Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Βίος Βαρλαὰμ καὶ Ἰωάσαφ

Ἰωάννης ὁ Δαμασκηνός

Η άφιξη του Βαρλαάμ και η πρώτη κατήχηση περί της θείας Οικονομίας

Η μετάβαση του μοναχού Βαρλαάμ στην Ινδία, η συνάντησή του με τον Ιωάσαφ και η εκτενής δογματική κατήχηση περί της δημιουργίας, της πτώσεως και του απολυτρωτικού έργου του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 13

οὕτως οὖν ἔχοντι τῷ νέῳ καὶ ποτνιωμένῳ κατὰ ψυχὴν τὸ ἀγαθὸν εὑρεῖν, εἶδεν αὐτὸν ὁ πάντα βλέπων ὀφθαλμός, καὶ οὐ παρεῖδεν ὁ θέλων πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἀλλά, τὴν συνήθη αὐτῷ φιλανθρωπίαν καὶ ἐπὶ τούτῳ δείξας, ἐγνώρισεν ὁδὸν ἣν ἔδει πορεύεσθαι τρόπῳ τοιῷδε· VI Ἐγένετο γὰρ κατ᾽ ἐκεῖνον τὸν καιρὸν μοναχός τις, σοφὸς τὰ θεῖα, βίῳ τε καὶ λόγῳ κοσμούμενος, καὶ εἰς ἄκρον πᾶσαν μοναχικὴν μετελθὼν πολιτείαν· ὅθεν μὲν ὁρμώμενος καὶ ἐκ ποίου γένους οὐκ ἔχω λέγειν, ἐν πανερήμῳ δέ τινι τῆς Σενααρίτιδος γῆς τὰς οἰκήσεις ποιούμενος, καὶ τῆς ἱερωσύνης τετελειωμένος τῇ χάριτι. Βαρλαὰμ ἦν ὄνομα τούτῳ τῷ γέροντι. οὗτος οὖν ἀποκαλύψει τινὶ θεόθεν αὐτῷ γενομένῃ γνοὺς τὰ κατὰ τὸν υἱὸν τοῦ βασιλέως, ἐξελθὼν τῆς ἐρήμου, πρὸς τὴν οἰκουμένην κατῆλθε. καί, ἀμείψας τὸ ἑαυτοῦ σχῆμα, ἱμάτιά τε κοσμικὰ ἀμφιασάμενος, καὶ νηὸς ἐπιβάς, ἀφίκετο εἰς τὰ τῶν Ἰνδῶν βασίλεια, καὶ ἐμπόρου ὑποδὺς προσωπεῖον, τὴν πόλιν καταλαμβάνει, ἔνθα δὴ ὁ τοῦ βασιλέως υἱὸς τὸ παλάτιον εἶχε. καί, ἡμέρας διατρίψας ἐκεῖσε πολλάς, ἠκριβολογήσατο τὰ κατ᾽ αὐτὸν καὶ τίνες οἱ τούτῳ πλησιάζοντες.

μαθὼν οὖν τὸν ἀνωτέρω ῥηθέντα παιδαγωγὸν πάντων αὐτῷ μᾶλλον οἰκειότατον εἶναι, προσελθὼν αὐτῷ κατ᾽ ἰδίαν, ἔφη· Γινώσκειν σε βούλομαι, κύριέ μου, ὅτι ἔμπορος ἐγὼ ἐκ μακρᾶς ἐλήλυθα χώρας, καὶ ὑπάρχει μοι λίθος τίμιος, ᾧ παρόμοιος πώποτε οὐχ εὑρέθη. καὶ οὐδενὶ μέχρι τοῦ νῦν τοῦτον ἐφανέρωσα· σοὶ δὲ κατάδηλον ἤδη ποιῶ, συνετόν τε καὶ νουνεχῆ βλέπων σε ἄνδρα, ὡς ἂν εἰσαγάγῃς με πρὸς τὸν υἱὸν τοῦ βασιλέως, καὶ ἐπιδώσω τοῦτον αὐτῷ. πάντων γὰρ τῶν καλῶν ἀσυγκρίτως ὑπερέχει· δύναται καὶ τυφλοῖς τῇ καρδίᾳ φῶς δωρεῖσθαι σοφίας, κωφῶν δὲ ὦτα ἀνοίγειν, ἀλάλοις τε φωνὴν διδόναι, καὶ ῥῶσιν τοῖς νοσοῦσι παρέχειν· τοὺς ἄφρονας σοφίζει, δαίμονας διώκει, καὶ πᾶν ὅ τι καλὸν καὶ ἐράσμιον ἀφθόνως χορηγεῖ τῷ κεκτημένῳ αὐτόν. λέγει πρὸς αὐτὸν ὁ παιδαγωγός· Ὁρῶ σε ἄνθρωπον σταθεροῦ καὶ βεβηκότος φρονήματος· τὰ δὲ ῥήματά σου ἄμετρά σε καυχᾶσθαι ἐμφαίνουσι. λίθους γὰρ καὶ μαργαρίτας πολυτελεῖς καὶ πολυτίμους πῶς ἄν σοι διηγησαίμην ὅσους ἑώρακα; ἔχοντας δὲ τοιαύτας ἃς εἴρηκας δυνάμεις οὔτε εἶδον, οὔτε ἤκουσα. ὅμως ὑπόδειξόν μοι αὐτόν, καί, εἴ ἐστι κατὰ τὸ ῥῆμά σου, θᾶττον εἰσάγω τοῦτον πρὸς τὸν τοῦ βασιλέως υἱόν, καὶ τιμὰς ὅτι μεγίστας καὶ δωρεὰς λήψῃ παρ᾽ αὐτοῦ.

πρινὴ δὲ βεβαιωθῆναί με τῇ ἀψευδεῖ τῶν ὀφθαλμῶν ὁράσει, ἀδύνατόν μοι τῷ ἐμῷ δεσπότῃ καὶ βασιλεῖ περὶ πράγματος ἀφανοῦς ταῦτα δὴ τὰ ὑπέρογκα ἀπαγγεῖλαι. ὁ δὲ Βαρλαὰμ ἔφη· Καλῶς εἶπας μήτε ἑωρακέναι πώποτε μήτε ἀκηκοέναι τοιαύτας δυνάμεις καὶ ἐνεργείας· ὁ γὰρ πρὸς σέ μου λόγος οὐ περί του τυχόντος ἐστὶ πράγματος, ἀλλὰ θαυμαστοῦ τινὸς καὶ μεγάλου. ὅτι δὲ ἐζήτησας τοῦτον θεάσασθαι, ἄκουσον τῶν ἐμῶν ῥημάτων.

Ὁ λίθος οὗτος ὁ πολύτιμος μετὰ τῶν προειρημένων ἐνεργειῶν καὶ δυνάμεων, ἔτι καὶ ταύτην κέκτηται τὴν ἰσχύν· οὐ δύναται θεάσασθαι αὐτὸν ἐκ τοῦ προχείρου ὁ μὴ ἔχων ἐρρωμένην μὲν τὴν ὅρασιν καὶ ὑγιαίνουσαν, ἁγνὸν δὲ τὸ σῶμα καὶ πάντη ἀμόλυντον. εἰ γάρ τις, μὴ τὰ δύο ταῦτα καλὰ ἔχων, προπετῶς ἐμβλέψειε τῷ τιμίῳ λίθῳ τούτῳ, καὶ αὐτὴν δήπου ἣν ἔχει ὀπτικὴν δύναμιν καὶ τὰς φρένας προσαπολέσειεν. ἐγὼ δὲ, οὐκ ἀμύητος τῆς ἰατρικῆς ἐπιστήμης ὑπάρχων, καθορῶ σου τοὺς ὀφθαλμοὺς μὴ ὑγιῶς ἔχοντας, καὶ δέδοικα μὴ καὶ ἧς ἔχεις ὁράσεως στέρησιν προξενήσω. ἀλλὰ τὸν υἱὸν τοῦ βασιλέως ἀκήκοα βίον μὲν ἔχειν σώφρονα, τοὺς ὀφθαλμοὺς δὲ ὡραίους καὶ ὑγιῶς ὁρῶντας· τούτου χάριν ἐκείνῳ ὑποδεῖξαι τὸν θησαυρὸν τοῦτον τεθάρρηκα. σὺ οὖν μὴ ἀμελῶς περὶ τούτου διατεθῇς, μηδὲ πράγματος τοιούτου τὸν κύριόν σου ἀποστερήσῃς. ὁ δὲ πρὸς αὐτόν, Καὶ εἰ ταῦτα, φησίν, οὕτως ἔχει, μή μοι τὸν λίθον ὑποδείξῃς· ἐν ἁμαρτίαις γὰρ πολλαῖς ὁ βίος μου ἐρρύπωται· οὐχ ὑγιῶς δὲ καὶ τὴν ὅρασιν, καθὼς εἶπας, κέκτημαι. ἀλλ᾽ ἐγώ, τοῖς σοῖς πεισθεὶς ῥήμασι, γνωρίσαι ταῦτα τῷ κυρίῳ μου καὶ βασιλεῖ οὐκ ὀκνήσω. εἶπε ταῦτα, καὶ εἰσελθὼν κατὰ μέρος πάντα τῷ υἱῷ τοῦ βασιλέως ἀπήγγειλεν.

ἐκεῖνος δέ, ὡς ἤκουσε τὰ τοῦ παιδαγωγοῦ ῥήματα, χαρᾶς τινὸς καὶ θυμηδίας πνευματικῆς ᾔσθετο, τῇ αὐτοῦ ἐμπνευσάσης καρδίᾳ, καί, ἔνθους ὥσπερ γενόμενος τὴν ψυχήν, ἐκέλευσε θᾶττον εἰσαγαγεῖν τὸν ἄνδρα.

Ὡς οὖν εἰσῆλθεν ὁ Βαρλαάμ, καὶ δέδωκεν αὐτῷ τὴν πρέπουσαν εἰρήνην, ἐπέτρεψεν αὐτὸν καθεσθῆναι, καί, τοῦ παιδαγωγοῦ ὑποχωρήσαντος, λέγει ὁ Ἰωάσαφ τῷ γέροντι· Ὑπόδειξον μοι τὸν πολύτιμον λίθον, περὶ οὗ μεγάλα τινὰ καὶ θαυμαστὰ λέγειν σε ὁ ἐμὸς παιδαγωγὸς διηγήσατο. ὁ δὲ Βαρλαὰμ οὕτως ἀπήρξατο τῆς πρὸς αὐτὸν διαλέξεως· Οὐ δίκαιον ἐστιν, ὦ βασιλεῦ, ψευδῶς τι καὶ ἀπερισκέπτως πρὸς τὸ ὑπερέχον τῆς σῆς δόξης λέγειν με· πάντα γὰρ τὰ δηλωθέντα σοι παρ᾽ ἐμοῦ ἀληθῆ εἰσι καὶ ἀναμφίλεκτα. ἀλλ᾽, εἰ μὴ πρότερον δοκιμὴν τῆς σῆς λάβω φρονήσεως, οὐ θέμις τὸ μυστήριον φανερῶσαί σοι. φησὶ γὰρ ὁ ἐμὸς Δεσπότης· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· καὶ ἐν τῷ σπείρειν αὐτόν, ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἦλθε τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά· ἄλλα δὲ ἔπεσε παρὰ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ εὐθέως ἐβλάστησε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καί, διὰ τὸ μὴ ἔχειν ῥίζαν, ἐξηράνθη· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἑκατοστεύοντα.

εἰ μὲν οὖν γῆν εὕρω ἐν τῇ καρδίᾳ σου καρποφόρον καὶ ἀγαθήν, οὐκ ὀκνήσω τὸν θεῖον σπόρον ἐμφυτεῦσαί σοι καὶ φανερῶσαι τὸ μέγα μυστήριον· εἰ δὲ πετρώδης αὕτη καὶ ἀκανθώδης ἐστί, καὶ ὁδὸς πατουμένη τῷ βουλομένῳ παντί, κρεῖττον μηδόλως τοῦτον δὴ τὸν σωτήριον καταβαλεῖν σπόρον καὶ εἰς διαρπαγὴν αὐτὸν θεῖναι τοῖς πετεινοῖς καὶ θηρίοις, ὧν ἔμπροσθεν ὅλως μὴ βαλεῖν τοὺς μαργαρίτας ἐντέταλμαι. ἀλλὰ πέπεισμαι περὶ σοῦ τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, ὅτι καὶ τὸν λίθον ὄψει τὸν ἀτίμητον, καὶ τῇ αἴγλῃ τοῦ φωτὸς αὐτοῦ φῶς καὶ αὐτὸς ἀξιωθήσῃ γενέσθαι, καὶ καρπὸν ἐνέγκῃς ἑκατοστεύοντα. διὰ σὲ γὰρ ἔργον ἐθέμην καὶ μακρὰν διήνυσα ὁδόν, τοῦ ὑποδεῖξαί σοι ἃ οὐχ ἑώρακας πώποτε καὶ διδάξαι ἃ οὐκ ἀκήκοας.

Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰωάσαφ· Ἐγὼ μέν, πρεσβύτα τίμιε, πόθῳ τινὶ καὶ ἔρωτι ἀκατασχετῷ ζητῶ λόγον ἀκοῦσαι καινόν τινα καὶ ἀγαθόν, καὶ πῦρ ἔνδοθεν ἐν τῇ καρδίᾳ μου ἐκκέκαυται δεινῶς φλέγον με καὶ παρορμῶν μαθεῖν ἀναγκαίας τινὰς συζητήσεις· οὐκ ἔτυχον δὲ μέχρι τοῦ νῦν ἀνθρώπου δυναμένου πληροφορῆσαί με περὶ τούτων. εἰ δὲ τύχω σοφοῦ τινος καὶ ἐπιστήμονος, καὶ ἀκούσω λόγον σωτηρίας, οὔτε πετεινοῖς, ὡς οἶμαι, τοῦτον ἐκδώσω, οὔτε θηρίοις, οὔτε μὴν πετρώδης φανήσομαι, ὡς ἔφης, οὔτε ἀκανθώδης, ἀλλὰ καὶ εὐγνωμόνως δέξομαι καὶ εἰδημόνως τηρήσω. σὺ δέ, εἴ τι τοιοῦτον ἐπίστασαι, μὴ διακρύψῃς ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἀνάγγειλόν μοι. ὡς γὰρ ἤκουσα ἐκ μακρᾶς ἀφικέσθαι σε γῆς, ἥσθη μου ἡ ψυχή, καὶ εὔελπις ἐγενόμην διὰ σοῦ τοῦ ποθουμένου ἐπιτυχεῖν. διὰ τοῦτο καὶ θᾶττον εἰσήγαγόν σε πρός με καὶ προσηνῶς ἐδεξάμην, ὥσπερ τινὰ τῶν συνήθων μοι καὶ ἡλικιωτῶν, εἴπερ οὐ ψευσθήσομαι τῆς ἐλπίδος. καὶ ὁ Βαρλαὰμ ἔφη· Καλῶς ἐποίησας τοῦτο καὶ ἀξίως τῆς σῆς βασιλικῆς μεγαλοπρεπείας, ὅτι μὴ τῇ φαινομένῃ προσέσχες εὐτελείᾳ, ἀλλὰ τῆς κεκρυμμένης ἐγένου ἐλπίδος.

Ἦν γάρ τις βασιλεὺς μέγας καὶ ἔνδοξος, καὶ ἐγένετο, διερχομένου αὐτοῦ ἐφ᾽ ἅρματος χρυσοκολλήτου καὶ τῆς βασιλεῖ πρεπούσης δορυφορίας, ὑπαντῆσαι δύο ἄνδρας, διερρωγότα μὲν ἠμφιεσμένους καὶ ῥερυπωμένα, ἐκτετηκότας δὲ τὰ πρόσωπα καὶ λίαν κατωχριωμένους· ἦν δὲ γινώσκων τούτους ὁ βασιλεὺς τῷ ὑπωπιασμῷ τοῦ σώματος καὶ τοῖς τῆς ἀσκήσεως ἱδρῶσι τὸ σαρκίον ἐκδεδαπανηκότας. ὡς οὖν εἶδεν αὐτούς, καταπηδήσας εὐθὺς τοῦ ἅρματος καὶ ἐπὶ τὴν γῆν πεσών, προσεκύνησε, καὶ ἀναστὰς περιεπλάκη αὐτοῖς προσφιλέστατα κατασπαζόμενος. οἱ δὲ μεγιστᾶνες αὐτοῦ καὶ ἄρχοντες ἐδυσχέραναν ἐπὶ τούτῳ, ἀνάξια τῆς βασιλικῆς δόξης πεποιηκέναι αὐτὸν νομίζοντες· μὴ τολμῶντες δὲ κατὰ πρόσωπον ἐλέγχειν, τὸν γνήσιον αὐτοῦ ἀδελφὸν ἔλεγον λαλῆσαι τῷ βασιλεῖ, μὴ τὸ ὕψος τοῦ διαδήματος οὑτωσὶ καθυβρίζειν. τοῦ δὲ εἰπόντος ταῦτα τῷ ἀδελφῷ καὶ καταμεμψαμένου τὴν ἄκαιρον αὐτοῦ σμικρολογίαν, δέδωκεν αὐτῷ ἀπόκρισιν ὁ βασιλεύς, ἣν οὐ συνῆκεν ὁ ἀδελφὸς αὐτοῦ.

Ἔθος γὰρ ἦν ἐκείνῳ τῷ βασιλεῖ, ὅταν ἀπόφασιν θανάτου κατά τινος ἐδίδου, κήρυκα εἰς τὴν αὐτοῦ θύραν ἀποστέλλειν μετὰ σάλπιγγος τεταγμένης εἰς τοῦτο· καὶ τῇ φωνῇ τῆς σάλπιγγος ἐκείνης ᾔσθοντο πάντες θανάτου ἔνοχον ἐκεῖνον ὑπάρχειν. ἑσπέρας οὖν καταλαβούσης, ἀπέστειλεν ὁ βασιλεὺς τὴν σάλπιγγα τοῦ θανάτου σαλπίζειν ἐπὶ τῇ θύρᾳ τοῦ οἴκου τοῦ ἀδελφοῦ αὐτοῦ. ὡς οὖν ἤκουσεν ἐκεῖνος τὴν σάλπιγγα τοῦ θανάτου, ἀπέγνω τῆς ἑαυτοῦ σωτηρίας καὶ διέθετο τὰ κατ᾽ αὐτὸν ὅλην τὴν νύκτα· ἅμα δὲ πρωΐ, ἀμφιασάμενος μέλανα καὶ πενθήρη, μετὰ γυναικὸς καὶ τέκνων ἀπέρχεται εἰς τὴν θύραν τοῦ παλατίου κλαίων καὶ ὀδυρόμενος. εἰσαγαγὼν δὲ αὐτὸν ὁ βασιλεύς, καὶ οὕτως ἰδὼν ὀλοφυρόμενον, ἔφη· Ὦ ἀσύνετε καὶ ἄφρον, εἰ σὺ οὕτως ἐδειλίασας τὸν κήρυκα τοῦ ὁμοτίμου σου ἀδελφοῦ, πρὸς ὃν οὐδὲν ὅλως ἑαυτὸν ἡμαρτηκέναι γινώσκεις, πῶς ἐμοὶ μέμψιν ἐπήγαγες ἐν ταπεινώσει ἀσπασαμένῳ τοὺς κήρυκας τοῦ Θεοῦ μου, τοὺς εὐηχέστερον σάλπιγγος μηνύοντάς μοι τὸν θάνατον καὶ τὴν φοβερὰν τοῦ Δεσπότου ὑπάντησιν, ᾧ πολλὰ καὶ μεγάλα ἐμαυτὸν ἡμαρτηκέναι ἐπίσταμαι; ἰδοὺ τοίνυν τὴν σὴν ἐλέγχων ἄνοιαν τούτῳ δὴ τῷ τρόπῳ ἐχρησάμην, ὥσπερ οὖν καὶ τοὺς ὑποθεμένους σου τὴν κατ᾽ ἐμοῦ μέμψιν θᾶττον ἀνοηταίνειν ἐλέγξω. καὶ οὕτω θεραπεύσας τὸν ἀδελφὸν αὐτοῦ καὶ ὠφελήσας οἴκαδε ἀπέστειλεν.

Ἐκέλευσε δὲ γενέσθαι ἐκ ξύλων βαλάντια τέσσαρα. καὶ τὰ μὲν δύο περικαλύψας πάντοθεν χρυσίῳ, καὶ ὀστᾶ νεκρῶν ὀδωδότα βαλὼν ἐν αὐτοῖς, χρυσαῖς περόναις κατησφαλίσατο· τὰ δὲ ἄλλα πίσσῃ καταχρίσας καὶ ἀσφαλτώσας, ἐπλήρωσε λίθων τιμίων καὶ μαργαρίτων πολυτίμων καὶ πάσης μυρεψικῆς εὐωδίας. σχοινίοις τε τριχίνοις ταῦτα περισφίγξας, ἐκάλεσε τοὺς μεμψαμένους αὐτῷ μεγιστᾶνας ἐπὶ τῇ τῶν ἀνδρῶν ἐκείνων συναντήσει, καὶ προέθετο αὐτοῖς τὰ τέσσαρα βαλάντια, τοῦ ἀποτιμήσασθαι πόσου μὲν ταῦτα, πόσου δὲ ἐκεῖνα τιμήματός εἰσιν ἄξια. οἱ δὲ τὰ μὲν δύο τὰ κεχρυσωμένα τιμῆς ὅτι πλείστης εἶναι διωρίζοντο. ἔξεστι γάρ, φησίν, ἐν αὐτοῖς βασιλικὰ διαδήματα καὶ ζώνας ἀποκεῖσθαι· τὰ δὲ τῇ πίσσῃ κατακεχρισμένα καὶ τῇ ἀσφάλτῳ εὐτελοῦς τινὸς καὶ οἰκτροῦ τιμήματος ὑπάρχει. ὁ δὲ βασιλεὺς ἔφη πρὸς αὐτούς· Οἶδα κἀγὼ τοιαῦτα λέγειν ὑμᾶς· τοῖς αἰσθητοῖς γὰρ ὀφθαλμοῖς τὴν αἰσθητὴν ὄψιν κατανοεῖτε· καὶ μὴν οὐχ οὕτως δεῖ ποιεῖν. ἀλλὰ τοῖς ἔνδον ὄμμασι τὴν ἐντὸς ἀποκειμένην χρὴ βλέπειν εἴτε τιμὴν εἴτε ἀτιμίαν. καὶ ἐκέλευσεν ἀνοιγῆναι τὰ κεχρυσωμένα βαλάντια. διανοιχθέντων δέ, δεινή τις ἔπνευσε δυσωδία καὶ ἀηδεστάτη ὡράθη θέα.

Φησὶν οὖν ὁ βασιλεύς· Οὗτος ὁ τύπος τῶν τὰ λαμπρὰ μὲν καὶ ἔνδοξα ἠμφιεσμένων, πολλῇ δόξῃ καὶ δυναστείᾳ σοβαρευομένων, καὶ ἔσωθεν ἀποζόντων νεκρῶν καὶ πονηρῶν ἔργων. εἶτα καὶ τὰ πεπισσωμένα καὶ κατησφαλτωμένα κελεύσας ἀνακαλυφθῆναι, πάντας εὔφρανε τοὺς παρόντας τῇ τῶν ἐν αὐτοῖς ἀποκειμένων φαιδρότητι καὶ εὐωδίᾳ. ἔφη δὲ πρὸς αὐτούς· Οἴδατε τίνι ὅμοια ταῦτα; τοῖς ταπεινοῖς ἐκείνοις καὶ εὐτελῆ περικειμένοις ἐνδύματα, ὧν ὑμεῖς τὸ ἐκτὸς ὁρῶντες σχῆμα, ὕβριν ἡγήσασθε τὴν ἐμὴν κατὰ πρόσωπον αὐτῶν ἐπὶ γῆς προσκύνησιν· ἐγὼ δέ, τοῖς νοεροῖς ὄμμασι τὸ τίμιον αὐτῶν καὶ περικαλλὲς κατανοήσας τῶν ψυχῶν, ἐνεδοξάσθην μὲν τῇ τούτων προσψαύσει, παντὸς δὲ στεφάνου καὶ πάσης βασιλικῆς ἁλουργίδος τιμιωτέρους αὐτοὺς ἡγησάμην. οὕτως οὖν αὐτοὺς ᾔσχυνε, καὶ ἐδίδαξε μὴ τοῖς φαινομένοις πλανᾶσθαι, ἀλλὰ τοῖς νοουμένοις προσέχειν. κατ᾽ ἐκεῖνον τοίνυν τὸν εὐσεβῆ καὶ σοφὸν βασιλέα καὶ σὺ πεποίηκας, τῇ ἀγαθῇ ἐλπίδι προσδεξάμενός με, ἧς οὐ ψευσθήσῃ, ὡς ἔγωγε οἶμαι. εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰωασάφ.

Ταῦτα μὲν δὴ πάντα καλῶς εἶπας καὶ εὐαρμόστως· ἀλλ᾽ ἐκεῖνο θέλω μαθεῖν, τίς ἐστιν ὁ σὸς Δεσπότης, ὃν κατ᾽ ἀρχὰς τοῦ λόγου περὶ τοῦ σπορέως ἐκείνου εἰρηκέναι ἔλεγες. VII Αὖθις οὖν ἀναλαβὼν τὸν λόγον ὁ Βαρλαάμ, εἶπεν· Εἰ τὸν ἐμὸν βούλει Δεσπότην μαθεῖν, ὁ Κύριός ἐστιν Ἰησοῦς Χριστός, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι δοξαζόμενος. οὐκ εἰμὶ γὰρ ἐγὼ τῶν τοὺς πολλοὺς τούτους καὶ ἀτάκτους ἀναγορευόντων θεούς, καὶ τὰ ἄψυχα ταῦτα καὶ κωφὰ σεβομένων εἴδωλα· ἀλλ᾽ ἕνα Θεὸν γινώσκω καὶ ὁμολογῶ ἐν τρισὶν ὑποστάσεσι δοξαζόμενον, Πατρί, φημί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, ἐν μιᾷ δὲ φύσει καὶ οὐσίᾳ, ἐν μιᾷ δόξῃ καὶ βασιλείᾳ μὴ μεριζομένῃ.

οὗτος οὖν ὁ ἐν τρισὶν ὑποστάσεσιν εἷς Θεός, ἄναρχός τε καὶ ἀτελεύτητος, αἰώνιός τε καὶ ἀΐδιος, ἄκτιστος, ἄτρεπτός τε καὶ ἀσώματος, ἀόρατος, ἀπερίγραπτος, ἀπερινόητος, ἀγαθὸς καὶ δίκαιος μόνος, ὁ τὰ πάντα ἐκ μὴ ὄντων ὑποστησάμενος, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, πρῶτον μὲν δημιουργεῖ τὰς οὐρανίους δυνάμεις καὶ ἀοράτους, ἀναρίθμητά τινα πλήθη ἄϋλά τε καὶ ἀσώματα, λειτουργικὰ πνεύματα τῆς τοῦ Θεοῦ μεγαλειότητος· ἔπειτα τὸν ὁρώμενον κόσμον τοῦτον, οὐρανόν τε καὶ γῆν καὶ τὴν θάλασσαν, ὅνπερ καὶ φωτὶ φαιδρύνας κατεκόσμησεν, οὐρανὸν μὲν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄστροις, γῆν δὲ παντοίοις βλαστήμασι καὶ διαφόροις ζῴοις, τήν τε θάλασσαν πάλιν τῷ παμπληθεῖ τῶν νηκτῶν γένει. ταῦτα πάντα, αὐτὸς εἶπε, καὶ ἐγεννήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. εἶτα δημιουργεῖ τὸν ἄνθρωπον χερσὶν ἰδίαις, χοῦν μὲν λαβὼν ἀπὸ τῆς γῆς εἰς διάπλασιν τοῦ σώματος, τὴν δὲ ψυχὴν λογικὴν καὶ νοερὰν διὰ τοῦ οἰκείου ἐμφυσήματος αὐτῷ δούς, ἥτις κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ δεδημιουργῆσθαι γέγραπται· κατ᾽ εἰκόνα μέν, διὰ τὸ νοερὸν καὶ αὐτεξούσιον, καθ᾽ ὁμοίωσιν δὲ διὰ τὴν τῆς ἀρετῆς κατὰ τὸ δυνατὸν ὁμοίωσιν. τοῦτον τὸν ἄνθρωπον αὐτεξουσιότητι καὶ ἀθανασίᾳ τιμήσας, βασιλέα τῶν ἐπὶ γῆς κατέστησεν· ἐποίησε δὲ ἐξ αὐτοῦ τὸ θῆλυ, βοηθὸν αὐτῷ κατ᾽ αὐτόν.

Καὶ φυτεύσας παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, εὐφροσύνης καὶ θυμηδίας πάσης πεπληρωμένον, ἔθετο ἐν αὐτῷ τὸν ἄνθρωπον ὃν ἔπλασε, πάντων μὲν τῶν ἐκεῖσε θείων φυτῶν κελεύσας ἀκωλύτως μετέχειν, ἑνὸς δὲ μόνου θέμενος ἐντολὴν ὅλως μὴ γεύσασθαι, ὅπερ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν κέκληται, οὕτως εἰπών. ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. εἷς δὲ τῶν εἰρημένων ἀγγελικῶν δυνάμεων, μιᾶς στρατιᾶς πρωτοστάτης, οὐδόλως ἐν ἑαυτῷ παρὰ τοῦ Δημιουργοῦ κακίας φυσικῆς ἐσχηκὼς ἴχνος ἀλλ᾽ ἐπ᾽ ἀγαθῷ γενόμενος, αὐτεξουσίῳ προαιρέσει ἐτράπη ἐκ τοῦ καλοῦ εἰς τὸ κακόν, καὶ ἐπήρθη τῇ ἀπονοίᾳ, ἀντᾶραι βουληθεὶς τῷ Δεσπότῃ καὶ Θεῷ. διὸ ἀπεβλήθη τῆς τάξεως αὐτοῦ καὶ τῆς ἀξίας, καί, ἀντὶ τῆς μακαρίας δόξης ἐκείνης καὶ ἀγγελικῆς ὀνομασίας, διάβολος ἐκλήθη καὶ Σατανᾶς προσωνόμασται. ἔρριψε γὰρ αὐτὸν ὁ Θεὸς ὡς ἀνάξιον τῆς ἄνωθεν δόξης· συναπεσπάσθη δὲ αὐτῷ καὶ συναπεβλήθη καὶ πλῆθος πολὺ τοῦ ὑπ᾽ αὐτὸν τάγματος τῶν ἀγγέλων, οἵτινες, κακοὶ γεγονότες τὴν προαίρεσιν, καί, ἀντὶ τοῦ ἀγαθοῦ τῇ ἀποστασίᾳ ἐξακολουθήσαντες τοῦ ἄρχοντος αὐτῶν, δαίμονες ὠνομάσθησαν, ὡς πλάνοι καὶ ἀπατεῶνες.

Ἀρνησάμενος οὖν πάντη τὸ ἀγαθὸν ὁ διάβολος, καὶ πονηρὰν προσλαβόμενος φύσιν, φθόνον ἀνεδέξατο πρὸς τὸν ἄνθρωπον, ὁρῶν ἑαυτὸν μὲν ἐκ τηλικαύτης ἀπορριφθέντα δόξης, ἐκεῖνον δὲ πρὸς τοιαύτην τιμὴν ἀναγόμενον, καὶ ἐμηχανήσατο ἐκβαλεῖν αὐτὸν τῆς μακαρίας ἐκείνης διαγωγῆς. τὸν ὄφιν οὖν ἐργαστήριον τῆς ἰδίας πλάνης λαβόμενος, δι᾽ αὐτοῦ ὡμίλησε τῇ γυναικί, καί, πείσας αὐτὴν φαγεῖν ἐκ τοῦ ἀπηγορευμένου ἐκείνου ξύλου ἐλπίδι θεώσεως, δι᾽ αὐτῆς ἠπάτησε καὶ τὸν Ἀδάμ, οὕτω τοῦ πρωτοπλάστου κληθέντος. καὶ φαγὼν ὁ πρῶτος ἄνθρωπος τοῦ φυτοῦ τῆς παρακοῆς ἐξόριστος γίνεται τοῦ παραδείσου τῆς τρυφῆς ὑπὸ τοῦ Δημιουργοῦ, καί, ἀντὶ τῆς μακαρίας ζωῆς ἐκείνης καὶ ἀνωλέθρου διαγωγῆς, εἰς τὴν ἀθλίαν ταύτην καὶ ταλαίπωρον (φεῦ μοι) βιοτὴν ἐμπίπτει, καὶ θάνατον τὸ τελευταῖον καταδικάζεται. ἐντεῦθεν ἰσχὺν ὁ διάβολος λαβὼν καὶ τῇ νίκῃ ἐγκαυχώμενος, πληθυνθέντος τοῦ γένους τῶν ἀνθρώπων, πᾶσαν κακίας ὁδὸν αὐτοῖς ὑπέθετο. ὡς, ἐντεῦθεν διακόψαι τὴν πολλὴν τῆς ἁμαρτίας φορὰν βουλόμενος, ὁ Θεὸς κατακλυσμὸν ἐπήγαγε τῇ γῇ, ἀπολέσας πᾶσαν ψυχὴν ζῶσαν· ἕνα δὲ μόνον εὑρὼν δίκαιον ἐν τῇ γενεᾷ ἐκείνῃ, τοῦτον σὺν γυναικὶ καὶ τέκνοις ἐν κιβωτῷ τινι περισώσας, μονώτατον εἰς τὴν γῆν κατέστησεν.

ἡνίκα δὲ ἤρξατο πάλιν εἰς πλῆθος τὸ τῶν ἀνθρώπων γένος χωρεῖν, ἐπελάθοντο τοῦ Θεοῦ καὶ εἰς χεῖρον ἀσεβείας προέκοψαν, διαφόροις δουλωθέντες ἁμαρτήμασι, καὶ δεινοῖς καταφθαρέντες ἀτοπήμασι, καὶ εἰς πολυσχιδῆ πλάνην διαμερισθέντες.

Οἱ μὲν γὰρ αὐτομάτως φέρεσθαι τὸ πᾶν ἐνόμισαν, καὶ ἀπρονόητα ἐδογμάτισαν, ὡς μηδενὸς ἐφεστηκότος Δεσπότου· ἄλλοι εἱμαρμένην εἰσηγήσαντο, τῇ γενέσει τὸ πᾶν ἐπιτρέψαντες· ἄλλοι πολλοὺς θεοὺς κακοὺς καὶ πολυπαθεῖς ἐσεβάσθησαν, τοῦ ἔχειν αὐτοὺς τῶν ἰδίων παθῶν καὶ δεινῶν πράξεων συνηγόρους, ὧν καὶ μορφώματα τυπώσαντες ἀνεστήλωσαν ξόανα κωφὰ καὶ ἀναίσθητα εἴδωλα, καὶ συγκλείσαντες ἐν ναοῖς προσεκύνησαν, λατρεύοντες τῇ κτίσει παρὰ τὸν Κτίσαντα, οἱ μὲν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ, καὶ τοῖς ἄστροις ἃ ἔθετο ὁ Θεὸς πρὸς τὸ φαῦσιν παρέχειν τῷ περιγείῳ τούτῳ κόσμῳ, ἄψυχά τε ὄντα καὶ ἀναίσθητα, τῇ προνοίᾳ τοῦ Δημιουργοῦ φωτιζόμενα καὶ διακρατούμενα, οὐ μὴν δὲ οἴκοθέν τι δυνάμενα· οἱ δὲ τῷ πυρὶ καὶ τοῖς ὕδασι καὶ τοῖς λοιποῖς στοιχείοις τῆς γῆς, ἀψύχοις καὶ ἀναισθήτοις οὖσι· καὶ οὐκ ᾐσχύνθησαν οἱ ἔμψυχοι καὶ λογικοὶ τὰ τοιαῦτα σέβεσθαι· ἄλλοι θηρίοις καὶ ἑρπετοῖς καὶ κτήνεσι τετραπόδοις τὸ σέβας ἀπένειμαν, κτηνωδεστέρους τῶν σεβομένων ἑαυτοὺς ἀποδεικνύντες· οἱ δὲ ἀνθρώπων τινῶν αἰσχρῶν καὶ εὐτελῶν μορφώματα ἀνετυπώσαντο, καὶ τούτους θεοὺς ἐκάλεσαν, καὶ τοὺς μὲν αὐτῶν ἄρρενας, τινὰς δὲ θηλείας ὠνόμασαν, οὓς ἐκεῖνοι αὐτοὶ ἐξέθεντο μοιχοὺς εἶναι καὶ φονεῖς, ὀργίλους καὶ ζηλωτὰς καὶ θυμαντικούς, πατροκτόνους καὶ ἀδελφοκτόνους, κλέπτας καὶ ἅρπαγας, χωλοὺς καὶ κυλλούς, καὶ φαρμακούς, καὶ μαινομένους, καὶ τούτων τινὰς μὲν τετελευτηκότας, τινὰς δὲ κεκεραυνωμένους, καὶ κοπτομένους, καὶ θρηνουμένους καὶ δεδουλευκότας ἀνθρώποις, καὶ φυγάδας γενομένους, καὶ εἰς ζῷα μεταμορφουμένους ἐπὶ πονηραῖς καὶ αἰσχραῖς μίξεσιν· ὅθεν, λαμβάνοντες οἱ ἄνθρωποι ἀφορμὰς ἀπὸ τῶν θεῶν αὐτῶν, ἀδεῶς κατεμιαίνοντο πάσῃ ἀκαθαρσίᾳ.

καὶ δεινὴ κατεῖχε σκότωσις τὸ γένος ἡμῶν ἐν ἐκείνοις τοῖς χρόνοις, καὶ οὐκ ἦν ὁ συνιών, οὐκ ἦν ὁ ἐκζητῶν τὸν Θεόν.

Ἀβραὰμ δέ τις ἐν ἐκείνῃ τῇ γενεᾷ μόνος εὑρέθη τὰς αἰσθήσεις τῆς ψυχῆς ἐρρωμένας ἔχων, ὃς τῇ θεωρίᾳ τῶν κτισμάτων ἐπέγνω τὸν Δημιουργόν. Κατανοήσας γὰρ οὐρανὸν καὶ γῆν καὶ θάλασσαν, ἥλιον καὶ σελήνην καὶ τὰ λοιπά, ἐθαύμασε τὴν ἐναρμόνιον ταύτην διακόσμησιν· ἰδὼν δὲ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα, οὐκ αὐτομάτως γεγενῆσθαι καὶ συντηρεῖσθαι ἐνόμισεν, οὔτε μὴν τοῖς στοιχείοις τῆς γῆς ἢ τοῖς ἀψύχοις εἰδώλοις τὴν αἰτίαν τῆς τοιαύτης διακοσμήσεως προσανέθετο· ἀλλὰ τὸν ἀληθῆ Θεὸν διὰ τούτων ἐπέγνω, καὶ αὐτὸν εἶναι Δημιουργὸν τοῦ παντὸς καὶ συνοχέα συνῆκεν. ἀποδεξάμενος δὲ τοῦτον τῆς εὐγνωμοσύνης καὶ ὀρθῆς κρίσεως, ὁ Θεὸς ἐνεφάνισεν ἑαυτὸν αὐτῷ, οὐ καθὼς ἔχει φύσεως (Θεὸν γὰρ ἰδεῖν γεννητῇ φύσει ἀδύνατον), ἀλλ᾽ οἰκονομικαῖς τισι θεοφανείαις, ὡς οἶδεν αὐτός, καὶ τελεωτέραν γνῶσιν ἐνθεὶς αὐτοῦ τῇ ψυχῇ, ἐδοξασε, καὶ οἰκεῖον ἔθετο θεράποντα, ὅς, καὶ κατὰ διαδοχὴν τοῖς ἐξ αὐτοῦ παραπέμψας τὴν εὐσέβειαν, τὸν ἀληθῆ γνωρίζειν ἐδίδαξε Θεόν.

διὸ καὶ εἰς πλῆθος ἄπειρον τὸ σπέρμα αὐτοῦ ἐλθεῖν ὁ Δεσπότης εὐδόκησε, καὶ λαὸν περιούσιον αὑτῷ ὠνόμασε, καὶ δουλωθέντας αὐτοὺς ἔθνει Αἰγυπτίῳ καὶ Φαραῷ τινι τυράννῳ σημείοις καὶ τέρασι φρικτοῖς καὶ ἐξαισίοις ἐξήγαγεν ἐκεῖθεν διὰ Μωσέως καὶ Ἀαρών, ἀνδρῶν ἁγίων καὶ χάριτι προφητείας δοξασθέντων· δι᾽ ὧν καὶ τοὺς Αἰγυπτίους ἐκόλασεν ἀξίως τῆς αὐτῶν πονηρίας, καὶ τοὺς Ἰσραηλίτας (οὕτω γὰρ ὁ λαὸς ἐκεῖνος ὁ τοῦ Ἀβραὰμ ἀπόγονος ἐκέκλητο) διὰ ξηρᾶς τὴν Ἐρυθρὰν θάλασσαν διήγαγε, διασχισθέντων τῶν ὑδάτων καὶ τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων γεγενημένων· τοῦ δὲ Φαραὼ καὶ τῶν Αἰγυπτίων κατ᾽ ἴχνος αὐτῶν εἰσελθόντων, ἐπαναστραφέντα τὰ ὕδατα ἄρδην αὐτοὺς ἀπώλεσεν. εἶτα θαύμασι μεγίστοις καὶ θεοφανείαις ἐπὶ χρόνοις τεσσαράκοντα διαγαγὼν τὸν λαὸν ἐν τῇ ἐρήμῳ καὶ ἄρτῳ οὐρανίῳ διατρέφων, νόμον δέδωκε πλαξὶ λιθίναις θεόθεν γεγραμμένον, ὅνπερ ἐνεχείρισε τῷ Μωσεῖ ἐπὶ τοῦ ὄρους, τύπον ὄντα καὶ σκιαγραφίαν τῶν μελλόντων, τῶν μὲν εἰδώλων καὶ πάντων τῶν πονηρῶν ἀπάγοντα πράξεων, μόνον δὲ διδάσκοντα τὸν ὄντως ὄντα Θεὸν σέβεσθαι, καὶ τῶν ἀγαθῶν ἔργων ἀντέχεσθαι· τοιαύταις οὖν τερατουργίαις εἰσήγαγεν αὐτοὺς εἰς ἀγαθήν τινα γῆν, ἥνπερ πάλαι τῷ πατριάρχῃ ἐκείνῳ Ἀβραὰμ ἐπηγγείλατο δώσειν αὐτοῦ τῷ σπέρματι.

καὶ μακρὸν ἂν εἴη διηγήσασθαι ὅσα εἰς αὐτοὺς ἐνεδείξατο μεγάλα καὶ θαυμαστά, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, δι᾽ ὧν πάντων τοῦτο ἦν τὸ σπουδαζόμενον πάσης ἀθέσμου λατρείας καὶ πράξεως τὸ τῶν ἀνθρώπων ἀποσπάσαι γένος, καὶ εἰς τὴν ἀρχαίαν ἐπαναγαγεῖν κατάστασιν. ἀλλὰ καὶ ἔτι τῇ αὐτονομίᾳ τῆς πλάνης ἐδουλοῦτο ἡ φύσις ἡμῶν, καὶ ἐβασίλευε τῶν ἀνθρώπων ὁ θάνατος, τῇ τυραννίδι τοῦ διαβόλου, καὶ τῇ καταδίκῃ τοῦ ᾅδου πάντας παραπέμπων.

Εἰς τοιαύτην οὖν συμφορὰν καὶ ταλαιπωρίαν ἐλθόντας ἡμᾶς οὐ παρεῖδεν ὁ πλάσας καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών, οὐδὲ ἀφῆκεν εἰς τέλος ἀπολέσθαι τὸ τῶν χειρῶν αὐτοῦ ἔργον, ἀλλ᾽ εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ συνεργίᾳ τοῦ ἁγίου Πνεύματος, ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὁ ὁμοούσιος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, ὁ προαιώνιος, ὁ ἄναρχος, ὁ ἐν ἀρχῇ ὤν, καὶ πρὸς τὸν Θεὸν καὶ Πατέρα ὤν, καὶ Θεὸς ὤν, συγκαταβαίνει τοῖς ἑαυτοῦ δούλοις συγκατάβασιν ἄφραστον καὶ ἀκατάληπτον, καί, Θεὸς ὢν τέλειος, ἄνθρωπος τέλειος γίνεται ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου, οὐκ ἐκ σπέρματος ἀνδρός, ἢ θελήματος, ἢ συναφείας, ἐν τῇ ἀχράντῳ μήτρᾳ τῆς Παρθένου συλληφθείς, ἀλλ᾽ ἐκ Πνεύματος ἁγίου, καθὼς καὶ πρὸ τῆς συλλήψεως εἷς τῶν ἀρχαγγέλων ἀπεστάλη μηνύων τῇ Παρθένῳ τὴν ξένην σύλληψιν ἐκείνην καὶ τὸν ἄφραστον τόκον. ἀσπόρως γὰρ συνελήφθη ὁ Υἱὸς τοῦ Θεοῦ ἐκ Πνεύματος ἁγίου, καὶ συμπήξας ἑαυτῷ ἐν τῇ μήτρᾳ τῆς Παρθένου σάρκα ἐμψυχουμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, προῆλθεν ἐν μιᾷ τῇ ὑποστάσει, δύο δὲ ταῖς φύσεσι, τέλειος Θεός, καὶ τέλειος ἄνθρωπος, ἄφθορον τὴν παρθενίαν τῆς τεκούσης καὶ μετὰ τὸν τόκον φυλάξας, καὶ ἐν πᾶσιν ὁμοιοπαθὴς ἡμῖν γενόμενος χωρὶς ἁμαρτίας, τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε καὶ τὰς νόσους ἐβάστασεν.

ἐπεὶ γὰρ δι᾽ ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος εἰς τὸν κόσμον, ἔδει τὸν λυτροῦσθαι μέλλοντα ἀναμάρτητον εἶναι καὶ μὴ τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας ὑπεύθυνον.

Ἐπὶ τριάκοντα δὲ χρόνοις τοῖς ἀνθρώποις συναναστραφείς, ἐβαπτίσθη ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπὸ Ἰωάννου, ἀνδρὸς ἁγίου καὶ πάντων τῶν προφητῶν ὑπερκειμένου. βαπτισθέντος δὲ αὐτοῦ, φωνὴ ἠνέχθη οὐρανόθεν ἐκ τοῦ Θεοῦ καὶ Πατρός, λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα. καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς κατῆλθεν ἐπ᾽ αὐτόν. καὶ ἀποτότε ἤρξατο σημεῖα ποιεῖν μεγάλα καὶ θαυμαστά, νεκροὺς ἀνιστῶν, τυφλοὺς φωτίζων, δαίμονας ἀπελαύνων, κωφοὺς καὶ κυλλοὺς θεραπεύων, λεπροὺς καθαρίζων, καὶ πανταχόθεν ἀνακαινίζων τὴν παλαιωθεῖσαν ἡμῶν φύσιν, ἔργῳ τε καὶ λόγῳ παιδεύων καὶ διδάσκων τὴν τῆς ἀρετῆς ὁδόν, τῆς μὲν φθορᾶς ἀπάγων, πρὸς δὲ τὴν ζωὴν ποδηγῶν τὴν αἰώνιον. ὅθεν καὶ μαθητὰς ἐξελέξατο δώδεκα, οὓς καὶ ἀποστόλους ἐκάλεσε· καὶ κηρύττειν αὐτοῖς ἐπέτρεψε τὴν οὐράνιον πολιτείαν, ἣν ἦλθεν ἐπὶ τῆς γῆς ἐνδείξασθαι, καὶ οὐρανίους τοὺς ταπεινοὺς ἡμᾶς καὶ ἐπιγείους τῇ αὐτοῦ οἰκονομίᾳ τελέσαι.

Φθόνῳ δὲ τῆς θαυμαστῆς αὐτοῦ καὶ θεοπρεποῦς πολιτείας καὶ τῶν ἀπείρων θαυμάτων οἱ ἀρχιερεῖς καὶ ἀρχηγοὶ τῶν Ἰουδαίων, ἔνθα δὴ καὶ τὰς διατριβὰς ἐποιεῖτο, μανέντες, οἷσπερ τὰ προειρημένα θαυμαστὰ σημεῖα καὶ τέρατα πεποιήκει, ἀμνημονήσαντες πάντων, θανάτῳ αὐτὸν κατεδίκασαν, ἕνα τῶν μαθητῶν αὐτοῦ εἰς προδοσίαν συναρπάσαντες· καί, κρατήσαντες αὐτόν, τοῖς ἔθνεσιν ἔκδοτον τὴν ζωὴν τῶν ἁπάντων ἐποιήσαντο, ἑκουσία βουλῇ ταῦτα καταδεξαμένου αὐτοῦ. ἦλθε γὰρ δι᾽ ἡμᾶς πάντα παθεῖν, ἵν᾽ ἡμᾶς τῶν παθῶν ἐλευθερώσῃ. πολλὰ δὲ εἰς αὐτὸν ἐνδειξάμενοι, σταυρῷ τὸ τελευταῖον κατεδίκασαν. καὶ πάντα ὑπέμεινε τῇ φύσει τῆς σαρκός, ἧς ἐξ ἡμῶν ἀνελάβετο, τῆς θείας αὐτοῦ φύσεως ἀπαθοῦς μεινάσης. δύο γὰρ φύσεων ὑπάρχων, τῆς τε θείας καὶ ἧς ἐξ ἡμῶν προσανελάβετο, ἡ μὲν ἀνθρωπεία φύσις ἔπαθεν, ἡ δὲ θεότης ἀπαθὴς διέμεινε καὶ ἀθάνατος. ἐσταυρώθη οὖν τῇ σαρκὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὢν ἀναμάρτητος. ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καὶ οὐχ ὑπέκειτο θανάτῳ· διὰ τῆς ἁμαρτίας γάρ, ὡς καὶ προεῖπον, ὁ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· ἀλλὰ δι᾽ ἡμᾶς ἀπέθανε σαρκὶ ἵν᾽ ἡμᾶς τῆς τοῦ θανάτου λυτρώσηται τυραννίδος. κατῆλθεν εἰς ᾅδου, καὶ τοῦτον συντρίψας, τὰς ἀπ᾽ αἰῶνος ἐγκεκλεισμένας ἐκεῖσε ψυχὰς ἠλευθέρωσε.

τεθεὶς ἐν τάφῳ τῇ τρίτῃ ἡμέρᾳ ἐξανέστη, νικήσας τὸν θάνατον καὶ ἡμῖν τὴν νίκην δωρησάμενος κατ᾽ αὐτοῦ, καί, ἀφθαρτίσας τὴν σάρκα ὁ τῆς ἀφθαρσίας πάροχος, ὤφθη τοῖς μαθηταῖς, εἰρήνην αὐτοῖς δωρούμενος καὶ δι᾽ αὐτῶν παντὶ τῷ γένει τῶν ἀνθρώπων.

Μεθ᾽ ἡμέρας δὲ τεσσαράκοντα εἰς οὐρανοὺς ἀνεφοίτησε, καὶ οὕτως ἐν δεξιᾷ τοῦ Πατρὸς καθέζεται, ὃς καὶ μέλλει πάλιν ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. μετὰ δὲ τὴν ἔνδοξον αὐτοῦ εἰς οὐρανοὺς ἀνάληψιν, ἀπέστειλε τὸ πανάγιον Πνεῦμα ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς ἐν εἴδει πυρός, καὶ ἤρξαντο ξέναις γλώσσαις λαλεῖν, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι. ἐντεῦθεν οὖν τῇ χάριτι αὐτοῦ διεσπάρησαν εἰς πάντα τὰ ἔθνη, καὶ ἐκήρυξαν τὴν ὀρθόδοξον πίστιν, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες τηρεῖν πάσας τὰς ἐντολὰς τοῦ Σωτῆρος. ἐφώτισαν οὖν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ τὴν δεισιδαίμονα πλάνην τῶν εἰδώλων κατήργησαν, κἂν μὴ φέρων ὁ ἐχθρὸς τὴν ἧτταν πολέμους καὶ νῦν καθ᾽ ἡμῶν τῶν πιστῶν ἐγείρει, πείθων τοὺς ἄφρονας καὶ ἀσυνέτους ἔτι τῆς εἰδωλολατρείας ἀντέχεσθαι, ἀλλ᾽ ἀσθενὴς ἡ δύναμις αὐτοῦ γέγονε, καὶ αἱ ῥομφαῖαι αὐτοῦ εἰς τέλος ἐξέλιπον τῇ τοῦ Χριστοῦ δυνάμει. ἰδού σοι τὸν ἐμὸν Δεσπότην καὶ Θεὸν καὶ Σωτῆρα δι᾽ ὀλίγων ἐγνώρισα ῥημάτων· τελεώτερον δὲ γνωρίσεις, εἰ τὴν χάριν αὐτοῦ δέξῃ ἐν τῇ ψυχῇ σου καὶ δοῦλος αὐτοῦ καταξιωθῇς γενέσθαι.