Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ζητήματα καὶ ἀποκρίσεις

Ἰωάννης ὁ Δαμασκηνός

Φωνές, χειρονομία και η μουσική παράδοση του Αγιοπολίτου

Ταξινόμηση της μουσικής τέχνης, ερμηνεία των φωνών και της χειρονομίας, και αναδρομή στην προέλευση των ήχων κατά το σύστημα του Αγιοπολίτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 6

Αἱ ἀνιοῦσαι φωναὶ ἔχουσιν οὕτως· Αἱ κατιοῦσαι φωναὶ ἔχουσιν οὕτως· ἐρώτησις· καὶ πόσαι φωναί; ἀπόκρισις· ἑπτά. ἐρώτησις· καὶ διατί εἰσιν ἑπτὰ φωναί; ἀπόκρισις· κατὰ μίμησιν τῶν ἑπτὰ ἀστέρων τῶν πλανήτων τοῦ οὐρανοῦ καὶ τῶν ἑπτὰ αἰώνων, καὶ πᾶν τὸ ἕβδομον ἄριστον· μετὰ δὲ τῆς ἴσης εἰσὶν ὀκτώ, ἤγουν τὸ ἶσον. Καὶ πῶς; ἄκουσον· ἄρχεσαι εἰς τὸ μελίσαι τί, καὶ τηνικαῦτα ἡ προφορὰ τῆς φωνῆς ἐστιν ἶσον, καὶ ἰδοὺ ἔχεις μίαν· μετὰ δὲ ταῦτα ἐκφωνεῖς καὶ ἑτέρας ἑπτά, καὶ εἰσὶν ὀκτώ:— ἐρώτησις· τί ἐστι φωνή, καὶ πῶς ἐτυμολογεῖται; ἀπόκρισις· φωνή ἐστιν ἀπήχημα τεθησαυρισμένον πνεύματος, διά τινος ἁρμονίας ἐξαγομένου καὶ ἀρτηρίας προσδεομένου. Φωνὴ δὲ ἐτυμολογεῖται, διὰ τὸ φῶς εἶναι νοός· ἃ γὰρ ὁ νοῦς γεννήσει, ταῦτα εἰς φῶς ἡ φωνὴ ἐξάγει.

Ἔστι δὲ καὶ ἡ φωνὴ πνεῦμα, πνεῦμα καὶ ἡ εὔμελος φωνή, πνεῦμα καὶ ἡ ἐκτὸς μέλους φωνή:— Αἱ ἀνιοῦσαι καὶ κατιοῦσαι ὁμοῦ ἡνωμέναι ἀπὸ μιᾶς ἕως τῶν ἑπτά:

Διαίρεσις τῆς μουσικῆς τέχνης Ἡ μουσικὴ διαιρεῖται εἰς τρία· ἔστι γοῦν αὐτοῖς ἓν μὲν αὐτοῦ τοῦ στόματος ἔργον, ἕτερον δὲ χειρῶν καὶ στόματος, ἄλλο δὲ μόνον χειρῶν. Αὐτοῦ μὲν οὖν τοῦ στόματος ἔργον ἐστίν, αἵ τε ᾠδαὶ καὶ οἱ τερετισμοὶ καὶ τὰ τοιαῦτα· τῶν δὲ χειρῶν καὶ τοῦ στόματος ἥ τε χορολητικὴ καὶ αὐλητικὴ καὶ τὰ ὅμοια· τῶν δὲ χειρῶν ἡ κιθαριστικὴ καὶ τὰ τοιαῦτα τῆς μουσικῆς. Ἄρα τὸ μέν ἐστι διὰ στόματος, τὸ δὲ διὰ χειρῶν καὶ στόματος, τὸ δὲ διὰ χειρῶν μόνων:— Αἱ ἀνιοῦσαι φωναὶ ἔχουσιν οὕτως.

Ἑρμηνεία τῶν ἠχημάτων, ἤτοι τοῦ θεμελίου τῶν ὀκτὼ ἤχων· Ἀρχὴ τοῦ πρώτου ἤχου· Ἀρχὴ τοῦ δευτέρου ἤχου· Ἀρχὴ τοῦ τρίτου· Ἀρχὴ τοῦ τετάρτου· Ἀρχὴ τοῦ πλαγίου πρώτου· Ἀρχὴ τοῦ πλαγίου δευτέρου ἤχου·

Ἀρχὴ τοῦ βαρέως ἤχου· Ἀρχὴ τοῦ πλαγίου τετάρτου ἤχου· (in marg. ἕτερος πρῶτος) ἕτερα ἠχήματα. ἄρχου ἐν ταῖς ἁπάσαις τέταρτον ἦχον, ὡς ὁρᾶς, καὶ ἀποτελέσεις ἕνα ἕκαστον ἐν τῷ ἤχῳ αὐτοῦ.

Ἑτέρα μέθοδος· εἰ καὶ ἀστεῖόν τις ἔχει, μὴ μεμφθῇς, ὠφέλιμον γάρ. ἐρώτησις· τί ἐστιν ἦχος; ἀπόκρισις· ἦχος ἐστὶ τὸ ἐκ ζωτικῆς φύσεως ἐκφυσηθὲν καὶ ἀκροαθὲν παρὰ πολλῶν, ἤγουν ἡ ἐκκρουομένη κίνησις τοῦ ὀργάνου παρὰ τοῦ θώρακος καὶ τῶν ῥινῶν. ἐρώτησις· καὶ πόσα εἴδη τῶν ἤχων εἰσίν; ἀπόκρισις· ὀκτώ, ἤγουν πρῶτος, δεύτερος, τρίτος, τέταρτος, καὶ ἐξ αὐτῶν οἱ πλάγιοι:— ἐρώτησις· τί ἐστι χειρονομία; ἀπόκρισις· χειρονομία ἐστὶ νόμος παραδεδομένος τῶν ἁγίων πατέρων, τοῦ τε ἁγίου Κοσμᾶ τοῦ ποιητοῦ καὶ τοῦ ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ.

Ἡνίκα γὰρ ἐξέρχεται ἡ φωνὴ τοῦ μέλλοντος ψάλλειν τι, παραυτίκα καὶ ἡ χειρονομία, ὡς ἵνα παραδεικνύῃ ἡ χειρονομία τὸ μέλος. Λέγεται δὲ καὶ ἄλλως· χεὶρ τοῦ ὤμου τὸ ἶσον, διὰ τὸ ἐκτελεῖσθαι τὴν χεῖρα ἶσον τοῦ ὤμου εἰς σημάδια μερικά.

Χρὴ δὲ γινώσκειν ὅτι ὁ πρῶτος ἦχος οὕτως λέγεται πρῶτος διὰ τὸ πρωτεύειν ἤτοι ἄρχειν τῶν ἄλλων ἤχων· τὸ δὲ ὄνομα τούτου λέγεται δώριος, τουτέστιν ἐκ τῶν Δωριέων. Δωριεῖς γὰρ λέγονται οἱ Μονεμβασιῶται, διὰ τοῦτο γοῦν λέγεται δώριος· καὶ ἐκ τοῦ τοιούτου πνεύματος εὑρέθη ὁ ὑποδώριος, ἤτοι ὁ υἱὸς τοῦ πρώτου, τουτέστιν ὁ πλάγιος. Καὶ ἐκ τῆς Λυδίας ὁ λύδιος ἤγουν ὁ δεύτερος. Λυδία γὰρ λέγεται τῶν Νεοκάστρων ὁ τόπος, ὃς ὀνομάζεται καὶ μέχρι τοῦ νῦν, τῆς Λυδίας ὁ κάμπος· καὶ ἐξ αὐτοῦ ὁ ὑπολύδιος ἤγουν ὁ πλάγιος. Καὶ ἐκ τῆς Φρυγίας εὑρέθη ὁ φρύγιος ἤγουν ὁ τρίτος. Φρυγία γὰρ λέγεται ὁ τῆς Λαοδικείας τόπος· διὰ τοῦτο γοῦν λέγεται φρύγιος, ὡς ἐκ τῆς Φρυγίας· καὶ ἐξ αὐτοῦ ὑποφρύγιος, ἤγουν ὁ πλάγιος τοῦ τρίτου, τουτέστιν ὁ βαρύς. Καὶ ἐκ τῆς Μιλητοῦ ὁ μιλήσιος ἤγουν ὁ πλάγιος τοῦ τετάρτου. Ἐκ τῶν τοιούτων γὰρ τόπων εὑρέθησαν τὰ μέλη τῶν ἤχων· οἷον, ἔλεγον οἱ Δωριεῖς τὰ μέλη τοῦ πρώτου ἤχου, οἱ Λύδιοι τοῦ λυδίου, οἱ Φρύγιοι τοῦ φρυγίου, καὶ οἱ Μιλήτιοι τοῦ μιλητίου. Ἐλθὼν δὲ Πτολεμαῖος ὁ βασιλεὺς ὁ καὶ μουσικὸς ἀλλὰ καὶ ἐρανισθείς, προσέθηκε κατὰ τοὺς τόπους καὶ τὰ ὀνόματα ταῦτα τῶν ἤχων:— ἐρώτησις· καὶ πόσοι ἦχοι; ἀπόκρισις· ἦχοι εἰσὶ κυρίως τέσσαρες, καὶ τέσσαρες πλάγιοι, καὶ δύο ἐπηχήματα, ἤτοι φθοραί, τὸ νενανὼ καὶ τὸ νανά.

Οἱ τοιοῦτοι οὖν ἦχοι ψάλλονται εἰς τὸν Ἁγιοπολίτην περισσότερον:— ἐρώτησις· καὶ πόσοι ἦχοι ψάλλονται εἰς τὸν Ἁγιοπολίτην, καὶ τί λέγεται Ἁγιοπολίτης, καὶ τί λέγεται τόνος; ἀπόκρισις· ἦχοι μὲν ψάλλονται ὀκτώ. Ἁγιοπολίτης ἐτυμολογεῖται διὰ τὸ τῶν ἁγίων μαρτύρων ὁσίων τε καὶ τῶν λοιπῶν περιέχειν πολιτείαν, ἢ δὲ τὸ ἐν τῇ ἁγίᾳ πόλει ὑπὸ τῶν ἁγίων πατέρων τῶν ποιητῶν, τοῦ τε ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ καὶ ἑτέρων πολλῶν ἁγίων ἐκτεθεῖναι:— ἐρώτησις· πόσοι ἦχοι κύριοι εἰσίν; ἀπόκρισις· τέσσαρες· πρῶτος, δεύτερος, τρίτος, τέταρτος. Ἀπὸ δὲ ἀποῤῥοῆς τῶν τεσσάρων τούτων ἐγένοντο οἱ τέσσαρες πλάγιοι, καὶ ὥσπερ ἀπὸ τῶν τεσσάρων κυρίων ἐγένοντο οἱ τέσσαρες πλάγιοι, τὸν αὐτὸν δὴ τρόπον καὶ ἀπὸ τῶν τεσσάρων πλαγίων ἐγεννήθησαν οἱ τέσσαρες μέσοι· ἤγουν ὁ μέσος δεύτερος ἤγουν ὁ πλάγιος τέταρτος, ὁ μέσος τρίτου ἤγουν ὁ πλάγιος πρώτου, καὶ ὁ μέσος τοῦ τετάρτου ὁ πλάγιος δευτέρου, καὶ ὁ μέσος τοῦ πρώτου ὁ βαρύς· καὶ ἀπὸ τῶν τεσσάρων μέσων ἐγεννήθησαν αἱ τέσσαρες φθοραί, καὶ ἀνεβιβάσθησαν ἦχοι ιϛʹ. Οὗτοι οὖν οἱ ιϛʹ ψάλλονται εἰς τὸ ᾆσμα καὶ οὐχὶ εἰς τὸν Ἁγιοπολίτην:— ἐρώτησις· πῶς ἄρχεται ὁ ἦχος, ἐν τῷ μέλλειν σοι ψάλλειν ἢ διδάξαι τί; ἀπόκρισις· μετὰ ἐνηχήματος:— ἐρώτησις· τί ἐστιν ἐνήχημα;