Οἱ μὲν γὰρ αὐτομάτως φέρεσθαι τὸ πᾶν ἐνόμισαν, καὶ ἀπρονόητα ἐδογμάτισαν, ὡς μηδενὸς ἐφεστηκότος Δεσπότου· ἄλλοι εἱμαρμένην εἰσηγήσαντο, τῇ γενέσει τὸ πᾶν ἐπιτρέψαντες· ἄλλοι πολλοὺς θεοὺς κακοὺς καὶ πολυπαθεῖς ἐσεβάσθησαν, τοῦ ἔχειν αὐτοὺς τῶν ἰδίων παθῶν καὶ δεινῶν πράξεων συνηγόρους, ὧν καὶ μορφώματα τυπώσαντες ἀνεστήλωσαν ξόανα κωφὰ καὶ ἀναίσθητα εἴδωλα, καὶ συγκλείσαντες ἐν ναοῖς προσεκύνησαν, λατρεύοντες τῇ κτίσει παρὰ τὸν Κτίσαντα, οἱ μὲν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ, καὶ τοῖς ἄστροις ἃ ἔθετο ὁ Θεὸς πρὸς τὸ φαῦσιν παρέχειν τῷ περιγείῳ τούτῳ κόσμῳ, ἄψυχά τε ὄντα καὶ ἀναίσθητα, τῇ προνοίᾳ τοῦ Δημιουργοῦ φωτιζόμενα καὶ διακρατούμενα, οὐ μὴν δὲ οἴκοθέν τι δυνάμενα· οἱ δὲ τῷ πυρὶ καὶ τοῖς ὕδασι καὶ τοῖς λοιποῖς στοιχείοις τῆς γῆς, ἀψύχοις καὶ ἀναισθήτοις οὖσι· καὶ οὐκ ᾐσχύνθησαν οἱ ἔμψυχοι καὶ λογικοὶ τὰ τοιαῦτα σέβεσθαι· ἄλλοι θηρίοις καὶ ἑρπετοῖς καὶ κτήνεσι τετραπόδοις τὸ σέβας ἀπένειμαν, κτηνωδεστέρους τῶν σεβομένων ἑαυτοὺς ἀποδεικνύντες· οἱ δὲ ἀνθρώπων τινῶν αἰσχρῶν καὶ εὐτελῶν μορφώματα ἀνετυπώσαντο, καὶ τούτους θεοὺς ἐκάλεσαν, καὶ τοὺς μὲν αὐτῶν ἄρρενας, τινὰς δὲ θηλείας ὠνόμασαν, οὓς ἐκεῖνοι αὐτοὶ ἐξέθεντο μοιχοὺς εἶναι καὶ φονεῖς, ὀργίλους καὶ ζηλωτὰς καὶ θυμαντικούς, πατροκτόνους καὶ ἀδελφοκτόνους, κλέπτας καὶ ἅρπαγας, χωλοὺς καὶ κυλλούς, καὶ φαρμακούς, καὶ μαινομένους, καὶ τούτων τινὰς μὲν τετελευτηκότας, τινὰς δὲ κεκεραυνωμένους, καὶ κοπτομένους, καὶ θρηνουμένους καὶ δεδουλευκότας ἀνθρώποις, καὶ φυγάδας γενομένους, καὶ εἰς ζῷα μεταμορφουμένους ἐπὶ πονηραῖς καὶ αἰσχραῖς μίξεσιν· ὅθεν, λαμβάνοντες οἱ ἄνθρωποι ἀφορμὰς ἀπὸ τῶν θεῶν αὐτῶν, ἀδεῶς κατεμιαίνοντο πάσῃ ἀκαθαρσίᾳ.