Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ζητήματα καὶ ἀποκρίσεις

Ἰωάννης ὁ Δαμασκηνός

Ορολογία, κατάλογοι σημαδιών και ιστορική προέλευση της σημειογραφίας

Παράθεση των άφωνων και έμφωνων σημαδιών, επεξήγηση της λειτουργίας τους και στοιχεία για την ιστορική καθιέρωση της εκκλησιαστικής μουσικής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 6

ἶσον 𝁆, ὃ λέγεται καὶ ἴση · ἕτερον · ὀλίγον 𝁇, ὃ λέγεται καὶ μακρόν · ἕτερον · ὀξεῖα 𝁈· ἑτέρα · πετασθή · ἑτέρα · καὶ ἄλλως κράτημα · κρατημοκατάβασμα , ὃ λέγεται κρατημοϋπόῤῥοον 𝁔· καὶ κράτημα 𝂁 μεθ’ ὑποῤῥοῆς · ἕτερον · ἄλλον · καὶ ἄλλως · κούφισμα 𝁊· κρατημοκούφισμα 𝁌· βαρεῖα μετὰ διπλῆς · ἑτέρα μετὰ ὀξείας · ἀπόστροφος 𝀒, ὃς λέγεται καὶ ἐπίστροφος · ἐλαφρόν 𝁕, ὃ λέγεται καὶ ἐλαφρή · ἀπόδερμα 𝂄· χαμηλή 𝁖, ὃ λέγεται καὶ χαμηλόν 𝀘· οὐράνισμα 𝀬· ἕτερον · ἄλλο · καὶ ἄλλως · ἕτερον · καὶ ἄλλως · ξηρόν · ἕτερον · ξηρὸν κλάσμα 𝁪· χόρευμα 𝀻· ἄλλο · πίασμα 𝁙· σεῖσμα 𝁩· ἀνάπαυμα · ἀνάσταμα · ἀνατρίχισμα 𝀨· σταυρός 𝁾· ἄλλος · κύλισμα 𝁡· ἕτερον · κυλισμοαντικένωμα 𝁢· θὲς καὶ ἀπόθες 𝁹· θεματισμὸς ἔσω 𝁶· ἕτερος ἔξω 𝁷, ὃς λέγεται καὶ φθορά 𝃇· δαρμός · ὁμαλόν · ἐπέγερμα 𝁨, ὃ λέγεται καὶ σύναγμα · πελασθόν 𝀸· ἕτερον · τρομικόν 𝁣· καὶ ἕτερον · ἐκστρεπτόν 𝁮, ὃ λέγεται καὶ τρομικόν · ἄλλη καὶ ὁμαλόν · παρακάλεσμα 𝀽· παρακλητική 𝀉· ἀργὸν κατάβασμα · ψηφιστοκατάβασμα · ἕτερον ψηφιστόν · ἕτερον καὶ ἄααλλως · σύνδεσμον · λύγισμα 𝁝· χαιρετισμός · ἕτερος χαιρετισμὸς ἤτοι θέμα ἁπλοῦν.

Ἑτέρα ἑρμηνεία ὁμοία ταύτης Ἕτεροι τρόποι καὶ χειρονομίαι διάφοροι ἐν τῇ χειρονομίᾳ, καὶ εἰς αὐτῶν τὰ ὀνόματα, ἅσπερ λέγουσιν οἱ τεχνικοὶ εἷς καθεὶς ὡς δόξει αὐτοῖς εἰς τὰ ὀνόματα καὶ ἐν τῇ χειρονομίᾳ, μᾶλλον δὲ καὶ πρὸς ὧν ἔμαθον, ἢ πρὸς ὧν ἐχορήγησεν ὁ Θεὸς εἰς ἓν ἕκαστον. Καὶ γράφω σοι ταῦτα, ὡς ἐγὼ ἐν τῇ θέσει τῶν σημαδίων ἐπίσης· παρ’ αὐτῶν δὲ μετατιθεμένων τῶν χειρονομιῶν καὶ τῶν ὀνομάτων αὐτῶν, ὡς μὴ νοοῦντες καλῶς. Καὶ γὰρ ἐπίσταμαι λέγειν ὥσπερ αὐτοί, ἀλλ’ οὐ χρὴ οὕτως, διότι πολλαὶ σημαδίων εἰσὶ θέσεις· ἀλλ’ οὐ δεῖ καὶ ὀνόματα λέγειν, διότι οὐ λέγουσι πάντες ἐπίσης. Πῶς δέ; διότι καὶ τὸ τῆς παπαδικῆς βιβλίον οὐ σώζεται, ὅτι ἐκάη ὑπὸ τοῦ ἀσεβοῦς βασιλέως πρὸ τοῦ Πτολεμαίου τοῦ βασιλέως, καὶ ἡ μουσικὴ καὶ ἄλλα πάμπολλα τὰ κρείττονα βιβλία· καὶ διὰ τοῦτο ὑστερήθησαν ἅπαντες τὸ τῆς παπαδικῆς βιβλίον, τὴν μουσικὴν λέγω.

Καὶ μὴ δυναμένων τῶν ἀνθρώπων ἑτέρως πως ὑμνεῖν τὸν Θεόν, ὅτι ἐξέκλιναν περισσοτέρως εἰς αὐλοὺς καὶ τύμπανα καὶ κιθάρας, καὶ ἁπλῶς εἰπεῖν εἰς πᾶν παίγνιον καὶ ματαιολογίαν, καὶ ἐν ἐκκλησίαις οὐκ εἰσήρχοντο, ἐκάθησαν οἱ ἅγιοι διδάσκαλοι Κοσμᾶς τε καὶ ὁ θειότατος Δαμασκηνὸς Ἰωάννης, καὶ ἐποίησαν τόνους καὶ μελῳδίας καὶ σημεῖα τῆς τέχνης εἰς ἀνάμνησιν καὶ δόξαν Θεοῦ καὶ ἐκκλησιασμόν, καὶ τοῦ φθεγγομένου μέλους ἤγουν τοῦ ὀργάνου τρίπλοκον κατασκευάσαντες προσῳδίαν· πρῶτον μὲν τὴν τοῦ νοὸς μελουργίαν, δεύτερον τὴν τοῦ τόνου σημείωσιν γνωριζόμενοι τοῖς μαθητευομένοις κἀκεῖνοι ἀκολουθεῖν καὶ φθέγγεσθαι, τρίτον δὲ τὴν χειρονομίαν προσέθεντο καλλιουργεῖν. Τὰ τρία μὲν οὖν πρῶτον ὁ νοῦς γεννᾷ, θώραξ ἐκπέμπει, χεὶρ δὲ σημειοῦται καὶ ἀκολουθεῖ. Ἐγράφησαν δὲ καὶ παρ’ ἡμῶν καὶ παρ’ ἄλλων αὗται αἱ θέσεις, ὡς ἵνα λαμβάνωσι κατὰ μικρὸν τὴν προγύμνασιν οἱ ἀρχάριοι, ἔπειτα καταλέγωσί τε καὶ ψάλλωσι, εἶτα καὶ πρόσω βαδίζωσι. Καὶ γὰρ γράφουσί τινες κρατημοκαταβατοανάβασμα, ἄλλος ἑτέραν σύνθεσιν σημαδίων τζακίσματα καὶ στραγγίσματα, καὶ ἕτερος ἄλλην θέσιν γορθμῶν, καὶ ἄλλος ὕπτιον, καὶ ἄλλος μαργὸν τρεμουτικόν, καὶ ἁπλῶς εἰπεῖν πολλὰ τὰ ὀνόματά εἰσιν, ἅπερ λέγουσιν ἐν τῇ θέσει τῶν σημαδίων, μὴ νοοῦντες πῶς ἔχει τὸ ἀληθές. Καὶ μενέτω ἀργὴ ἡ πολυλογία, ἵνα μὴ ἀκηδίαν φέρωμεν πρὸς τοὺς ἀρχαρίους.

Ἠδυνάμην γὰρ γράψαι πλείονας σημαδίων συνθέσεις ἤτοι χειρονομίας, ἀλλὰ διὰ τὴν τῶν ἀρχαρίων ἀγανάκτησιν καὶ τῶν πολλῶν σημαδίων τὸν κόρον ἔγραψα τὴν μικρὰν ταύτην προγύμνασιν:— ἐρώτησις· πόθεν ἡ γένεσις τῶν τόνων καὶ τῶν σημαδίων; ἀπόκρισις· ἀπὸ τὴν γραμματικήν· τὸ γὰρ λ κοπτόμενον ποιεῖ ὀξεῖαν καὶ βαρεῖαν, τὸ α ποιεῖ τὴν ἴσην, τὸ θ κοπτόμενον ὀλίγον καὶ ἐλαφρόν, κλάσμα καὶ τἄλλα ὁμοίως:— Τόνοι μετὰ μέλους· [sequitur exemplum musicum] Οὗτοί εἰσιν οἱ τόνοι· λέγονται δὲ μέλη, σημεῖα, σημάδια, σώματα, σχήματα καὶ δυνάμεις, ἤγουν τὰ ἔμφωνα σημάδια:— ἐρώτησις· πῶς λέγονται τόνοι καὶ μέλη; καὶ πῶς λέγονται σώματα, σχήματα καὶ δυνάμεις; τίνα διαφορὰν ἔχει ἓν ἕκαστον τῶν σημαδίων; καὶ πῶς ἑρμηνεύονται; τί λέγεται ἶσον, δι’ ἣν αἰτίαν; καὶ διατὶ τὸ ἶσον ἐγένετο; καὶ τί ἐστι τὸ ὀλίγον καὶ τὰ ἑξῆς σημάδια; ἀπόκρισις· τόνοι μὲν λέγονται διὰ τὸ ἄνευ τῶν τοιούτων ἐμφώνων τόνων μέλη οὐ ψάλλονται. Μέλη δέ, ὅτι ἐξ αὐτῶν τῶν τόνων τὰ μέλη ἐξέρχονται· σημάδια δέ, ὅτι σημειοῦσαι τὰ σημάδια ταῦτα καὶ τὰς φωνὰς καὶ τὰ μέλη ἀποτελεῖς. Σημάδια δὲ οὕτως λέγονται, ὅταν ψάλλονται· κοινὴ γὰρ λέξις ἐστὶ τὸ λέγεσθαι σημάδια, μᾶλλον δὲ σημεῖα δεῖ ταῦτα λέγειν. Σώματα δὲ λέγονται, διότι ἄνευ τῶν τοιούτων ἐμφώνων σωμάτων τὰ ἄφωνα σώματα οὐ κινοῦνται, οὔτε τὰ ἔμφωνα σώματα ἐκτὸς τῶν ἀφώνων σωμάτων.

Σχήματα δὲ λέγονται τὰ τρία ταῦτα· τὸ πελασθόν, τὸ κούφισμα καὶ τὸ κρατημοκατάβασμα, διότι σχηματίζεις χειρονομίαν οἵαν τῶν συνθέτων τόνων, τουτέστι σχηματότερον τῶν ἄλλων ἐμφώνων σημείων. Δυνάμεις δέ, ὅτι ἄνευ τῶν τοιούτων δυνάμεων αἱ δυνάμεις τοῦ μέλους οὐκ ἐκπληροῦνται. Ἔμελλον εἰπεῖν καὶ τὰς ἐξηγήσεις ἐξ ἀρχῆς μέχρι τέλους τῶν σημαδίων πάντων· διὰ δὲ τὸ μῆκος τοῦ λόγου τὴν πολυλογίαν καταλείπομεν. ἐρώτησις· καὶ διατὶ σημάδια; ἀπόκρισις· διὰ τὸ σημειοῦσθαι ἐν τοῖς βιβλίοις καὶ ὀνομάζεσθαι κατὰ τὸν ἐπονομαζόμενον ἀριθμόν. Οὗτοί εἰσιν οἱ ἄφωνοι τόνοι· λέγονται δὲ καὶ σημεῖα, σημάδια, σώματα καὶ δυνάμεις. Οὗτοί εἰσιν οἱ σύνθετοι τόνοι· λέγονται δὲ καὶ σύνδεσμοι, σύνδετοι, σύμπλοκοι, σχήματα, σώματα, συνάγματα καὶ δυνάμεις, ἤγουν τὰ ἄφωνα σημεῖα ἀλλὰ καὶ σημάδια.

Ἶσον 𝁆, διπλῆ 𝂀, κράτημα 𝂁, κρατημοκούφισμα 𝁌, ἀπόδερμα 𝂄, ἀντικένωμα 𝁜, τρομικόν 𝁣, μετὰ συνάγματος 𝁰, ἕτερον τρομικόν , ἕτερον , τρομικὸν μετὰ ψηφιστοῦ 𝁫, ἕτερον , τρομικὸν μετὰ ψηφιστοῦ καὶ ὁμαλοῦ , κύλισμα 𝁡, ἕτερον ἀντικενωκύλισμα 𝁢, ψηφιστόν 𝁚, ψηφιστὸν μετὰ συνάγματος 𝁱, ψηφιστὸν ἄλλη μετὰ ὁμαλοῦ καὶ παρακαλέσματος, βαρεῖα 𝀡, ὁμαλόν , ὁμαλὸν μετὰ ψηφιστοῦ καὶ παρακαλέσματος , ξηρὸν μετὰ ὁμαλοῦ , τρομικὸν μετὰ ὁμαλοῦ , σύναγμα 𝁥, τρομικὸν μετὰ συνάγματος 𝁰, ἐπέγερμα 𝁨, σεῖσμα 𝁩, πίασμα 𝁙, ξηρόν 𝁪, ξηρὸν μετὰ ὁμαλοῦ , διαμερισμός , κρατημοϋποῤῥοκαταβοανάσταμα , παρακλητική 𝀉, παρακάλεσμα 𝁟, ἕτερον ἐκτρεπτόν , ἕτερον παρακάλεσμα 𝁠, φθορά 𝂻, ἄλλη 𝃇, ἑτέρα 𝂽, 𝂿 φθορά 𝂺, καὶ ἡμαργόν , κρατημοκαταβοτρομικοϋπόῤῥοον , τρεμουλικόν , τζάκισμα .

Ἑτέρα ἑρμηνεία Ἐκ τῶν τοιούτων οὖν σημαδίων ἀφώνων τε καὶ ἐμφώνων εἰσὶ κρατήματα τρία· δηλονότι τὸ μέγα κράτημα ἔχει τὴν πρώτην ἀρχὴν ἀργίαν, ἡ διπλῆ τὴν δευτέραν, καὶ οἱ δύο ἀπόστροφοι τὴν τρίτην. Πρώτην ἀργίαν ἔχουσι καὶ αὐτοί, ἀλλὰ ἐν ταῖς κατιούσαις φωναῖς καὶ καταβαινούσαις μόνον, διότι ὥσπερ τίθενται ἡ διπλῆ καὶ τὸ μέγα κράτημα ἐν ταῖς ἀνιούσαις καὶ κατιούσαις φωναῖς, οὕτως τίθενται καὶ οἱ δύο ἀπόστροφοι, ἀλλὰ ἐν ταῖς κατιούσαις μόνον. Διὰ τοῦτο γὰρ ἔχουσι καὶ αὐτοὶ πρώτην ἀργίαν, ἤγουν κράτημα πρῶτον. Εἰ γὰρ ἐδέχετο πίπτειν ἡ διπλῆ καὶ τὸ μέγα κράτημα ἐν ταῖς καταβαινούσαις φωναῖς εἰς πάντα τόπον καὶ τόνον, ὥσπερ τίθενται καὶ ἐν ταῖς ἀνιούσαις φωναῖς, οὐκ ἂν ἐτίθεντο καὶ οἱ δύο ἀπόστροφοι ἐν ταῖς καταβαινούσαις φωναῖς ἕνεκα τῆς ἀργίας· εἰ δὲ καὶ φωνὰς δύο εἶχεν ἡ τοιαύτη ἀργία, ἀργία οὐκ ἔστι. Διὰ τοῦτο γοῦν ἔχει ὁ ἀποστρέφων τὰς φωνὰς ἤτοι ὁ ἀπόστροφος φωνὴν μίαν, καὶ οἱ δύο τὴν μίαν:—

Πνεύματα δέ ἐστι τέσσαρα ἐρώτησις· τί ἐστι πνεῦμα; ἀπόκρισις· πνεῦμα μὲν εἴρηται ὡσὰν πνεῦμα ὀξέως παντὶ νεῦον καὶ κινούμενον. Εἴρηται δὲ τὸ πνεῦμα ἐν τῇ Γραφῇ τετραχῶς· πνεῦμα τὸ ἅγιον, πνεῦμα ὁ ἄγγελος, πνεῦμα ὁ ἄνεμος, καὶ ὁ τῆς ἀγγελικῆς ἀποπεσὼν τάξεως διὰ τὴν ἔπαρσιν διάβολος. Ἔστι δʹ ὅτε καὶ ὁ νοῦς λέγεται πνεῦμα· καὶ πᾶν τὸ μὴ θεωρούμενον πνεῦμά ἐστι, ταῦτα προεγράφη.

Εἰσὶ δὲ καὶ αἰσθήσεις πέντε· οἷον, ἔχουσι δὲ καὶ αἰσθήσεις καὶ ἐκ τῶν κρατημάτων μερικήν τινα ἀργίαν εἰς τόπους, καθὼς φέρει τὸ μέλος. Καὶ τὸ μὲν τζάκισμα καὶ τὸ κούφισμα ἔχουσι κτύπους, τὸ κούφισμα δὲ ὥσπέρ τι κοῦφον καὶ ἐν τῇ χειρονομίᾳ καὶ εἰς τὸ μέλος, τὸ δὲ τζάκισμα κατὰ τὴν ἐπωνυμίαν αὐτοῦ τζακίζει μικρὸν τοὺς δακτύλους τῆς χειρός, ἤτοι κλᾶται, κτυπεῖται ὀλίγον, ἀργεῖται μικρόν, διὰ τοῦτο γοῦν λέγεται τζάκισμα. Ἡ δὲ παρακλητικὴ καὶ αὕτη πρὸς τὴν κλῆσιν αὐτῆς· ἡ παρακλητικὴ κλαυθμός ἐστι καὶ ὀδυρμὸς τοῦ μέλους αὐτῆς, κλαυθμυρίζει, παρακλητεύει, παρακαλεῖ δακρυῤῥοοῦσα καὶ κλαίει τοὺς λόγους αὐτῆς· διὰ τοῦτο γοῦν λέγεται παρακλητική.

Ἡ δὲ φθορὰ καὶ αὕτη πρὸς τὴν κλῆσιν αὐτῆς, καθῶς ὅταν τις ψάλλει καὶ λέγει μέλος, οἷον ἄρα ἐστίν. Βουληθεὶς δὲ ἐναλλαγὴν τοῦ μέλους ποιῆσαι, ἀναῤῥοεῖ φωνὰς τρεῖς ἢ καὶ πλέον, ἢ μίαν, καθὼς φέρει τὸ ἀρχόμενον μέλος· φθείρεται γὰρ τὸ ἀρχόμενον μέλος, καὶ διὰ τοῦτο φθορὰ λέγεται. Σημειοῦται δὲ καὶ ἀπὸ σχήματος αὐτῆς, ὡς ἵνα γινώσκηται τὸ φθειρόμενον μέλος.

Ὡσαύτως καὶ τὸ θέμα· ὅταν τις μέλλῃ χειρονομῆσαι χειρονομίαν εἰς τὸ Χαίροις, ἤτοι τὸ θέμα ἁπλοῦν, τότε γράφεις τὸ σχῆμα τοῦ θέματος, καὶ σημειοῦσαι αὐτό, ὡς ἵνα τὴν χεῖρά σου χειρονομήσῃς ἁπλῆν, ὅπως πληρωθῇ ἡ αἴσθησις τοῦ θέματος, καὶ διὰ τοῦτο λέγεται θέμα ἤτοι καὶ θέσις ἁπλῆ, τουτέστι χειρονομία ἁπλῆ.