Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ζητήματα καὶ ἀποκρίσεις

Ἰωάννης ὁ Δαμασκηνός

Ενηχήματα, σύνθετοι τόνοι και η δομή της Οκτωήχου

Εξέταση των ενηχημάτων, των πνευμάτων, των φθορών και των σχέσεων μεταξύ κυρίων, πλαγίων και μέσων ήχων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 6

ἀπόκρισις· ἐνήχημά ἐστιν ἡ τοῦ ἤχου ἐπιβολή, οἷον ἀντιλέγειν ἄνα νὲ ἄνες:— ἐρώτησις· ὁ δεύτερος πῶς ἐνηχίζεται; ἀπόκρισις· νὲ ἄνες:— ἐρώτησις· τί ἐστι νὲ ἄνες; ἀπόκρισις· ἤγουν Κύριε, ἄφες:— ἐρώτησις· ὁ δὲ τρίτος πῶς ἐνηχίζεται; ἀπόκρισις· νανά, ἤγουν Παράκλητε, συγχώρησον:— ἐρώτησις· ὁ τέταρτος πῶς ἐνηχίζεται; ἀπόκρισις· ἅγια, ἤγουν τὰ Χερουβὶμ καὶ Σεραφίμ, τουτέστιν ἡ ἁγία τριὰς ἡ ὑπὲρ αὐτῶν ὑμνουμένη καὶ δεδοξασμένη· ἄνες, ἄφες, συγχώρησον κἀμοὶ τοῦ δοξάζειν καὶ ἀνυμνεῖν ὕμνον ἀξιόχρεων τὴν σὴν ἀδιαίρετον Θεότητα:— ἐρώτησις· πόσα πνεύματα, καὶ τί λέγονται πνεύματα; ἀπόκρισις· διὰ τὸ φωνὰς ἀποτελεῖν, χωρὶς δὲ καὶ ἑτέρων τινῶν μὴ συνιστάμενα:— ἐρώτησις· τί ἐστι φωνή; ἀπόκρισις· φωνὴ λέγεται διὰ τὸ φῶς εἶναι νοός· ὁ γὰρ νοῦς νοεῖ ταῦτα, ἡ δὲ φωνὴ εἰς φῶς ἐξάγει· ἤ, διὰ τὸ ἐν ταῖς φωναῖς ἔχειν τὸ εἶναι, φωνῆς γὰρ ἀποτέλεσμα τοῦ ἐν ἡμῖν τεθησαυρισμένου πνεύματος διά τε νοὸς ἀρτηρίας προσδεόμενον:— ἐρώτησις· τί ἐστι παπαδική; ἀπόκρισις· μουσικὴ τέχνη:— ἐρώτησις· πῶς ἐπονομάζονται οἱ ἦχοι; ἀπόκρισις· πρῶτος, δεύτερος, τρίτος, τέταρτος, καὶ οἱ ἑξῆς. Οὐκ εἰσὶ κυρίως ὀνόματα τῶν ὀκτὼ ἤχων· τὸ γὰρ εἰπεῖν πρῶτον, δεύτερον, τρίτον καὶ τέταρτον, βαθμοί εἰσι καὶ οὐχὶ ὀνόματα.

Τὰ δὲ ὀνόματα τούτων εἰσὶ ταῦτα· ἤγουν ὁ πρῶτος δώριος, ὁ δεύτερος λύδιος, ὁ τρίτος φρύγιος, ὁ τέταρτος μιξολύδιος, ὁ πλάγιος τοῦ πρώτου ὑποδώριος, ὁ πλάγιος τοῦ δευτέρου ὑπολύδιος, ὁ πλάγιος τοῦ τρίτου ἤγουν ὁ βαρὺς ὑποφρύγιος, καὶ ὁ πλάγιος τοῦ τετάρτου ὑπομιξολύδιος. Ταῦτα τὰ κυρίως ὀνόματα τῶν ὀκτὼ ἤχων, καὶ ἀκριβολογεῖ θαύματα τῆς παπαδικῆς τέχνης:— ἐρώτησις· πόσοι τόνοι τῆς παπαδικῆς τέχνης; ἀπόκρισις· δεκαπέντε:— ἐρώτησις· πόσα ἡμίτονα; ἀπόκρισις· πέντε:— ἐρώτησις· πόσα πνεύματα; ἀπόκρισις· τέσσαρα:— ἐρώτησις· τί εἰσι τόνοι, καὶ τί ἡμίτονα, καὶ τί πνεύματα; ἀπόκρισις· τόνοι μέν εἰσιν οὗτοι· τὸ ἶσον, τὸ ὀλίγον, ἡ ὀξεῖα, ἡ πετασθή, τὸ ἀπόδερμα, ὁ ἀπόστροφος, ἡ βαρεῖα, τὸ ἀντικένωμαν· περίτονοι δὲ τὸ κράτημα, ἡ διπλῆ, τὸ ἀνάσταμα, τὸ πίασμα, τὸ κατάβασμα τὸ τριπλὸν ἤτοι τὸ σεῖσμαν καὶ τὸ παρακάλεσμαν· τὰ δὲ ἕτερα, οἷον τὸ ψηφιστόν, τὸ ψηφιστοκατάβασμαν καὶ τὸ ἐξιστρεπτόν, μέλη εἰσὶ καὶ οὐχὶ τόνοι. Ἡμίτονα δέ εἰσι ταῦτα· τὸ ἐλαφρόν, τὸ κλάσμαν, τὸ κούφισμα, ἡ παρακλητική, τὸ ψηφιστοκατάβασμαν καὶ τὸ ἐξιστρεπτοκατάβασμαν, λέγονται δὲ καὶ μέλη.

Πνεύματα δέ εἰσι ταῦτα· τὸ ψηλόν, τὸ χαμηλόν, τὸ ἐλαφρόν, καὶ τὸ κέντημαν. ἐρώτησις· διά τι λέγονται πνεύματα; ἀπόκρισις· πνεύματα λέγονται διὰ τὸ φωνὰς ἀποτελοῦσιν, χωρὶς δὲ καὶ ἑτέρων τόνων μὴ συνιστάμενα. Καὶ χωρὶς ἀποστρόφου οὐ συνίσταται τὸ χαμηλόν, οὐ δὲ συντίθενται πάλιν χωρὶς ὀλίγου ἢ ὀξείας ἢ πετασθῆς ἡ ὑψηλὴ ἢ τὸ κέντημα· ὁμοίως πάλιν χωρὶς ἀποστρόφου οὐχ εὕρηται ἐλαφρὸν ἢ χαμηλὸν ἐν ἰδίᾳ θέσει. Εἰ δὲ εὕρωμεν, ψεκτὸν ἡγούμεθα εἶναι. Τὸ κέντημα χωρὶς ἑτέρων τόνων οὐ συνίσταται, φωνὰς μὲν ἀποτελοῦν, μόνον δὲ οὐ συνίσταται.

Τὰ δὲ ἕτερα, ἤγουν διὰ πνεύματος, ἅ εἰσι ταῦτα· τὸ μὲν ὑψηλὸν ἔχει πρὸς αὔξησιν ἀνιούσας φωνὰς τέσσαρας, τὸ δὲ κέντημα καὶ αὐτὸ πρὸ ἀνάβασιν φωνὰς δύο, ὡσαύτως καὶ τὰ δύο κατιόντα πνεύματα τὸ ἐλαφρὸν καὶ τὸ χαμηλόν. Ἔχει εἰς ἐλάττωσιν τὸ μὲν χαμηλὸν φωνὰς τέσσαρας, τὸ δὲ ἐλαφρὸν δύο. Ὁμοίως δὲ καὶ οἱ ἕτεροι τόνοι, οἷον τὸ κράτημαν, ἡ διπλῆ, τὸ ξηρὸν κλάσμα, τὸ ἀνατρίχισμαν, τὸ πίασμαν καὶ τὰ ἕτερα. Ὅσα εἰσὶ τοιαῦτα, ὡς προέφημεν, λέγονται σύνθετοι τόνοι· σύνθετοι δὲ λέγονται διὰ τὸ συνίστασθαι διὰ δύο καὶ τριῶν τόνων, ἤγουν διὰ δύο ὀξείων διπλῆ, διὰ δύο ὀξείων καὶ πετασθῆς τὸ ξηρὸν κλάσμα, τὸ πίασμα δύο βαρειῶν ἕνεκα, ἡ ὑψηλὴ διὰ ὀλίγου καὶ ὀξείας, τὸ ἀνάσταμα διὰ διπλῆς καὶ πετασθῆς. Καὶ ἰδοὺ λοιπόν, ὡς ἔφημεν, ὅσα εἰσὶ τοιαῦτα, σύνθετοι τόνοι λέγονται. Καὶ ἰδοὺ ἔμαθες, ὦ ἀκροατά, τί ἐστι τόνος καὶ τί ἡμίτονα καὶ τί πνεῦμα καὶ διὰ ποῖον τρόπον λέγεται τὸ καθέν. Τόδε ἢ τόδε· καὶ ἐκ τῶν προειρημένων εἰσὶ τρεῖς τόνοι, ἤγουν τὸ ὀλίγον, ἡ ὀξεῖα καὶ ἡ πετασθή, ἅτινά εἰσιν ἰσόφωνα· τὸ δὲ ἶσον φωνὴν οὐκ ἔχει, ἀλλ’ ἔστι κατὰ πάντων ταπεινούμενον· ὅπου εὑρεθῆ τὸ ἶσον, κἄντε εἰς ὀξεῖαν φωνῆς, κἄντε εἰς χαμηλότητα, ἐκεῖ δέχεται τὴν φωνήν.

Τῶν δὲ τεσσάρων τόνων τῶν φωνούντων, ἤγουν πετασθῆς, ὀλίγου, ὀξείας καὶ ἀποστρόφου, καὶ τῶν τεσσάρων πάντων τῶν προλεχθέντων, ἤγουν πετασθῆς, ὀλίγου, ὀξείας καὶ ἀποστρόφου, καὶ τῶν τεσσάρων πάντων τῶν προλεχθέντων, ἤγουν τοῦ ψηλοῦ, τοῦ χαμηλοῦ, τοῦ κεντήματος καὶ τοῦ ἐλαφροῦ διασπέρωμεν τοὺς ὀκτὼ ἐν τοῖς ἑτέροις τόνοις, ἐμφώνους αὐτοὺς ἀποδεικνύοντες καὶ ἐνεργοῦντας, χωρὶς γὰρ τούτων πάντα ἀκίνητα καὶ ἀνενέργητά εἰσιν. Οἱ γὰρ τὴν παπαδικὴν τέχνην ἐπιστάμενοι ἀκριβῶς οἴδασι καὶ τὴν ἐνέργειαν τούτων. Τέως οὖν μικρὸν δείξωμέν τι μερικῶς πῶς ὀφείλουσιν ἐνεργεῖν οἱ τόνοι μετὰ τῶν πνευμάτων ἐν ταῖς ἀναῤῥοαῖς καὶ τῆς ἀποῤῥοῆς, καθὼς καὶ ὁ ἑρμηνευτὴς αὐτὰς ἀκριβῶς ἐδίδαξε περὶ τῶν ἐναλλαγῶν τῶν ἤχων· ἄνανε ἄνες. Ἐπάνω δὲ τοῦ αʹ ἤχου, εἰ ἐξηχήσῃς μίαν φωνήν, γίνεται βʹ, οὕτως δὲ ἄνανε ἄνες νὲ ἄνες· ὁμοίως πάλιν ἄνωθεν τοῦ βʹ ἤχου, εἰ ἐξηχήσῃς μίαν φωνήν, γίνεται τρίτος, οὕτως δὲ νὲ ἄνες, ἀνὲ ἄνες· ὁμοίως εἰ ἐξηχήσῃς ἄνωθεν τοῦ τρίτου ἤχου μίαν φωνήν, γίνεται τέταρτος· οὕτως δὲ ἀνὲ ἄνες ἅγια· ὁμοίως πλάγιος πρώτου ἄνωθεν τοῦ δʹ ἤχου, ἔξελθε μίαν φωνὴν γίνεται πρῶτος:— ἐρώτησις· πῶς δὲ γίνεται διὰ τὸ ἀναβιβάζειν ἕως τὸν τέταρτον ἦχον; ἀπόκρισις· καθὼς ὁ ποιήσας τοὺς ἤχους τέσσαρας, τέσσαρας ἤχους ἐδέσμευσεν, ἤγουν τέσσαρας φωνάς· οὕτως δὲ ἔνι ὁ δʹ ἦχος ἅγια.—

Περὶ πλαγίων Ἀπὸ τοῦ πλαγίου πρώτου ἤχου πάλιν καταβαίνεις τέσσαρας φωνάς, καὶ εὑρίσκεται πάλιν πλάγιος πρώτου· οὕτως δὲ ἄνανε ἄνες ἀνὲ ἄνες· [sequitur exemplum musicum] Ὁμοίως καὶ ὁ βʹ ἦχος καταβαίνων φωνὰς δʹ, εὑρίσκεις τὸν πλάγιον αὐτοῦ, ἤγουν τὸν πλάγιον τοῦ δευτέρου. 𝂫 Β οὕτως δέ. α να νε α νες νε ε α νες [sequitur exemplum musicum] Ὁμοίως πάλιν ὁ τρίτος καταβαίνεις φωνὰς τέσσαρας, καὶ εὑρίσκεται ὁ πλάγιος αὐτοῦ, ἤγουν ὁ βαρύς, οὕτως· [sequitur exemplum musicum] Ὁμοίως καὶ ἀπὸ τὸν τέταρτον καταβαίνων φωνὰς τέσσαρας, εὑρίσκεις τὸν πλάγιον αὐτοῦ, ὡς ἐστὶ ὁ 𝂫 δ’ οὕτως· [sequitur exemplum musicum] Ὡσαύτως μάνθανε πόθεν καὶ πῶς ἀπὸ τοῦ πρώτου οἱ τέσσαρες πρῶτοι καὶ οἱ τέσσαρες πλάγιοι. Καὶ γὰρ ὡς ὁρᾶς ἔγραψά σοι τοὺς ὀκτὼ ἤχους.

Ἄκουσον δὴ καὶ περὶ τῶν μέσων καὶ περὶ τῶν φθορῶν· ὁ μέσος οὗτός ἐστιν ὁ μέσος πρῶτος, ὁ δὲ μέσος πρῶτος ἐστὶν ὁ βαρύς· γίνεται δὲ οὕτως· [sequitur exemplum musicum] Ὁμοίως καὶ ὁ δεύτερος μέσος δευτέρου, ὁμοίως καὶ ὁ δεύτερος: [sequitur exemplum musicum] Οὐκ ἐκάλεσε δὲ τρεῖς φωνὰς μέσος δευτέρου, ἀλλὰ τὰς δύο καὶ φωνὰς πλάγιοι τοῦ τετάρτου· οὕτως δὲ ἂν εἴπῃς:— [sequitur exemplum musicum] Οὕτως ἔχει ὁ τέταρτος τὸν νανά, διότι μέσος τετάρτου ἔνι τὸ νανά, ἐὰν εἴπῃς:— [sequitur exemplum musicum] Οὕτως δέ ἐστιν ὁ κύριος τοῦ τετάρτου μετακείμενος τοῦ πλ. βʹ:— Ἄκουσον καὶ περὶ τῶν φθορῶν· φθορὰ λέγεται οὕτως, ἐὰν μεταβῇς ἀπὸ τῶν κυρίων ἤχων ἢ ἄνωθεν ἢ κάτωθεν, φθορὰ λέγεται· ἀπόλλυται γὰρ τότε τὸ μέλος τοῦ ἤχου καὶ φθείρεται εἰς ἕτερον ἦχον, ὥσπερ ἐὰν εἴπῃς· οὕτως διαφθείρεται εἰς ἕτερον ἦχον:— [sequitur exemplum musicum] ἐρώτησις· ποῖός ἐστιν ὁ βʹ ἦχος, ὁ μεταβληθεὶς ἀπὸ τοῦ κυρίου ἤχου εἰς ἕτερον ἦχον; ἀπόκρισις· ἀπὸ τοῦ πλ. αʹ ἐὰν φθαρῇ καὶ ἀνάβῃς μίαν φωνήν, γίνεται ἦχος πλ. βʹ ὁ πλάγιος τοῦ δευτέρου· [sequitur exemplum musicum] ἀναβαίνων ἐξ αὐτοῦ φωνὴν μίαν, γίνεται ἦχος βαρύς:— Φθορὰ δὲ πάλιν τοῦ βαρέως ἤχου καὶ τοῦ πλ. δʹ οὕτως· [sequitur exemplum musicum] Ταῦτά εἰσι φθορὰ τοῦ πλ.

δʹ ἤχου· ὥσπερ γὰρ εἶπόν σοι, ὅτι ἐκ τοῦ πρώτου ἤχου, ἂν ἀνέβῃς φωνὴν μίαν, γίνεται δεύτερος· καὶ ἀπὸ τοῦ δευτέρου, ἂν ἀνέβῃς μίαν φωνήν, γίνεται ἦχος τρίτος· καὶ ἀπὸ τοῦ τρίτου μίαν, γίνεται τέταρτος· οὕτως καὶ εἰς τοὺς πλαγίους τὸν αὐτὸν δὴ τρόπον καὶ τὴν αὐτὴν ἀκολουθίαν. Οὕτως γὰρ ἔφθειραν ταῦτα οἱ τῆς ἐκκλησίας καὶ ἐξηρίθμησαν τοὺς δέ, καὶ ἐξ ἤχους σμήξαντες τοὺς πρώτους, πλαγίους καὶ τοὺς μέσους καὶ τὰς φθοράς· ὅσοι δὲ λέγουσιν ὅτι εἶναι δεκαὲξ ἦχοι, ψεύδονται· ἐπηχήματα δέ εἰσι τῶν ηʹ ἤχων ἤτοι τῶν ὀκτὼ φωνῶν, ἤγουν τῶν τεσσάρων πρώτων καὶ τῶν τεσσάρων πλαγίων καὶ τῶν δύο μέσων καὶ τοῦ νενανώ.

Καὶ ὁ μὲν Δαβὶδ ἐποίησε τοὺς τέσσαρας ἤχους, ἤγουν τὰς τέσσαρας φωνάς· καὶ ὁ Σολομὼν τὰς τέσσαρας, ἤγουν τοὺς ἄλλους τέσσαρας πλαγίους τῶν πρωτοτύπων καὶ τοὺς δύο μέσους, ἤγουν τὸ νενανὼ καὶ τὸ νανά. Οὕτως δὲ γράφεται, ὅτι μετὰ τὸ τελειῶσαι τὸν ναὸν Σολομὼν ἐν Ἱερουσαλήμ, ὕμνησαν εἰς δέκα ἤχους τὸ αἰνεῖτε τὸν καθʹ ἕνα ἕκαστον στίχον εἰς δέκα ἤχους. Ὅσοι δὲ λέγουσι περὶ τῶν ηʹ ἤχων ἅτινά εἰσι ψευδῆ καὶ ἀνόητοι ὄντες, κατὰ τῆς παπαδικῆς τέχνης ἀνθίστανται· καὶ γὰρ οὐδεὶς δύναται νοῆσαι ἀφ’ ἑαυτοῦ τὴν μέθοδον ταύτην, κἂν δῆθεν ἀκριβωμένως καὶ μετὰ πείρας πολλῆς διῆλθε τὴν ἅπασαν τέχνην τῆς παπαδικῆς. Εἰσὶ δὲ καὶ ἄλλα πολλὰ περὶ τὴν τέχνην, ἅτινά εἰσιν ἀδύνατον γραφῆναι ἐνταῦθα, ἤδη γὰρ μῆκος ἄπειρον ὁ λόγος ἐγένετο· διὸ καὶ ἀρκετά ἐστι τὰ εἰρημένα. Ὁ δὲ Δαμασκηνὸς ἀλληγορεῖ τοὺς αὐτοὺς ἤχους, ὡς ἐγώ σοι ἐνταῦθα διαγορεύω:—

Μέθοδος ἀρίστη Ἀπ’ αὐτῶν δέ, ἐὰν ἀκολουθήσῃς, εὕρεις καὶ τὸν ἕτερον ἦχον ἄχρι τῶν ἑπτὰ ἀναβαινόντων καὶ καταβαινόντων. Καὶ τὰ τρία μία δύναμις· ἰδοὺ καὶ ὄργανον μετὰ χορδῶν ὀκτώ, ἀρχὴ ἄνωθεν δεσμῶν, ἀρχὴ κάτωθεν, τέλος καὶ ὁ ἦχος. Οὕτως δὲ καὶ ὁ Δαμασκηνὸς μετὰ τῆς μουσικῆς ἐποίησεν:— [sequitur tabula musica] Ἐὰν τὸ περιεχόμενον καὶ κρατούμενον ἀσθενέστερον δήπου τοῦ περιέχοντος, ὑφ’ οὗ κεκράτηται εὐλόγως. Ὁ πρῶτος ἐν ἤχοις ἐτάχθη, τῇ τε ἀρχῇ καὶ τῇ περιοχῇ, ἀρχὴ καὶ πρώτη καὶ δευτέρα, ἀρχὴ τετάρτου, μέσος δευτέρου, ἀρχὴ δευτέρα ἄνωθεν, τέλος, δεύτερος μέσος τετάρτου. ἐρώτησις· πόσαι φωναὶ παραληγόμεναι, καὶ πόσα διπλάσματά εἰσιν, καὶ ποῦ καταντᾶ ἡ φωνή, καὶ πόσαι φωναὶ ἐν τοῖς διπλάσμασίν εἰσιν; ἀπόκρισις· ἔρευνα καὶ ἀκρίβεια κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν τῶν τόνων καὶ τῶν ἤχων τῶν ψαλλομένων εἰς τὸν Ἁγιοπολίτην. Τόνος οὖν λέγεται ἐκεῖνος, ὅστις ὀξύνεται ἢ βαρύνεται· διὰ τοῦτο γὰρ καὶ τόνος καλεῖται. Ἐρεῖ δὲ τοῦτο πρὸς οὓς ὁ λόγος δηλώσει:— ἐρώτησις· Ἐπειδὴ ἐρωτήσαμεν πόσοι ἦχοι ψάλλονται εἰς τὸν Ἁγιοπολίτην, καὶ ἀπεκρίθην ὀκτώ, ὀφείλω κἀγὼ τοῦτό σοι ἀποδεῖξαι ψευδές· ὁ πλ.

βʹ, ὡς ἐπὶ τὸ πλεῖστον, μέσος βʹ ψάλλεται, ὡς τὸ Νίκην ἔχων, Χριστέ, τὴν κατὰ τοῦ ᾅδου, καὶ ὡς τὸ Σὲ τὸν ἐπὶ ὑδάτων κρεμάσαντα, καὶ ἕτερα ὅμοια, καὶ τἄλλα ὅσα παρὰ τοῦ ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ ἐγένοντο, ἀπὸ τῆς μουσικῆς ἐτέθησαν. Ὅσα δὲ παρὰ τοῦ κυροῦ Θεοδώρου ἢ τοῦ κυροῦ Ἰωσὴφ ἐξετέθησαν, οὐκ ἐκ τῆς μουσικῆς ἐξετέθησαν, διὰ τοῦτο οὐ συμφωνοῦσι. Καὶ εἰ δοκιμάσῃς ψάλλειν ταῦτα μετὰ τῆς μουσικῆς, οὐκ ἰσάζουσι, διὰ τὸ μὴ ἐκτιθέναι ἐξ αὐτῆς. Καὶ τοῦτο δῆλον ὁ πλάγιος τετάρτου, ὡς ἐπὶ τὸ πλεῖστον, μέσος τετάρτου ψάλλεται, ὡς ἐν τῷ Σταυρὸν χαράξας Μωσῆς, καὶ ἑτέρων οὐκ ὀλίγων οὕτως εὑρίσκονται. Καὶ λοιπὸν δεικνύω σοι, ὅτι οὐ ψάλλονται ὀκτὼ ἀλλὰ δέκα. Τὸ γὰρ εἰπεῖν πρῶτον, δεύτερον, καὶ τρίτον ἦχον, οὐκ εἰσὶ κύρια ὀνόματα ἀλλὰ ἐπαρίθμησις μόνον. Τὰ δὲ κύρια ὀνόματα τῶν ὀκτὼ ἤχων εὑρέθησαν ἀπὸ τῶν τεχνολόγων ἀνδρῶν, ἤγουν Λυδῶν καὶ Φρυγῶν.