Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ζητήματα καὶ ἀποκρίσεις

Ἰωάννης ὁ Δαμασκηνός

Θεμελιώδεις αρχές της παπαδικής και η λειτουργία του ίσου

Ανάλυση της προέλευσης των ήχων, της λειτουργίας των μουσικών σημαδιών και της κεντρικής σημασίας του ίσου ως θεμελίου της μετροφωνίας και των ενηχημάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 6

Τῶν γὰρ παραγενομένων ἐν τῇ ἐκκλησίᾳ καὶ ἀσήμους φωνὰς καὶ κραυγὰς ᾀδόντων οὐκ ἀποδεχόμεθα τὴν ὁρμήν· γέγραπται γάρ· μὴ βιάζετε τὴν φύσιν ὑπὲρ τὴν φύσιν, ἀλλὰ μετὰ τῆς προσηκούσης εὐλαβείας προσάγειν δεῖ τῷ Θεῷ τοὺς ὕμνους· εὐλαβεῖς γὰρ ἔσεσθαι δεῖ τοὺς εὐλογοῦντας ἅμα δὲ καὶ αἰνοῦντας τὸν Κύριον, καθώσπερ τὸ ἱερὸν ἀπεφήνατο λόγιον. Καὶ ὁ χρυσοῦς τὴν γλῶτταν καὶ μέγας τῆς οἰκουμένης φωστὴρ τάδε φησί· καθ’ ἑκάστην ἄγγελοι εἰσὶν ἀπογραφόμενοι τοὺς παρισταμένους ἐν τῇ ἐκκλησίᾳ:— ἐρώτησις· πρὸ τοῦ γενέσθαι τοὺς ἤχους, ὑπῆρχον φωναὶ ἤγουν μέλη τινά; ἀπόκρισις· ὑπῆρχον μὲν μέλη, πλὴν ἄηχα καὶ ἀνάρμοστα καὶ πρὸς κραυγὴν βιαίως τὴν φύσιν ἐκβιάζοντα. Μετὰ δὲ τὴν τῶν ἤχων εὐάρμοστον σύνθεσιν τὰ πάντα εἰς τάξιν ἡρμόσθησαν, καὶ ἡ βιαία παραφωνὴ καὶ ἡ κραυγὴ ἡ ἀπρεπὴς εἰς μέτρον κατήντησεν:— ἐρώτησις· πόσοι τόνοι εἰσὶν καὶ πῶς ὀνομάζονται; ἀπόκρισις· τόνοι μέν εἰσι πέντε καὶ δέκα. Εἰ δὲ ἀπειθῇς, ἐρώτησον πόσα καβάλα ἔχει ἡ τελεία μουσική, καὶ εὑρήσεις τὰ πάντα δεκαπέντε· δηλονότι καὶ τόνοι δεκαπέντε εἰσὶ κατὰ ἀναλογίαν τούτων. Τὰ δὲ ὀνόματα αὐτῶν εἰσι ταῦτα· τὸ πρῶτον ἶσον, ὡς καὶ ἐπὶ τῶν γραμμάτων τὸ ἄλφα· καὶ ὥσπερ τὸ ἄλφα κατ’ ἀρχὴν τῶν γραμμάτων ἐστὶν ἔμφωνον, οὕτω καὶ τὸ ἶσον.

Ἐπειδὴ τὴν ἀρχὴν ἐξ αὐτοῦ ποιούμεθα, καὶ ἄνευ τούτου οὐκ ἔστι δυνατὸν εὑρεῖν ἡμᾶς φωνήν, οὔτε ἀνιοῦσαν οὔτε κατιοῦσαν, δέον εἶναι τοῦτο καὶ φωνήν, καθὼς καί ἐστι. Καὶ ἔχει μὲν φωνήν, ποιὰν δέ, ἤτοι ἀριθμὸν οὐκ ἔχει. Καὶ ἄκουσόν τί ἐστι ποιὰ φωνή· ποιὰ φωνή ἐστιν, ἡ ἀποδεικτική. Καὶ οὐκ ἔστιν ἄλλως εὑρεῖν φωνήν, εἰ μὴ τὸ ἶσον κατ’ ἀρχὴν ὑποβάλῃ· ἡ δὲ ῥυθμητικὴ φωνή ἐστιν, ἡ μετὰ τάξιν ἐμμελῶς καὶ κατ’ ἀκολουθίαν τοῦ εἱρμοῦ ἐναρμονίως ᾀδομένη, οἷον, τὸ εὐτάκτως ᾀδόμενον μέλος. Περὶ μὲν τοῦ ἴσου καὶ ἔμπροσθεν πολλὰ λέγειν ἔχομεν.

Ἄκουσον δὲ καὶ περὶ τοῦ ὀλίγου. Ὀλίγον καλεῖται διὰ τὸ ἐπάνω τοῦ ἴσου ἐξηχεῖν ὁ λόγος· καὶ ἐν τούτῳ τὴν τοιαύτην ἐπωνυμίαν κέκτηται, διὰ τὸ ὀλίγον ἐκχεῖσθαι καὶ ἡμέρως ἐπάνω τοῦ ἴσου. Ὁ δὲ ἀπόστροφος στρέφει τὴν φωνήν, καὶ τὴν ἐπωνυμίαν κέκτηται ταύτην. Τὰ δὲ κυρίως ὀνόματα τούτων εἰσὶ τόνοι, οὓς ὄπισθεν προειρήκαμεν τρεῖς. Ὀξεῖα δὲ λέγεται, διὰ τὸ ὀξέως τίθεσθαι καὶ τὴν φωνὴν ὀξείαν ποιεῖν. Ἡ δὲ πετασθή, διὰ τὸ ὡς περιπετάσματός τινος καὶ ὁμαλῶς τίθεσθαι· καὶ ποτὲ μὲν ἔσω ποτὲ δὲ ἔξω πετᾶσθαι ὡς ὑπὸ πνεύματος πτεροῦ τινος κούφου ἐλαυνομένη ἔνθεν κἀκεῖθεν, καθὼς πάντες ἐπίστασθε. Καὶ νῦν μακαρίζω τὸν αὐτὴν οὕτως ἐπονομάσαντα, δικαίως γὰρ ἔφησεν αὐτὴν πετασθήν· ἐν τῷ μέλλειν γὰρ αὐτὴν χειρονομεῖσθαι, ἡ χεὶρ ὥσπερ πτερὸν ἀνίεται καὶ πέττεται ἔσωθεν καὶ ἔξωθεν, διὰ τοῦτο ὁ μουσικὸς πετασθὴν αὐτὴν κατωνόμασεν. [in marg.: περὶ τοῦ σείσματος] Ἄκουσον καὶ περὶ τοῦ σείσματος. Σεῖσμα καλεῖται διὰ τὸ τὴν ὑποῤῥοὴν προσλαμβάνειν, ὑπὸ γὰρ δύο βαρείων καὶ ὑποῤῥοῆς τὸ σεῖσμα καθίσταται, ἔχει δὲ τὴν ὑποῤῥοὴν ὥσπερ σήν τινα ἤτοι σκώληκα· καὶ οὕτω σεῖσμα καλεῖται. [in marg.: περὶ ἀποῤῥοῆς] Ἡ δὲ ἀποῤῥοὴ ἔχει φωνὰς δύο, ὅπου δ’ ἂν τεθῇ· ἐν τῷ σείσματι δὲ φωνὰς οὐκ ἔχει ἀλλὰ προσλαμβάνει αὕτη τὸ πίασμα, ἵνα ἐναλλαγήν τινα τῆς χειρονομίας ποιήσῃ, εἴπω δὴ καὶ τοῦ μέλους.

Εἰ γὰρ οὐκ ἦν ὑποῤῥοή, ἔμελλε χειρονομηθῆναι πίασμα· ἵνα δὲ ὑποσείσῃ τὴν χεῖρα καὶ ὑποῤῥιπίσῃ, ἐτέθη ὡς προγεγραμμένη, οἷον, ποιεῖ ἐν τοῖς γράμμασιν ω ω μέγα δύο, τὸ μὲν ἓν συνίσταται διὰ δύο υ υ, τὸ δὲ ἕτερον διὰ δύο ο ο· καὶ ὅταν μέλλωσι γραφῆναι, οἷον· τῷ καιρῷ ἐκείνῳ, προσγράφω ὑποκάτω τὸ ι, καὶ τὰ μὲν ω ω ἐκφωνῶ, τὰ δὲ ι ι οὐκ ἐκφωνῶ, διὰ τὸ ἐπονομάζεσθαι ταῦτα προγεγραμμένην· οὕτω δὲ καὶ ἐπὶ τῶν δύο βαρείων ἐτέθη ὑποῤῥοή, ὡς προγεγραμμένη, καὶ διὰ τοῦτο οὐκ ἐκφωνεῖται.

Προείπομεν γὰρ ὅτι τόνοι εἰσὶ δεκαπέντε, καὶ οὐ καταδέχῃ, ἀλλὰ λέγεις, ὅτι οἱ πρὸ ἡμῶν εἰκοσιτέσσαρας τούτους εἶπον εἶναι, ἐκεῖνοι συμψηφίσασθαι τοὺς τόνους, τὰ πνεύματα καὶ τὰ ἡμίτονα ἐπανεβίβασαν τόνους εἰκοσιτέσσαρας, κατὰ τὸ μέτρον τῶν εἰκοσιτεσσάρων στοιχείων, ἤτοι γραμμάτων, ἢ κατὰ τῶν εἰκοσιτεσσάρων ὡρῶν τοῦ νυχθημέρου. Καὶ ἄκουσον· τόνοι εἰσὶ ιεʹ, πνεύματα δʹ, καὶ αἰσθήσεις εʹ· καί ἐστιν ἄλλος τόνος καὶ ἄλλο πνεῦμα καὶ ἄλλο αἴσθησις:— ἐρώτησις· διατί τέσσαρα πνεύματα καὶ οὐχὶ πλέον εἰσίν; ἀπόκρισις· διότι ὁ ἄνθρωπος ἐκ τεσσάρων στοιχείων συνίσταται· καὶ εἰ ἓν τούτων λείψῃ, ὁ ἄνθρωπος ἀδύνατόν ἐστι ζῆν ἢ κινεῖσθαι· οὕτως οὐδὲ ἐκ τούτων τῶν τεσσάρων ἓν μείωσιν ὑποδέχεται· εἰ δὲ μή γε, οὐ συνίσταται ἡ ῥυθμητική, ἐπειδὴ οἱ τόνοι σώματά εἰσι καὶ πνευμάτων δέονται· καὶ ἄνευ πνευμάτων οἱ τόνοι ἀνενέργητοί εἰσιν, ὡσαύτως καὶ ἄνευ τόνων τὰ πνεύματα ἀκίνητα μένουσιν. Τὴν μὲν δύναμιν καὶ τὰς φωνὰς αὐτῶν καθ’ ἑαυτὰ ἔχουσιν, οὐ μὴν δὲ καὶ τὴν ἐνέργειαν· μὴ ὄντος γὰρ τόνου, τὸ πνεῦμα ἄπρακτον· καὶ τοῦτο προελθὼν εὑρήσεις ἐν τῇ παπαδικῇ ἐπιστήμῃ.

Οὐδέποτε γὰρ εὑρήσεις ἓν τῶν πνευμάτων ἄνευ τόνου κείμενον· οἷόν τι λέγω· ἐπέστη ἡ εἴσοδος τοῦ ἐνιαυτοῦ. Ἰδοὺ ἐτέθησαν εἰς τὸ πὲ πνεύματα δύο, ἓν ὑποῤῥέον καὶ ἕτερον ἀναῤῥοῦν, πλὴν οὐ χωρὶς τόνου, δηλονότι ὡς μὴ ἰσχύοντα ἐνέργειάν τινα δέξασθαι ἄνευ τούτων. Καὶ εἰ μὴ προσελάβετο τὸ χαμηλὸν τὸν ἀπόστροφον καὶ ἡ ὑψηλὴ τὴν ὀξεῖαν δύναμιν, φωνὴν ἀποτελέσαι οὐκ ἴσχυσαν, ἀλλὰ προσελάβετο τοὺς τόνους, ἵνα πληρώσῃ τὸν κανόνα τὸν λέγοντα ὅτι· τὰ πνεύματα χωρὶς τόνων οὐ τίθενται. Ὁ δέ γε βουληθεὶς χωρὶς τόνου θεῖναι πνεῦμα πάντη χωρικός ἐστι καὶ ἄγροικος.

Τίθενται δὲ τὰ πνεύματα ἄνευ τόνων ἐν τῷ κουφίσματι καὶ ἐν τῷ ἀντικενώματι. Ἔχει ὁ ἄνθρωπος πέντε αἰσθήσεις, καὶ οἱ τόνοι αἰσθήσεις ἔχουσι πέντε· καὶ τοῦ μὲν ἀνθρώπου εἰσὶν αὗται, ὅρασις, ὄσφρησις, ἀκοή, γεῦσις καὶ ἀφή, τῆς δὲ παπαδικῆς κούφισμα, τζάκισμα, παρακλητική, φθορὰ καὶ θέμα. Καὶ ἐπειδὴ τὰ πάντα κατὰ τὴν τοῦ ἀνθρώπου ἡρμηνεύσαμεν πλᾶσιν, εἴπωμεν καὶ αὖθις· ἔχει ὁ ἄνθρωπος χεῖρας καὶ πόδας, ὡσαύτως καὶ οἱ τόνοι· καὶ ποίους; τοὺς συνθέτους, ἤγουν τὸ κράτημα, τὸ ξηρὸν κλάσμα καὶ τὰ ὅμοια τούτων, ὅσα εἰσὶ σύνθετα:— ἐρώτησις· πόσα σημάδια ἔμφωνά εἰσιν; ἀπόκρισις· ἐννέα, ἡ ἴση, τὸ ὀλίγον, ἡ ὀξεῖα, ἡ πετασθή, ὁ ἀπόστροφος, τὸ κέντημα, ἡ ὑψηλή, τὸ ἐλαφρὸν καὶ ἡ χαμηλή· τὰ δὲ ἕτερα σημάδια καὶ μέλη, καθὼς προελέχθησαν:— ἐρώτησις· ἰσοφωνοῦσι τινὰ ἐξ αὐτῶν; ἀπόκρισις· ἰσοφωνοῦσι τὸ ὀλίγον, ἡ ὀξεῖα, ἡ πετασθὴ καὶ τὰ δύο κεντήματα τὰ ἐν τῇ φωνῇ αὐτῶν:— ἐρώτησις· ἐὰν ὡς ἰσόφωνον θελήσῃ τις θεῖναι ἀντὶ ὀλίγου ὀξεῖαν ἢ ἀντὶ πετασθῆς ὀλίγον, δεκτόν ἐστιν; ἀπόκρισις· οἷος ἀντ’ ἄλλου ἄλλο θήσει, ἐκεῖνον ψεκτὸν ἡγούμεθα καὶ πάνυ χωρικόν· εἰ καὶ τὴν ἰσοφωνίαν ἀσπάζονται, ἀλλ’ ἐν τῇ χειρονομίᾳ πολὺ ἀπ’ ἀλλήλων διεστήκασι.

Τότε γὰρ ἐπαινεῖται ὁ τονίζων, ὅταν τὰ σημάδια καὶ τὰς φωνὰς ἅμα τῇ χειρονομίᾳ θήσῃ ἀπταίστως· εἰ δὲ φωνὰς μὲν θήσῃ, τὴν δ’ ἐνέργειαν τῆς χειρονομίας οὐ γράψῃ, τοῦτον ἡγούμεθα μαθητήν:— ἐρώτησις· ἐν τῷ μέλλειν ἀπάρξασθαί σοι στιχηρὸν ἢ ἄλλου τινός, πῶς ἀπάρχῃ τούτων; ἀπόκρισις· μετὰ ἐνηχήματος:— ἐρώτησις· καὶ τί ἐστιν ἐνήχημα; ἀπόκρισις· ἡ τοῦ ἤχου ἐπιβολή:— ἐρώτησις· καὶ πῶς ἐνηχίζεις; ἀπόκρισις· ἄνανε ἄνες:— ἐρώτησις· καὶ τί ἐστι τοῦτο; ἀπόκρισις· ἀρχή ἐστιν ἐπαινετὴ καὶ πάνυ ὠφέλιμος. Καὶ ἄκουσον θαυμάσας τὸν τὴν ἀρχὴν ταύτην ἐκθέμενον· τὸ ἄνανε ἄνες εὐκτικόν ἐστιν, ἤγουν ὦ Ἄναξ, ὦ Βασιλεῦ οὐρανοῦ καὶ γῆς, ναὶ ἄνες καὶ ἄφες τὰ παραπτώματά μου τοῦ ὑμνεῖν καὶ δοξάζειν τὴν σὴν ἀγαθότητα καὶ ἀδιαίρετον βασιλείαν ὕμνον ἀξιόχρεον· ὁμοίως καὶ τὰ λοιπά, περὶ ὧν ὁ λόγος πρόσω διδάξει:— ἐρώτησις· πόθεν ἀπαρχή;

ἀπόκρισις· ἀπὸ τοῦ ἴσου, καὶ εἰς ἶσον πάλιν καταλήγω· ἐπειδὴ τὸ σημεῖον τοῦτο φαίνεται μηδοπωσοῦν κανονιζόμενον—ὥς φησιν ἐν τῇ γραμματικῇ, αἱ ἀρχαὶ καὶ τὰ θέματα κανόνας οὐκ ἔχουσιν—ἀλλ’ οὐδὲ συναριθμεῖται ἐν τοῖς ἀφώνοις ἢ ἐμφώνοις, ἀλλ’ ὡς βάσιν τινὰ καὶ ἀρχὴν ὑποβολῆς ὁδοῦ τεθήκασιν, ἵνα μὴ ἀπὸ ἕτερον σημάδιον ἀρξάμενοι παράφωνον τὸ μέλος ἐργάσωνται:— ἐρώτησις· ἐρωτῶ σε οὖν, ὦ ἀκροατά, ἐὰν ἀπὸ ἐμφώνου τόνου τινὸς σημαδίου ἤρχοντο τοῦ ἐνηχήματος, πόθεν ἆρα ἦν τὸ βέβαιον ὡς φωνῆεν ἐλέχθη ἐν τῇ ἀρχῇ· ὀλίγου ὀξείας ἢ πετασθῆς; ἀπόκρισις· πάντως οὐδαμόθεν· ἀλλ’ ὅρα τὸ βέβαιον καὶ ἐπιστημονικὸν τῶν σοφῶν· ἀπὸ γὰρ τοῦ ἴσου ἤρξαντο τῶν ἐνηχημάτων, ὡς ἂν στεῤῥὸν θεμέλιον ἔχωσι τοῦτο, καὶ πρὸς τὰ πρόσω εὐχερῶς φέρονται. Ἀλλ’ ἐνταῦθα γενόμενοι, μὴ κατοκνήσωμεν τὸν λόγον τῆς διηγήσεως, ἀλλὰ φέρε ἐξετάσωμεν, πῶς τὸ ἶσον πάσης ἀρχῆς τῶν ἐνηχημάτων κατάρχει· ἶσον γὰρ εἰ λεχθήσεται, ἶσον τοῦτο τοῦ ξύλου ἐκείνου· τὸ δὲ κατ’ ἀρχὴν τῆς φωνῆς ἶσον, τίνος ἶσόν ἐστι; καὶ ἀποκρινόμεθα, ὅσοι τὴν παπαδικὴν ἡμῖν τέχνην ἐξ ἀρχῆς παραδόντες καὶ τὰ τῶν τόνων ὀνόματα συγγράψαντες, εἶπον ὡς τοῦτο μὲν ἐστὶν ἶσον, τοῦτο ὀλίγον, ἐκεῖνο δὲ ὀξεῖα καὶ τ’ ἄλλα ὁμοίως. Οὐκ ἠδυνήθησαν θεῖναι ἐν τῇ προβολῇ τοῦ ἴσου τόνου φωνήεντα, ὡς παραφωνοῦντες φανῶσιν ἢ τ’ ἀληθὲς πταίσωσιν.

Ἀνάγκη γὰρ ἦν πταῖσαι τὸν μελῳδὸν λέγοντα τὸν ἦχον ὡς ἀπὸ ὀλίγου ἢ ἑτέρου τόνου τὴν ἀρχὴν ἐποιήσατο. Πόθεν γὰρ ἦν δυνατὸν αὐτὸ ποιῆσαι ἡμῖν; εἰ δὲ καὶ πολυπραγμονῶν ἐφαίνετο, ὡς βεβαιῶν ἐξ ἀρχῆς φωνήν, ἤλεξαν ἂν πρὸς αὐτόν, ὅτι οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν, ἀλλ’ ἅμα τὴν προσβολὴν ἐποιήσω τοῦ ἐνηχήματος, τρεῖς ἠφίεις φωνάς. Καὶ οὔτε ἐκεῖνο ἦν ἀλήθεια, οὔτε μὴν βέβαιον. Λοιπόν, εἰδότες ὡς τὸ ἶσον οὐδενὶ πταίει σημείῳ, τεθήκασιν ἀντὶ θεμελίου τοῦτο, ἵνα ὡς πρόβολον ἔχοντες τοῦτο καὶ ἐξ αὐτοῦ ἀρχόμενοι, φανερῶς τὴν μετροφωνίαν διέρχονται, μηδὲ πρὸς βραχὺ προσπταίοντες. Ἐν ὅσῳ δὲ προκατάρχει τοῦ ἐνηχήματός τινος, ἶσον οὐκ ἔστιν, ἀλλὰ καλεῖται τῷ ἰδίῳ ὀνόματι ἶσον. Τότε μὲν λέγεται ἶσον, ὅτε τὴν κατάληξιν τῆς προσβολῆς ποιησάμενοι ἀρχόμεθα ψάλλειν ἀπ’ ἴσου· καὶ ἰδοὺ καλεῖται ἶσον τῆς πρὸ αὐτοῦ φωνῆς.

Καὶ εἰ θέλεις, πειράσωμεν ἐνταῦθα τὴν ὑπόθεσιν καὶ εἴπωμεν· ἱστάμεθα ἔμπροσθεν ὑψηλοῦ τόπου, ὡς δῆθεν τοῦτον μετρήσοντες, εἶτα κλίμακα ἐμβάλωμεν ἐν αὐτῷ, καὶ ἀναβαίνοντες τὰς τῆς κλίμακος βαθμίδας λέγωμεν· μία δύο τρεῖς τέσσαρες. Τὴν δὲ γῆν, ἐφ’ ἣν ἡ κλῖμαξ ἵστατο, καὶ ἡμεῖς ἐστήκαμεν, οὐκ ἠριθμήσαμεν δέ, καίτοι αὐτῆς οὔσης προβάθρου καὶ θεμελίου· διὰ φροντίδος γὰρ ἐθέμεθα τὰς ἀναβάσεις καὶ βαθμίδας ἀριθμεῖν, οὐ τὰς προβάσεις δὲ καὶ θεμελίους. Τὴν μὲν γῆν ἐφ’ ἣν ἱστάμεθα, περιπατοῦμεν καὶ μόνον, οὐ μὴν ἀριθμοῦμεν· ἀρχόμενοι τῆς ἀνόδου λέγομεν· μία δύο μέχρι τῶν ἑπτά, μηδοπωσοῦν τὸν θεμέλιον ἐφ’ ὃν ἱστάμεθα συμψηφίζοντες. Τοιοῦτόν ἐστιν ἐν ἀρχῇ τῶν ἐνηχημάτων τὸ ἶσον, προκατάρχει μὲν τῶν ἠχημάτων πάντων, ἐν τῇ προκατάρξει δὲ τινὸς ἶσον οὐκ ἔστι· καθὼς οὐδὲ ἡ γῆ ἐφ’ ἣν ἡ κλῖμαξ ἵστατο.

Εἰ δέ γε βούλει, πλατύτερόν σοι σαφηνίσω τὸν λόγον, ἄκουε, ὦ ἀκροατά, μετὰ πάσης προσοχῆς, εἰ θέλεις ὠφεληθῆναι. Ἀνίσχοντος τοῦ ἡλίου, ἄνθρωπός τις ἐξελθὼν τὴν ἰδίαν σκιὰν κατὰ πόδα ἁπλουμένην ἐμέτρα, δι’ αὐτῆς τὴν ἐνισταμένην ὥραν ἐπιγνῶναι βουλόμενος. Καὶ δῆτα σημειώσας τὴν αὐτοῦ σκιὰν καὶ ποδοβηματίσας αὐτὴν εὗρεν ἔχουσαν πόδας κδʹ. Οἴδαμεν ὅτι μεθ’ οὗ ἵστατο ποδός, ἐσημειώσατο τὴν σκιὰν αὐτοῦ, καὶ οὐκ ἀνῆλθε τὸν ψῆφον μετὰ τοῦ τοιούτου ποδὸς ἀλλὰ μετὰ τοῦ θατέρου, ὥστε καταλείψας τὸν ἐφ’ ὃν ἵστατο πόδα τοὺς ἑτέρους ἀπηριθμήσατο. Ἡ γὰρ σκιὰ αὐτοῦ ἅτε φυσικὴ οὖσα καὶ ὥσπερ νόμῳ λογιζομένη τὴν ἕξιν ἀεί, τὸν θεμέλιον τοῦ οἰκοδομήματος οὐκ ἀριθμεῖ, μεθ’ οὗ ἵστατο πρὸ βάθρου ποδός· ἀλλὰ σκύλλων τὸν ἕτερον εἶπεν· αʹ βʹ γʹ δʹ εʹ ἕως τῶν κδʹ. Οὕτω μοι νόει καὶ ἐν τῇ ἀρχῇ τῶν ἐνηχημάτων τὸ ἶσον· αὐτὸ μὲν οἷόν τινα θεμέλιον ἱστάμενον, μὴ συναριθμούμενον δὲ τοῖς ἑτέροις ἀνιοῦσι τόνοις ἢ κατιοῦσι. Καὶ ὅτι οὐδὲ ἀφ’ ἑαυτοῦ ἔχει φωνὴν ἰδίαν, οὔτε μὴν ἶσον ἐστί τινος· ἶσον γὰρ λέγεται ἀπὸ τοῦ κατάρχειν τῶν ἐνηχημάτων πάντων, ἐπικαλεῖται δὲ καὶ μόνῳ τῷ ἰδίῳ ὀνόματι.

Λοιπὸν τί ὑμῖν δοκεῖ· ἔμφωνόν ἐστιν ἢ ἄφωνον; πάντως ἔμφωνον, οὐ γὰρ ψαλθήσεταί τι μικρὸν ἢ μέγα, ὃ μὴ μετὰ φωνῆς ῥηθήσεται· τὸ δὲ μετὰ φωνῆς δῆλον ὅτι καὶ ἔμφωνόν ἐστι. Καὶ ἄκουε· τὸ ἶσον ἀκολουθοῦν τὴν πρὸ αὐτοῦ σημαδίου ἤτοι τόνου φωνήν, κἄν τε τῶν ἀνιόντων ἐστὶν ἢ τῶν κατιόντων, καὶ αὐτὸ ἔμφωνόν ἐστι καὶ ἐμψυχωμένον, εἰ καὶ τέως ἀφ’ ἑαυτοῦ φωνὴν οὐκ ἔχει.

Οὐκ ἔχει ἀφ’ ἑαυτοῦ φωνὴν τὸ ἶσον, οὕτω λέγω σοι. Ὁ φάσκων ὅτι τὸ ἶσον ἀφ’ ἑαυτοῦ φωνὴν οὐκ ἔχει, ἀλλ’ ὑπόκειται τοῖς τε ἀνιοῦσι καὶ τοῖς κατιοῦσι σημαδίοις καὶ λαμβάνει τὴν πρὸ αὐτοῦ σημαδίου φωνήν, ἀνόητός ἐστι καὶ πάνυ χωρικὸς ἐν τῷ λέγειν κατ’ ἀρχὰς μὴ ἔχειν φωνήν. Εἰ γὰρ οὐκ εἶχε κατ’ ἀρχὰς φωνήν, πῶς ἠδυνάμεθα ἐκφωνεῖν τοῦτο πρότερον, καὶ ἔκτοτε μετρεῖν τὰς ἀνιούσας φωνὰς καὶ κατιούσας; ἀλλ’ ἐπ’ ἀληθείας πρῶτον καὶ κυρίως φωνὴ τὸ ἶσόν ἐστι κατ’ ἀρχάς, καὶ ἔχει μὲν φωνήν, ὡς προείπομεν, ποιὰν δὲ ἤτοι ἀποδεικτικὴν πληρεστάτην. Τὸ αὐτὸ καὶ ῥυθμὸς λέγεται· οὐκ ἔχει ἤγουν μέλος κατὰ τάξιν ὡς καὶ τὰ λοιπά. Ὅταν οὖν ἀρξώμεθα ψάλλειν τὸ οἷον ἂν εἴη στιχηρόν, λαμβάνει τὴν πρὸ αὐτοῦ σημαδίου φωνήν, καὶ ἔχει ἀκόλουθον φωνὴν ἐν τῷ λαμβάνειν ταύτην, καὶ τῷ ῥυθμῷ τῇ τάξει αὐτῆς πορεύεται:— ἐρώτησις· πῶς τινες ἔφησαν ὅτι τὸ ἶσον ὑποτάσσει καὶ ὑποτάσσεται; ἀπόκρισις· τοῦτο οἱ πρὸ ἡμῶν διέγνωσαν, ὡς μὴ ἰσχύοντες, τί πλέον ἰδεῖν ἢ νοῆσαι· ἅπερ τὰ παρ’ αὐτῶν γραφόμενα οὐδὲ γραφῇ παραδοῦναι βουλόμεθα.

Ὁ δέ γε βουλόμενος ἐπιγνῶναι ἅπερ ἐγέγραπτο ἐν τοῖς παλαιοῖς, ἀνὰ χεῖρας λαβὼν τὸ παλαιὸν στιχηρόν, ἐκεῖ θεάσηται, ἅπερ οὐ δύναμαι φθέγξασθαι αὐτός. Ὅτι μὲν ὑποτάσσει ὀξεῖαν καὶ πετασθήν, οἶδα· ὅτι δὲ ὑποτάσσεται παρ’ ἑτέρου σημαδίου τὸ ἶσον, οὐκ οἶδα τοῦτο, συμμαρτυρήσει μοι πᾶς ἐχέφρων, ὃς ἀκριβῶς τὴν ῥυθμητικὴν ταύτην ἐπιγινώσκει:— ἐρώτησις· εἰπέ μοι πρὸς τῆς ἀληθείας αὐτῆς, ὦ οὗτος, οὐκ ἐπάνω τῆς ὀξείας καὶ τῆς πετασθῆς βαλὼν ἶσον, ὑποτάσσονται τὰ τοιαῦτα ἔμφωνα παρ’ αὐτοῦ; ἀπόκρισις· οἴδαμεν, ὅτι ὑποτάσσει ὀξεῖαν καὶ πετασθὴν τὸ ἶσον· ἵνα δὲ ὑποτάσσεται παρ’ ἑνὸς τῶν σημαδίων τοῦτο, οὐκ οἶδα. Λοιπόν, παρὰ τίνος ὑποτάσσεται τὸ ἶσον; παρ’ οὐδενός. Φασί τινες παρὰ τῆς ὀξείας, ἀλλ’ οὐκ ἔστιν ἀληθὲς τὸ λεγόμενον· οὕτω γὰρ παρὰ τῶν ἀρχαιοτέρων ἐγέγραφθο.

Ἔγραφον γὰρ ἶσον καὶ ἐπάνω αὐτοῦ ὀξεῖαν, καὶ οἱ μὴ νοοῦντες ἔλεγον· ὑποτάσσει ἡ ὀξεῖα τὸ ἶσον, ὅπερ ἀδύνατον ἦν γενέσθαι τοῦτο. Τὸ γοῦν ἶσον πάντως σὺν ἑτέροις ψαλθήσεται, ὡς ἶσον ἐν τῇ συνθέσει τοῦ λόγου, καὶ μετὰ τούτου καὶ ἡ ὀξεῖα διὰ τὴν χειρονομίαν· καὶ εἰ οὕτως, οὐχ ὑποτάσσεται ὡς ὑπονοοῦσιν οἱ πλεῖστοι· τὸ γὰρ ὑποτάσσεσθαι τοῦτό ἐστι τὸ μηδοπωσοῦν ἐκφωνεῖσθαι τοῦτο, τὸ δὲ λέγειν κεῖσθαι ἐπάνω τούτου ὀξεῖαν, τελείως ἀπαιδευσία ἐστίν· οὐχ ὑποτάχθη τότε τὸ ἶσον τῇ ὀξείᾳ, ἀλλ’ ἀπῄτησε τοῦτο τὸ μέλος. Λοιπὸν πῶς ἰσχύεις δεῖξαί μοι τὸ ἶσον ὑποτασσόμενον, πάντως οὐ δύνασαι· καὶ ἔδειξά σοι, ὡς οὐχ ὑπόκειταί τινι τῶν σημαδίων οὔτε τοῖς ἀνιοῦσιν οὔτε τοῖς κατιοῦσι. Φέρε δὴ καὶ ἐπὶ τοῖς πρόσω βαδίσωμεν.