἱὸν ἔφη τοῦ βασιλέως· Λέγε μοι τοίνυν, ὦ πεφωτισμένε τὴν ψυχήν· δέχεταί με ὁ Χριστός, εἰ, ἐκ τῶν πονηρῶν μου πράξεων ἀποστάς, ἐπιστρέψω πρὸς αὐτόν; Ναί, φησὶν ὁ τῆς ἀληθείας κῆρυξ, ναί, δέχεται καὶ σὲ καὶ πάντας τοὺς εἰς αὐτὸν ἐπιστρέφοντας. δέχεται δὲ οὐχ ἁπλῶς, ἀλλ᾽, ὡς υἱῷ ἀπὸ μακρᾶς ἐπιδημήσαντι χώρας, προσυπαντᾷ τῷ ἐκ τῆς ὁδοῦ τῶν ἀνομιῶν ἐπιστρέφοντι· καὶ τοῦτον περιλαβὼν κατασπάζεται, καὶ τὸ τῆς ἁμαρτίας αἶσχος περιελὼν αὐτίκα ἱμάτιον περιτίθησι σωτηρίου, καὶ στολὴν λαμπροτάτης περιβαλὼν δόξης, μυστικὴν ταῖς ἄνω δυνάμεσιν ἐπιτελεῖ εὐφροσύνην, τὴν ἐπιστροφὴν ἑορτάζων τοῦ ἀπολωλότος προβάτου. αὐτὸς γὰρ ἔφη ὁ Κύριος χαρὰν γίνεσθαι ἐν οὐρανῷ μεγίστην ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. καὶ πάλιν, Οὐκ ἦλθον, φησί, καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. φησὶ δὲ καὶ διὰ τοῦ προφήτου· Ζῶ ἐγώ, λέγει Κύριος· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ καὶ ἀσεβοῦς, ὡς τὸ ἐπιστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ζῆν αὐτόν· ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς· καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ;

ἀνομία γὰρ ἀνόμου οὐ μὴ κακώσῃ αὐτόν· ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσῃ δικαιοσύνην, καὶ ἐν προστάγματι ζωῆς διαπορεύσηται, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ· πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ ἃς ἥμαρτεν οὐ μὴ μνησθῶσιν· ὅτι κρῖμα δικαιοσύνης ἐποίησεν, ἐν αὐτῇ ζήσεται. καὶ αὖθις, Λούσασθε, δι᾽ ἑτέρου βοᾷ προφήτου, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν· μάθετε καλὸν ποιεῖν· καὶ δεῦτε καὶ διαλεχθῶμεν· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. τοιούτων οὖν προκειμένων ἐπαγγελιῶν παρὰ τοῦ Θεοῦ τοῖς ἐπιστρέφουσι, μὴ μέλλε, ὦ ἄνθρωπε, μηδὲ ἀναβάλλου· ἀλλὰ πρόσελθε πρὸς Χριστὸν τὸν φιλάνθρωπον Θεὸν ἡμῶν, καὶ φωτίσθητι, καὶ τὸ πρόσωπόν σου οὐ μὴ καταισχυνθῇ. ἅμα γὰρ τῷ καταδῦναί σε τῇ κολυμβήθρᾳ τοῦ θείου βαπτίσματος, ὅλον τὸ αἶσχος τοῦ παλαιοῦ ἀνθρώπου καὶ ὅλος ὁ φόρτος τῶν πολλῶν ἁμαρτημάτων ἐνθάπτεται τῷ ὕδατι καὶ εἰς τὸ μὴ ὂν χωρεῖ, νέος δὲ σὺ ἐκεῖθεν καὶ παντὸς ῥύπου καθαρὸς ἀνέρχῃ, μηδένα σπίλον ἢ ῥυτίδα ἁμαρτίας ἐπιφερόμενος, καὶ λοιπὸν ἐπὶ σοί ἐστι τὸ διαφυλάξαι ἑαυτῷ τὴν ἐκεῖθέν σοι προσγινομένην κάθαρσιν διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν.

Ὁ μὲν οὖν Θευδᾶς, τούτοις κατηχηθεὶς τοῖς ῥήμασιν, ἔξεισιν εὐθέως, καὶ τὸ πονηρὸν ἐκεῖνο καταλαβὼν ἄντρον, καὶ τὰς ἑαυτοῦ λαβὼν μαγικὰς βίβλους, ὡς κακίας πάσης ἀπαρχάς, ὡς ὀργίων δαιμονικῶν θησαυρούς, πυρὶ κατέκαυσεν. αὐτὸς δὲ τὸ σπήλαιον καταλαμβάνει τοῦ ἱεροῦ ἀνδρὸς ἐκείνου, πρὸς ὃν καὶ ὁ Ναχὼρ ἀπεληλύθει, καὶ τὰ κατ᾽ αὐτὸν διηγεῖται πάντα, κόνιν μὲν ἐπὶ κεφαλῆς καταχεάμενος, βαρεῖς τε ἀναφέρων στεναγμοὺς καὶ λούων τοῖς δάκρυσιν ἑαυτόν, καθεξῆς δὲ τῷ γέροντι τὰς μυσαρὰς αὐτοῦ διηγούμενος πράξεις. ἐκεῖνος δέ, περὶ τὸ σῶσαι ψυχὴν καὶ τῆς τοῦ δολίου δράκοντος ἐξαρπάσαι φάρυγγος εὐτεχνότατος ὤν, κατεπᾴδει αὐτὸν ῥήμασι σωτηρίοις, ἐγγυᾶται τὴν ἄφεσιν, ἵλεων ὑπισχνεῖται τὸν δικαστήν. εἶτα κατηχήσας καὶ νηστεύειν ἐπὶ πολλὰς ἐντειλάμενος ἡμέρας, τῷ θείῳ καθαίρει βαπτίσματι. καὶ ἦν ὁ ἄνθρωπος μετανοῶν γνησίως πάσας αὐτοῦ τὰς ἡμέρας, ἐφ᾽ οἷς ἐπλημμέλησε, δάκρυσί τε καὶ στεναγμοῖς τὸν Θεὸν ἐξιλεούμενος.