Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ζητήματα καὶ ἀποκρίσεις

Ἰωάννης ὁ Δαμασκηνός

Ειδικές μέθοδοι μελοποιίας, υποστάσεις και διαστημικές σχέσεις

Κανόνες για τις ανιούσες και κατιούσες φωνές, καταγραφή των μεγάλων υποστάσεων και ανάλυση της αρχαίας ονομασίας και ευρέσεως των οκτώ ήχων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 6

Ἑτέρα μέθοδος κατὰ πεῦσιν καὶ ἀπόκρισιν ἐρώτησις· ἡ ἀποῤῥοὴ σῶμά ἐστιν ἢ πνεῦμα; ἀπόκρισις· οὔτε σῶμα ἐστὶν οὔτε πνεῦμα, ἀλλ’ ἔκβλημα τοῦ γουργούρου:— ἐρώτησις· καὶ ἐπεὶ οὔτε σῶμά ἐστιν οὔτε πνεῦμα, διατί κυριεύει τὰ ἀνιόντα σημάδια, ἅτινα λέγονται σώματα; ἀπόκρισις· διότι κυριεύουσι τὰ κατιόντα σώματα τὰ ἀνιόντα, διὰ τοῦτο κυριεύει καὶ ἡ ἀποῤῥοὴ τὰ ἀνιόντα σώματα, ἐπεὶ καὶ αὐτὴ κατιούσας φωνὰς ἔχει· λέγεται δὲ καὶ μέλος οὕτως: [sequitur exemplum musicum]

Ἑτέρα μέθοδος τῆς διπλοφωνίας Ἡ διπλοφωνία ἔχει οὕτως· εἰς τὴν μίαν ἀναβαίνουσαν ἐὰν θέλῃς εἰπεῖν ἑτέρας ἑπτά, ἤτοι πάλιν ἀναβαινούσας, λέγεις ὀκτὼ μετ’ ἐκείνης· εἰς τὰς δύο λέγεις ἐννέα, εἰς τὰς τρεῖς λέγεις δέκα, εἰς τὰς τέσσαρας λέγεις ἕνδεκα, εἰς τὰς πέντε λέγεις δώδεκα, εἰς τὰς ἓξ λέγεις δεκατρεῖς, εἰς τὰς ἑπτὰ λέγεις ἄλλας ἑπτά, ἤγουν δεκατέσσαρας. Εἰ δὲ θέλῃς, λέγεις ἶσον, εἰ δὲ τετραπλάσῃς, λέγεις εἰκοσιοκτώ· εἰ δὲ εἴπῃς τριπλασμόν, λέγεις τρεῖς ἑπτὰ εἰκοσιμίαν. Ἂν δὲ ψάλλῃς ἶσον μέλος, ἤτοι ὅσα τύχωσι, καὶ ἀναῤῥοήσεις διπλασιασμόν, λέγεις ἑπτὰ φωνάς· εἰ δὲ ὑποῤῥέοντα τὸ μέλος εἴπῃς, πάλιν λέγεις ἑπτά. Ἅμα δὲ τοῦ ἄρξασθαι τὴν διπλοφωνίαν, λέγεις ἶσον, εἶτα διπλασμόν, ἑπτὰ φωνάς, καὶ γίνονται ὀκτώ. Εἰ δὲ θέλῃς εἰπεῖν εἰς τὴν μίαν ἀναβαίνουσαν, καταβαινούσας λέγε ἕξ· ἐκλείπεται οὖν ἡ μία ἀναβαίνουσα, καὶ γίνεται μόνον αἱ κατιοῦσαι.

Οὐδέπω γὰρ ψάλλονται αἱ ἀνιοῦσαι μετὰ τῶν κατιουσῶν, οὐδὲ κατιοῦσαι μετὰ τῶν ἀνιουσῶν, ἀλλ’ ὅπου δὲ τεθῇ κατιοῦσα ἐν ἀνιούσαις, φθείρει αὐτάς. Ὡσαύτως καὶ εἰς τὰς δύο λέγεις πέντε, καὶ εἰς τὰς τρεῖς τέσσαρας, καὶ εἰς τὰς τέσσαρας τρεῖς, καὶ εἰς τὰς πέντε δύο, καὶ εἰς τὰς ἓξ μίαν, καὶ εἰς τὰς ἑπτὰ ἶσον.

Εἰ δὲ εἴπῃς εἰς τὴν μίαν καταβαινούσας, λέγε ἕξ, εἰς τὰς δύο πέντε, καὶ εἰς τὰς τρεῖς τέσσαρας, καὶ εἰς τὰς τέσσαρας τρεῖς, καὶ εἰς τὰς πέντε δύο, εἰς τὰς ἓξ μίαν καὶ εἰς τὰς ἑπτὰ ἶσον ἢ πάλιν ἑπτὰ ἢ καὶ δεκατέσσαρας, ὡς δύναται ἡ φωνή. Εἰ δὲ εἴπῃς εἰς τὴν μίαν κατιοῦσαν ἑτέρας πάλιν κατιούσας, λέγε ὀκτὼ μετ’ ἐκείνην, καὶ εἰς τὰς δύο ἐννέα, εἰς τὰς τρεῖς δέκα, εἰς τὰς τέσσαρας ἕνδεκα, εἰς τὰς πέντε δώδεκα, εἰς τὰς ἓξ δεκατρεῖς, καὶ εἰς τὰς ἑπτὰ δεκατέσσαρας. Εἰ δὲ τύχωσιν εἰς τὰ πατήματα τῶν φωνῶν τῶν ἀνιουσῶν καὶ κατιουσῶν κεντήματα, λέγε τὸν ἀριθμὸν τῆς διπλοφωνίας εἰς τὸ πάτημα τῆς φωνῆς οἵας τύχοι, λέγεις καὶ τὴν τῶν κεντημάτων. Ὁ δὲ περισσευμὸς λέγεται οὕτως· οἷον στιχηρὸν ψάλλεις, ἐὰν ἰσοφωνῇ ἡ ἀρχὴ μετὰ τοῦ τέλους, οὐδὲν περισσεύει φωνὴ οὐδεμία οὔτε ἀνιοῦσα οὔτε κατιοῦσα. Εἰ δὲ θέλῃς μετὰ τοῦ ἤχου τὴν ἀρχὴν κρατῆσαι, ἐὰν οὐ περισσεύῃ, ἀλλὰ μᾶλλον ἔχει ἰσασμὸν ὁ ἦχος καὶ τὸ τέλος, εἰσὶν αἱ φωναὶ ἐπίσης, καὶ αἱ ἀνιοῦσαι καὶ αἱ κατιοῦσαι. Ἂν δὲ εὕρῃς ὅτι περισσεύωσι φωναί, ὅσας εἴπεις, ἵνα εὕρῃς τὴν ἀρχήν, εἴτε ἀναβαινούσας εἴτε καταβαινούσας, τοσαύτας ἔχει πλέον, οἷον καί ἐστι τὸ μέλος. Κράτει δὲ πάντοτε ἀρχὴν καὶ τέλος διὰ τὸ συντομώτερον, ἀλλὰ καὶ εἰς τὰς παραλλαγάς.

Ἀρχὴ τῶν μεγάλων ὑποστάσεων Ἶσον 𝁆, παρακλητική 𝀾, κούφισμα 𝁊, κρατημοκούφισμα 𝁌, κύλισμα 𝁡, πελασθόν 𝀸, ἀντικενωκύλισμα 𝁢, γοργόν 𝂏, ἀργόν 𝂗, τρομικόν 𝁣, ἐκτρεπτόν 𝁮, ὁμαλόν 𝁛, ἐπίπλομα , θεματισμός 𝁷, ἐπέγερμα 𝁨, παρακάλεσμα 𝁠, ἀργοσύνθετον 𝁳, ἕτερον , σταυρός 𝁾, ψηφιστόν 𝁚, ἀντικένωμα 𝁜, πίασμα 𝁙, σεῖσμα 𝁩, σύναγμα 𝁥, τρομικοσύναγμα 𝁰, ψηφιστοσύναγμα 𝁱, θὲς καὶ ἀπόθες 𝁹, ξηρὸν κλάσμα 𝁪, οὐράνισμα 𝁵, κρατημοϋποῤῥοοκατάβασμα , θέμα ἁπλοῦν 𝀭, χόρευμα 𝁧, βαρεῖα 𝁘, φθορά 𝂻.

Ἀρχὴ τῶν σημαδίων Ἶσον 𝁆, ὀλίγον 𝁇, ὀξεῖα 𝁈, πετασθή 𝁉, κούφισμα 𝁊, πελασθόν 𝁍. Σώματα κατιόντα· ἀπόστροφος 𝁑, δύο ἀπόστροφοι 𝁒. Σώματα ἀνιόντα εἰσὶ ταῦτα· ψηλή 𝁐, κέντημα 𝁏· τὰ δύο κεντήματα 𝁎 οὔτε σῶμα εἰσὶν οὔτε πνεῦμα, ἀλλὰ μεθ’ οἵου σημαδίου εὑρέθωσι χειρονομοῦνται, ἀλλ’ οὐδ’ ὑποτάσσονται ὑπό τινος τῶν σημαδίων, οὐδὲ αὐτοῦ τοῦ ἴσου, ᾧ πάντα ὑποτάσσονται τὰ ἀνιόντα.

Σώματα κατιόντα· ἐλαφρόν 𝁕, χαμηλή 𝀘. Εἰσὶ καὶ ἀργίαι τρεῖς ἡμισεῖαι· κράτημα 𝂁, διπλῆ 𝂀, καὶ δύο ἀπόστροφοι 𝁒. Τὸ δὲ τσάκισμα ἔχει τὴν ἡμίσεια ἀργίαν.

Ἑτέρα ἑρμηνεία Γίνωσκε γοῦν, ὅτι ἀπὸ τὸν πρῶτον ἂν κατέβῃς μίαν φωνήν, ἔνι πλάγιος τέταρτος. Εἰ δὲ ἀνάβῃς μίαν ἀπ’ αὐτὸν τὸν πρῶτον, ἔνι δεύτερος, καὶ ἐὰν κατέβῃς μίαν ἀπὸ τὸν δεύτερον, ἔνι πλάγιος πρώτου, καὶ εἰ ἀνάβῃς μίαν ἀπὸ τὸν δεύτερον, ἔνι τρίτος, καὶ ἀπὸ τὸν τρίτον ἂν κατέβῃς μίαν, ἔνι πλάγιος δεύτερος, καὶ ἀπὸ τὸν τρίτον εἰ ἀνάβῃς μίαν, ἔνι τέταρτος, καὶ ἀπὸ τὸν τέταρτον ἂν κατάβῃς μίαν, ἔνι βαρύς, καὶ εἰ ἀνάβῃς μίαν ἀπὸ τὸν τέταρτον, ἔνι πρῶτος. Ἀπὸ τὸν κύριον ἦχον ἂν κατέβῃς τέσσαρες φωνάς, εὑρίσκεις τὸν πλάγιον τοῦ κυρίου ἤχου, καὶ ἂν κατέβῃς τρεῖς, εὑρίσκεις τὸν παράμεσον, καὶ ἂν κατέβῃς δύο, ἔνι μέσος, καὶ ἂν κατέβῃς μίαν, ἔνι παραπλάγιος.

Αὕτη ἐστὶν ἡ αἰτία, πόθεν εὑρέθησαν οἱ ἦχοι. Εὑρέθησαν οὖν οἱ ἦχοι τῶν σιουνίων μελῶν καὶ ἠριθμήθησαν ἕως τῶν τεσσάρων, καὶ ἐκ τούτων οἱ ἕτεροι. Τέσσαρες γὰρ ὄντες τὴν τέχνην μεταλλικοί, ὅ τε δώριος καὶ λύδιος καὶ φρύγιος καὶ μιξολύδιος ἐπονομάζονται. Καὶ ἀναγκαίως ῥητέον περὶ αὐτῶν. Ἐκείνης γὰρ τῆς ἐπιστήμης οἱ τότε ἔμπειροι μίαν κατασκευάσαντες σωλήνα, ὁ μὲν χρυσὸν ἐκ τοῦ πηλοῦ διὰ πυρὸς συνίσταται, καὶ ὁ μὲν ἄργυρον ἐκ τοῦ ξύλου, ὁ δὲ χαλκοῦς ἐκ τοῦ μολύβδου, καὶ ὁ ἕτερος κασσιτέρινον καὶ σιδηροῦν. Καὶ στήσαντες αὐτὰ κατὰ ἀνέμου, ἐξῆλθεν ἐκ τοῦ χρυσοῦ πρῶτος, καὶ ἐκ τοῦ πηλοῦ ὁ πλάγιος αὐτοῦ, διὰ τοῦτο καὶ δώριος ὀνομάζεται, καὶ ὑποδώριος ὁ αὐτοῦ πλάγιος. Ὁ δεύτερος δὲ ἐκ τοῦ ἀργύρου, καὶ ὁ τούτου πλάγιος ἐκ τοῦ ξύλου, διὰ τοῦτο ὠνομάσθη λύδιος, καὶ ὁ αὐτοῦ πλάγιος ὑπολύδιος. Ὁ τρίτος ἐκ τοῦ χαλκοῦ, καὶ ὁ πλάγιος αὐτοῦ ἐκ τοῦ μολύβδου, καὶ διὰ τοῦτο ὠνομάσθη φρύγιος, καὶ ὁ αὐτοῦ πλάγιος ὑποφρύγιος. Ὁ δὲ τέταρτος ἐκ τοῦ κασσιτερίνου, καὶ ὁ πλάγιος αὐτοῦ ἐκ τοῦ σιδήρου, καὶ διὰ τοῦτο ὠνομάσθη μιξολύδιος, καὶ ὁ αὐτοῦ πλάγιος ὑπομιξολύδιος. Καὶ οὕτως ἐτελέσθησαν οἱ ὀκτὼ ἦχοι.