Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ζητήματα καὶ ἀποκρίσεις

Ἰωάννης ὁ Δαμασκηνός

Εισαγωγή στην ψαλτική τέχνη και τον πνευματικό της σκοπό

Ορισμός των βασικών μουσικών όρων, των πνευμάτων και των τόνων, με αναφορά στην πνευματική και παιδαγωγική ωφέλεια της εύτακτης ψαλμωδίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 6

Τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Ἰωάννου τοῦ Δαμασκηνοῦ ἐρωτοαποκρίσεις τῆς παπαδικῆς τέχνης, περὶ σημαδίων καὶ φωνῶν καὶ τόνων καὶ πνευμάτων καὶ κρατημάτων καὶ παραλλαγῶν καὶ ὅσα ἐν τῇ παπαδικῇ τέχνῃ διαλαμβάνουσαι:— Ἐγὼ μέν, ὦ παῖδες ἐμοὶ ποθεινότατοι, ἠρξάμην βουληθεὶς γράψαι ἃ ὁ δοτὴρ τῶν ἀγαθῶν χορηγήσει, διὰ τῆς τοῦ παρακλήτου ἐπιπνεύσεως, τῇ μεσιτείᾳ τῆς ὑπεράγνου μου Θεομήτορος· καὶ τοῦτο οὐ τῆς ἐμῆς καθαρότητος τόλμημα, διότι ὅλος εἰμὶ ταῖς ἁμαρτίαις ῥερυπωμένος καὶ ταῖς ἀνομίαις ἐσπιλωμένος, ἀλλὰ τεθαῤῥηκὼς ἐπὶ τῇ ἀμέτρῳ αὐτοῦ εὐσπλαγχνίᾳ τοῦ σοφοῦντος τοὺς τυφλοὺς καὶ ἀνορθοῦντος τοὺς κατεῤῥαγμένους· καὶ ἐπ’ ἀνοίξει στόματος διδόντος λόγον τοῖς ἐξ ὅλης καρδίας αἰτοῦσιν αὐτόν, ἄρχομαι ἐπιῤῥίψας ἐμαυτὸν εἰς τὸ ἄπειρον πέλαγος τῆς αὐτοῦ εὐσπλάγχνου σοφίας, ὡς ἄν μοι τῷ ἐλαχίστῳ καὶ ἀχρείῳ ἐπιχορηγήσῃ λόγον τῇ ἐπιπνοίᾳ τοῦ παναγίου αὐτοῦ Πνεύματος τοῦ διδάξαι καὶ ἑρμηνεῦσαι ὑμῖν τὴν ῥυθμητικὴν ταύτην τέχνην.

Καὶ τί ἄλλα λέγω; δίκαιόν ἐστιν, ὦ ἀκροατά, ἐκλέξασθαι ἀπὸ πάντων καὶ γράψαι τὰ λυσιτελέστερα. Καὶ μή μοι λέγε, τίς ταύτην τὴν ῥυθμητικὴν πεποίηκε; καὶ πόθεν ἤρξατο; ἐκ μακρῶν γὰρ τῶν χρόνων καὶ ἀπὸ παλαιῶν νόμων ἐξετέθη, καθὼς ὑμᾶς ὁ λόγος πρόσω διδάξει. Δίκαιον παραδοῦναι γραφῇ ἐκεῖνα μόνα, ἅπερ πολλοὶ δοκοῦσιν αἰσθάνεσθαι, εἰς μάτην δὲ ταῦτα νοοῦσι καὶ ψευδολογοῦσι τὴν ἀλήθειαν· λοιπὸν οὖν ἀρκτέον ἡμῖν τὰ τῆς ὑποθέσεως, καὶ ἄκουσον. ἐρώτησις· τί ἐστι πνεῦμα; ἀπόκρισις· πνεῦμά ἐστιν ἄγγελος, πνεῦμά ἐστιν ὁ ἄνεμος, πνεῦμά ἐστιν καὶ ὁ τῆς ἀγγελικῆς ἐκπεσὼν τάξεως ὁ διάβολος· καὶ πᾶν τὸ μὴ θεωρούμενον, πνεῦμά ἐστι. Πνεῦμά ἐστι καὶ ἡ ψυχή, καθὼς ὁ προφήτης λέγει· καὶ ἐνεφύσησεν ὁ Θεὸς ἐπὶ τὸν ἄνθρωπον, καὶ ἐγένετο αὐτῷ εἰς ψυχὴν ζῶσαν.

Καὶ ἰδοὺ πνεύματα τέσσαρα· ἐκ μεταφορᾶς οὖν τούτων τῶν τεσσάρων καὶ ἐν τῇ μουσικῇ τέχνῃ πνεύματα τέσσαρα λέγονται, ἃ καὶ πρόσω ὁ λόγος εὐρύτερον διδάξει ὑμᾶς. Καὶ τὰ μὲν δύο πνεύματα ἐν ταῖς ἀνιούσαις φωναῖς εἰσι, τὰ δὲ ἕτερα δύο ἐν ταῖς κατιούσαις. [in margine περὶ ἐτυμολογίας πνεύματος] Πνεῦμα δὲ ἐτυμολογεῖται ἀπὸ τοῦ πνέειν καὶ πνεῖν, ἤτοι τὸ πνοὴν παρέχον καὶ ζωογονοῦν τὸ σῶμα. Τὰ γὰρ σώματα ἐπικειμένου αὐτοῖς τοῦ πνεύματος κινοῦνται καὶ καλοῦνται νεφέλαι· καὶ κυματοῦται θάλασσα τῇ βιαίᾳ πνοῇ τοῦ ἀνέμου· πνεύματος δὲ μὴ ὄντος, τὸ σῶμα ἀνενέργητον μένει· καὶ οὕτως ἠρεμεῖ ἡ γῆ· εἰ ὑπὸ τὴν γῆν αἱ νεφέλαι, οὐ γαληνιᾷ θάλασσα.

Καθὼς καὶ ἐπὶ τοῦ ἀνθρώπου· ὅταν ἡ ψυχὴ προσμένει τῷ τοῦ ἀνθρώπου σώματι, κινεῖται ἔνθα καὶ βούλεται, καὶ τὰ δοκοῦντα αὐτῷ διαπράττεται· ἄνευ δὲ ταύτης νεκρόν ἐστι καὶ ἀκίνητον. Οὕτω καὶ ἐπὶ τῶν τόνων καὶ τῶν πνευμάτων· τὰ γὰρ πνεύματα ἄνευ τόνων οὐ συνίστανται, καὶ οἱ τόνοι ἄνευ πνευμάτων οὐ κινοῦνται. Καὶ ταῦτα μὲν οὕτως.

Φέρε δὴ εἴπωμεν καὶ περὶ τῶν τόνων. Τόνοι μὲν εἰσὶ τρεῖς· ἡ ἴση, τὸ ὀλίγον, καὶ ὁ ἀπόστροφος, ἃ καὶ ἄνευ πνευμάτων συνίστανται καὶ κινοῦνται. Λέγονται τόνοι καὶ ἡ ὀξεῖα καὶ ἡ πετασθή, καὶ εἰσί. Διὸ καὶ συστέλλονται, ἐπιτιθεμένου αὐτοῖς τόνου, καὶ διὰ τοῦτο τόνοι κυρίως οὐ λέγονται. Πᾶς γὰρ τόνος ὁ ἐκ τόνου δεχόμενος μείωσιν οὐκ ἔστι τόνος κυρίως ἀλλὰ καταχρηστικῶς. Διὸ καὶ Πτολεμαῖος ὁ μουσικός, ὡς μανθάνομεν παρὰ τῶν ἀρχαίων, ἐφεῦρε τοὺς τόνους τούτους, ἐσύστερον ὡς ἐπὶ τὸ δίκαιον τῇ χειρονομίᾳ. Λέγονται καὶ οἱ σύνθετοι τόνοι, καὶ οὐ λέγονται τόνοι ἀλλὰ σημάδια. Καὶ ὅταν μὲν τίθενται, λέγονται σημάδια· ὅταν δὲ ψάλλονται, λέγονται τόνοι. Προσλαμβάνουσι γὰρ ταῦτα τὰ πνεύματα ἤγουν τὰ σημεῖα οἱ σύνθετοι τόνοι, καὶ πορεύονται· τουτέστιν ἐνεργοῦσι τῇ ἐπιτηδειότητι τῆς χειρονομίας τὴν ἐπιτεθεῖσαν αὐτοῖς φωνήν. Μὴ ὄντων δὲ τῶν τοιούτων πνευμάτων, οἱ λοιποὶ τόνοι ἀνενέργητοι μένουσι, μηδοπωσοῦν ἀφ’ ἑαυτῶν κινούμενοι· ἐπιτιθεμένων δὲ τῶν τοιούτων τεσσάρων πνευμάτων, κινοῦνται καὶ οἱονεὶ ἐμψυχοῦνται. Σώματα γὰρ καὶ οὗτοί εἰσι συνδούμενοι τοῖς πνεύμασιν· ἄλλως γὰρ οὐ κινηθήσεται ποτὲ χωρὶς πνεύματος.

Σκόπει οὖν ἀκριβῶς· τὸ σῶμα διὰ τεσσάρων στοιχείων συνίσταται· διὰ ὑγροῦ, ξηροῦ, ψυχροῦ, καὶ θερμοῦ, καθὼς ἀνωτέρω εἰρήκαμεν, οὕτω καὶ ἡ ῥυθμητικὴ αὕτη. ἐρώτησις· τί ἐστι τόνος; ἀπόκρισις· τόνος ἐστὶν πρὸς ὃν ᾄδομεν καὶ τὴν φωνὴν εὐρυτέραν ποιοῦμεν. Καὶ ἄλλως· τόνος ἐστὶ καὶ λέγεται παρὰ τὸ τείνω, τὸ τανύω, τόνος τεταμένος γάρ ἐστι καὶ κατὰ πολὺ ὑπερέχων.

Εἴπωμεν τοίνυν καὶ περὶ πνεύματος τόνου. ἐρώτησις· τί διαφέρει πνεῦμα καὶ τόνος; ἀπόκρισις· διαφέρει· τὰ μὲν ἀνιόντα πνεύματα ἐπὶ ἀναῤῥοῇ καὶ ἀνυψώσει κινοῦνται φωνῆς, τὰ δὲ κατιόντα ἐπὶ ὑποῤῥοῇ καὶ ἀναπαύσει φωνῆς. Ὁ δὲ τόνος διὰ χειρονομίαν καὶ ἐπιτήδευσιν καὶ ἐναλλαγὴν τῆς φωνῆς· καὶ οἱ μὲν κυρίως τόνοι ἀνιοῦσι καὶ κατιοῦσι μικρὸν τῆ<ς> φωνῆς, καὶ ἄκουε νουνεχῶς, οἱ δὲ σύνθετοι τόνοι ἄνευ τῶν τεσσάρων πνευμάτων καὶ τῶν τριῶν κυρίων τόνων οὔτε ἀνιοῦσιν οὔτε κατιοῦσιν ἀλλὰ τελείως μένουσιν ἀκίνητοι. ἐρώτησις· πρώην ἐπὶ τὸ παλαιὸν ἦχος ἦν ἢ μέλος; ἀπόκρισις· ἦχος, καθὼς ὁ προφήτης λέγει· αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος. Ἅμα γὰρ ἐνηχήσεις στιχηρόν τι, εὐθὺς γνωρίζεται καὶ τὸ μέλος τοῦ μέλλοντος ψαλθῆναι στιχηροῦ. Ἤ τι ἄλλο οἷόν τι λέγω· ἄνανε ἄνες· ἐπέστη ἡ εἴσοδος. Τροπάριον ἐνηχίζεις, εἶτα ψάλλεις· ἢ πῶς δύνασαι μελίσαι τί, μὴ πρότερον ὑποβαλὼν τὸν ἦχον; ἐρώτησις· διαφέρει ἦχος τοῦ μέλους; ἀπόκρισις· ναὶ διαφέρει· ὁ μὲν ἦχος πρωτεύει τοῦ μέλους, καὶ οὐ δύναταί τις μελίσαι τὸ τυχόν, ἐὰν μὴ πρότερον ἐνηχίσῃ αὐτοῦ. Καὶ οὐ συνίσταται μέλος ἄνευ ἤχου· ἦχος γὰρ ἐστὶν ἡ εἰς ἀέρα διαχεομένη φωνή· μέλος δέ, τὸ ἀπὸ τοῦ ἤχου γενόμενον. ἐρώτησις· τί διαφέρει ψαλμὸς τῆς ᾠδῆς;

ἀπόκρισις· διαφέρει· ὁ μὲν γὰρ ψαλμὸς λόγος ἐστὶ μουσικὸς εὔρυθμος κατὰ τοὺς ἐναρμονίους λόγους κρουομένου τοῦ ὀργάνου· διὸ καὶ τὸ τοῦ Δαβὶδ ὄργανον ψαλτήριον κατωνόμαστο. Ὠιδὴ δὲ φωνὴ ἐμμελὴς ἀποδιδομένη εὐαρμόστως χωρὶς τῆς τοῦ ὀργάνου συγχύσεως. Καὶ ἄλλως· ψαλμός ἐστιν ἡ δι’ ὀργάνου μουσικὴ μελῳδία, ᾠδὴ δὲ ἡ διὰ τοῦ στόματος γενομένη τοῦ μέλους κατὰ τῶν ῥημάτων ἐκφώνησις:— ἐρώτησις· τί διαφέρει αἶνος τοῦ ὕμνου; ἀπόκρισις· διαφέρει μὲν αἶνος ἐπὶ εὐφροσύνῃ καὶ μόνῃ, καὶ λέγεται ἡδονὴ ὡς τὸ αἶνος τῷ Θεῷ ἡδυνθείη αἴνεσις· ὕμνος δέ, ὁ εἰς μνήμην καὶ ᾠδὴν ἄγων τοὺς ἀκούοντας. Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον. ἐρώτησις· τί ἐστι φωνὴ καὶ πῶς ἐτυμολογεῖται; ἀπόκρισις· φωνή ἐστιν ἀπήχημα τεθησαυρισμένου πνεύματος, διά τινος ἁρμονίας ἐξαγομένου καὶ ἀρτηρίας προσδεομένου. Φωνὴ δὲ ἐτυμολογεῖται διὰ τὸ φῶς εἶναι νοός· ἃ γὰρ ὁ νοῦς γεννήσει, ταῦτα εἰς φῶς ἐξάγει.

Ἐνταῦθα γενόμενοι, ἐξετάσωμεν ἀκριβῶς, τί βούλεται τὸ μετ’ ἤχου καὶ μέλους ψάλλειν ἡμᾶς, ἵνα ἕκαστος ἡμῶν καὶ τέρπῃ τὴν ψυχὴν ψάλλων καὶ ὑποκλέπτῃ ᾄδων τὸν ἐκ τῆς ἀναγνώσεως πόνον. Ἐπειδὴ γὰρ οἶδεν ὁ Θεὸς πολλοὺς τῶν ἀνθρώπων ῥᾳθυμοτέρους ὄντας καὶ πρὸς τὴν τῶν πνευματικῶν ἀνάγνωσιν δυσχερῶς ἔχοντας· καὶ τὸν ἐκεῖθεν οὐχ ἡδέως κάματον δεχόμενοι, ποθεινοτέρους τοὺς πόνους ποιῆσαι βουλόμενος καὶ τὸν κάματον ὑποτέμνεσθαι, τὴν τοῦ μακαρίου Δαβὶδ ἐκίνησε γλῶτταν μελῳδίαν ἀναμίξαι τῇ προφητείᾳ, ὡς ἵνα ῥυθμῷ τοῦ μέλους ψυχαγωγούμενοι μετὰ πολλῆς τέρψεως τοὺς ἱεροὺς ἀναπέμπωμεν ὕμνους. Οὕτω γὰρ ἡ φύσις ἡμῶν πρὸς τὰ ᾄσματα καὶ τὰ μέλη οἰκείως ἔχει, ὡς καὶ τὰ ὑπομάζια βρέφη κλαυθμυρίζοντα οὕτω καὶ κατακοιμίζεσθαι. Καὶ γυναῖκες ἱστουργοῦσαι, καὶ γηπόνοι καὶ ὁδοιπόροι τὰ ᾄσματα τῶν ἔργων καὶ τῶν πόνων παραμυθοῦνται, ὡς τῆς ψυχῆς τοῦ μέλους ἀκουούσης ῥᾶον ἅπαντα ἐνεγκεῖν δυναμένης τὰ ὀχληρὰ καὶ ἐπίπονα. Καὶ ἐπεὶ ἡ ψυχὴ ἡμῶν οἰκείως ἔχει πρὸς ταῦτα ἀνέσεως, ἵνα μὴ πορνικὰ ᾄσματα οἱ δαίμονες εἰσάγοντες ἅπαντας ἀναστρέψουσι τῆς ὀρθότητος τοῦ ψαλμοῦ, ἀπετείχισεν ὁ Θεὸς τούτων τῇ γλυκύτητι, ὥστε ὁμοῦ τὸ πρᾶγμα καὶ ἡδονὴν φέρει καὶ ὠφέλειαν παρέχειν τοῖς τὰ τοιαῦτα ψάλλουσι.

Καὶ ἄλλως· διὰ τοῦτο τὰ ἐναρμόνια ταῦτα μέλη τῶν ψαλμῶν ἡμῖν ἐπινενόηται, ἵν’ οἱ παῖδες τῇ ἡλικίᾳ ἀκμάζοντες ἢ καὶ ὅλως τῶν νέων σφριγῶντες τῷ μὲν δοκεῖν μελῳδεῖν τῇ ἀληθείᾳ δὲ τὰς ψυχὰς ἐκπαιδεύωνται.

Ὢ τῆς σοφῆς ἐπινοίας τοῦ διδασκάλου, ὁμοῦ τε ᾄδειν ἡμᾶς καὶ τὰ λυσιτελῆ μανθάνειν μηχανωμένου· ὅθεν καὶ μᾶλλον ἐντυποῦνται ταῖς ψυχαῖς τὰ διδάγματα, βίαιον γὰρ μάθημα παραμένειν οὐ πέφυκε. Τὸ δὲ μετὰ τέρψεως καὶ χαρᾶς ᾀδόμενον μέλος μονιμώτερον ἡμῶν τοῖς σώμασι καὶ ταῖς ψυχαῖς ἐνιζάνει καὶ αὐξάνει. Καὶ ἡ μὲν πρόχειρος αἰτία καθ’ ἣν μεθ’ ἡδονῆς τὴν ἐν τοῖς ψαλμοῖς μελέτην ποιούμεθα, αὕτη ἐστί· τὸ δὲ διχῶς τοὺς χοροὺς ποιεῖν καὶ διαιρεῖν καὶ ψάλλειν, τίς ἡμῖν ταῦτα ὑπέδειξεν, ἄκουε, ὦ ἀκροατά.

Τὸ δύο χοροὺς ψάλλειν Φλαβιανὸς ὁ μακαριώτατος ἀρχιεπίσκοπος Ἀντιοχείας παρέδωκεν, ὡς εὐάρμοστον καὶ ὡς ἀειθαλῆ ποιῶν τὴν μελῳδίαν· μικρὸν ἀπ’ ἀλλήλων τοὺς ψάλλοντας διαστήσας καὶ χορὸν ἐν τάξει θέσθαι, οὕτως ἐκέλευσεν καὶ νενομοθέτηκε ψάλλειν εὐχαρίστως καὶ εὐρύθμως, ὡς ἂν θατέρου τῶν μερῶν ἡσυχάζοντος, καὶ πνεῦμα ὥσπερ ἀναλαμβάνοντος τῇ τοῦ ἑτέρου ψαλμῳδίᾳ. Καὶ διὰ τοῦτο οὔτε ὁ ψάλλων οὔτε ὁ ἀκούων ναρκήσει ποτέ. Ταῦτα δὲ οὐ μετὰ κραυγῆς τινος, ὡς οἱ τὴν μουσικὴν ψάλλοντες· εἰ δέ γε θέλεις ἀληθῶς ἔμμουσα ψάλλειν ἐπὶ τῇ δυνάμει τῇ σῇ, ψάλλε, καὶ μὴ βιασθῇς ὡς οἱ πολλοὶ κραυγὰς ἀσήμους καὶ ἀτάκτους ἐκπέμπουσι φωνάς· οὐ γὰρ τῶν αἰνούντων ταῦτα τὸν Κύριον, ἀλλὰ τῶν μαινομένων καὶ φρενιτιώντων ἀνθρώπων.

Ὅπου γε καὶ ὁ Πέτρου κανὼν διαῤῥήδην βοᾷ· κανὼν γὰρ ὁ συνᾴδων ἐκείνου τὰ ἐμά, ταῦτα ἀπείργει φάσκων, οὕτω ψάλλειν τοὺς ἐπὶ ταῖς θείαις παραγενομένους ἐκκλησίαις βουλόμεθα μετὰ φόβου Θεοῦ καὶ κατανύξεως.