XL Ὁ δὲ Ἰωάσαφ, περιχυθεὶς τῷ πατρὶ μεθ᾽ ὅσης ἂν εἴποις τῆς εὐλαβείας καὶ οἰμωγῆς, δάκρυσί τε τὸ λείψανον λούσας, καὶ τῷ τριχίνῳ ῥακίῳ, ὅπερ αὐτὸς ἐν τῷ παλατίῳ παρέσχεν, περιελίξας, τοὺς νενομισμένους ἐπιλέγει ψαλμούς, διὰ πάσης τῆς ἡμέρας καὶ τῆς νυκτὸς ὅλης ψάλλων ἅμα καὶ δάκρυσι τὸ τίμιον τοῦ μάκαρος βρέχων σῶμα. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ, τάφον ποιήσας ἐχόμενον τοῦ σπηλαίου, καὶ εὐλαβῶς ἄγαν τὸ ἱερὸν λείψανον διαβαστάσας, ἐν τῷ μνήματι κατέθετο τὸν πνευματικὸν πατέρα ὁ καλὸς υἱὸς καὶ τιμιώτατος. καὶ θερμότερον ἐκκαυθεὶς τὴν ψυχήν, εἰς ἐκτενεστέραν τε συντείνας εὐχὴν ἑαυτόν, ἔφη· Κύριε, ὁ Θεός μου, εἰσάκουσον τῆς φωνῆς μου ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου, ὅτι σε ἐκ καρδίας μου ζητῶ. ἐξεζήτησέ σε ἡ ψυχή μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. βοηθός μου γενοῦ· μὴ ἀποσκορακίσῃς με, καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με· σὺ δέ, Κύριε, προσλαβοῦ με. νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ, ἕνεκα τῶν ἐχθρῶν μου. μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρός μου Θεός μου εἶ σύ· μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ, ὅτι πλὴν σοῦ οὐκ ἔστιν ὁ βοηθῶν μοι.