Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Πράξεις τῆς ἐν Κύπρῳ συνόδου

Ἰωσὴφ Βρυέννιος

Σύγκληση της Συνόδου και εναρκτήριες διαδικασίες

Η έναρξη της συνόδου στην Κύπρο, ο εναρκτήριος λόγος του Ιωσήφ Βρυεννίου περί της εκκλησιαστικής ενότητας, η οργάνωση των πρακτικών και ο έλεγχος των παριστάμενων αρχιερέων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 1 από 6

Πρακτικὰ τῆς ἐν Κύπρῳ γενομένης συνόδου, ἐρχομένων ἀπὸ Κωνσταντινούπολιν πρέσβεων, ὅτε ἐπεθύμησαν οἱ Κύπριοι ἑνωθῆναι τῇ καθολικῇ ἐκκλησίᾳ τῶν ὀρθοδόξων. Ἦλθον ποτὲ εἰς συναίσθησιν τῆς ἰδίας πλάνης οἱ τῆς τῶν Κυπρίων ἐκκλησίας ἐπίσκοποι, διὸ καὶ ἐμήνυσαν λόγους πρὸς τὸν οἰκουμενικόν, πρὸς τοῦτο αἰτοῦντες βοήθειαν, λέγοντες ὡς ἀπάρτι βούλονται ὑποκύψαι τῇ ἐκκλησίᾳ τῶν ὀρθοδόξων καὶ εἰς ὅσα ἐκείνη προστάξει ὑπείκειν αὐτῇ πάντοτε. Ὁ δὲ τῇδε τῇ ἐπαγγελίᾳ παρασυρεὶς μετά τινος μοναχοῦ Θεοδούλου, ἱερωσύνης ἀξίᾳ τετιμημένου καὶ ἔχοντος χρείαν ἰδίαν ἐν Κύπρῳ, ἀντεμήνυσεν αὐτοῖς ὡς «εἴπερ βούλεσθε προσδεχθῆναι ὑμᾶς ὡς αἰτεῖτε, γράψατε τὰς ὁμολογίας ὑμῶν, ὡς ἔθος τοῖς εἰς ἀρχιερωσύνην ἀναγομένοις καὶ ὑποψηφίοις τελοῦσιν ἐνταῦθα ποιεῖν, καὶ ὑπογράψαντες οἰκειοχείρως αὐτάς, ἀποστείλατε ἡμῖν μετὰ τοῦ παρόντος γραμματηφόρου καὶ τότε σκεψόμεθα ἀκριβέστερον περὶ τούτου».

Ἔγραψαν γοῦν κατὰ τὸν ὁρισμὸν τῆς ἐκκλησίας καὶ ἀπέστειλαν ἐγγράφως τὰς ὁμολογίας αὐτῶν, ἀνέγνω ταύτας ἡ σύνοδος, εἶδεν αὐτὰς ὁ ἅγιος βασιλεύς, ἤκουσε περὶ τούτων πᾶσα ἡ Κωνσταντίνου καὶ ἔκριναν πάντες κοινῇ γνώμῃ, ὁ οἰκουμενικός, οἱ ἀρχιερεῖς, ὁ ἅγιος ἡμῶν αὐτοκράτωρ, ἡ σύγκλητος, ἡ πόλις καὶ ἐξελέξαντο πρὸς τοῦτο ἄνδρας λογίους, τὸν καθηγούμενον τῆς σεβασμίας βασιλικῆς καὶ πατριαρχικῆς μονῆς τοῦ Κοσμιδίου, ἀρχιμανδρίτην καὶ πρωτοσύγκελλον, ἱερομόναχον κῦρ Ἀντώνιον καὶ τὸν τιμιώτατον τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας διάκονον κῦρ Κωνσταντῖνον Τιμόθεον, τὸν ἐπὶ τῶν κρίσεων, καὶ τούτους ἀπέστειλαν εἰς τὴν Κύπρον, τάχα δὲ κἀμὲ σὺν αὐτοῖς χειροτονήσαντές. με καὶ τοῦ οἰκουμενικοῦ τοποτηρητήν, ὃ μέγα μὲν δοκεῖ ἀξίωμα καὶ ἔστιν, ὑπερβαῖνόν τε τὴν εὐτέλειαν τὴν ἐμήν, ὅμως δ’ οὕτω τοῖς κυρίοις μου δόξαν, ἐγένετο. Ἀνήχθημεν οὖν τῆς πόλεως τῇ τοῦ Μαΐου ἑβδόμῃ καὶ πολλὰ κατὰ τὸν πλοῦν ὑπομείναντες δυσχερῆ, μόγις ποτὲ κατὰ τὴν τοῦ Ἰουνίου ἑβδόμην καὶ εἰκοστὴν κατήχθημεν εἰς τὴν Κύπρον.

Εὕρομεν δὲ τὰ πράγματα οὕτως ἔχοντα, ὅτι θέλουσι μὲν ἑνωθῆναι τῇ τῶν ὀρθοδόξων ἐκκλησίᾳ οἱ Κύπριοι, ἀλλὰ μενόντων τῶν συνήθων, ὧν ποιεῖν πρὸς τοὺς Λατίνους ὀφείλουσι, πάντων ἀπαραβάτων, ἤγουν ἐκείνοις μὲν ὑπείκειν ἔργῳ εἰς τὸν αἰῶνα δουλεύοντας, ἡμῖν δὲ λόγῳ ψιλῷ καὶ μέλανι μόνῳ δόξαι ὑποταγῆναι καὶ αὐτὸ δὲ τοῦτο λανθάνειν ἀεὶ ὅσον οἶόν τε καὶ μηδέποτε γνωρισθῆναι σαφῶς, ὡς ἂν μὴ κατά τι τοῖς κυρίοις αὐτῶν τοῖς Λατίνοις προσκρούσωσι. Λοιπὸν ἵνα τὰ διαμέσου συμβάντα, μυρία ὄντα, ἐάσω, ἐν ἡμέρᾳ Τετράδι τῆς ἑβδομάδος, ὀγδόῃ καὶ εἰκοστῇ τοῦ μηνὸς Ἰουλίου τῆς ἐνισταμένης τεσσαρεσκαιδεκάτης ἰνδικτιῶνος, τοῦ ἑξακισχιλιοστοῦ ἐννακοσιοστοῦ τεσσαρεσκαιδεκάτου ἔτους συνήλθομεν μετὰ τῶν Κυπρίων ἰδίᾳ ἐν ὄρει τῆς Κύπρου εἰς ναὸν τοῦ ἀρχιστρατήγου Μιχαήλ, οὕτω λεγόμενον τὸν Ἀσώματον, ἐπὶ σκοπῷ τῆς ἑνώσεως τῶν ἐκκλησιῶν, τῆς τε τῶν Κυπρίων αὐτῶν καὶ ἡμῶν τῶν ὀρθοδόξων.

Καὶ ἀπὸ ὥρας τῆς ἡμέρας ταύτης πρώτης ἕως ὅλης τῆς πέμπτης ἐρρέθη πολλὰ μὲν καὶ ἄλλα καὶ γράμμασιν ἐτυπώθη εἰς μνήμην τῶν ταῦτα θελόντων ἀκούειν μετέπειτα, τὰ δέ γε μάλιστα καίρια παρ’ ἑκατέρων γραφέντα τῶν μερῶν εἰσὶ τάδε.

Πρῶτον ἀτενίσαντες εἰς τὸν οὐρανὸν ἐπικαλεσάμενοί τε τὸν Θεὸν καὶ ἐπειπόντες «τὸ θέλημά σου, Κύριε, γενέσθω καὶ μὴ τὸ ἡμέτερον», ἐκαθίσαμεν. Ἔπειτα ἐπεὶ πάντες προὔτρεψαν καὶ ἠξίωσαν ἐμὲ πρῶτον λέγειν, ἀπὸ Θεοῦ ἀρξάμενος καὶ αὐτὸν προστησάμενος ἐπόπτην τοῦ λόγου, δεικνύς, ὅτι φύσει εἶς καὶ ἕνα κόσμον ἐδημιούργησε, μίαν συνεστήσατο κατ’ ἀρχὰς ἐκκλησίαν ἀγγέλων ἐν οὐρανοῖς, ἕνα παράδεισον ἐφύτευσε καὶ ἕνα ἄνθρωπον ἔπλασε καὶ ὡς τοσοῦτον τὴν ἕνωσιν τῶν καλῶν ὑπεραγαπᾷ, ὅτι, τοῦ ἀποστατήσαντος ἀγγέλου καὶ ἐπὶ γῆς τεκταινομένου διαίρεσιν, αὐτὸς ὁ εἶς τῆς Τριάδος ὑπὲρ τῆς τῶν πάντων ἑνώσεως ἐνηνθρώπησε καὶ μίαν συστησάμενος πρωτοτόκων ἐκκλησίαν ἐν οὐρανοῖς, ἐκεῖ μὲν αὐτὸς σύνεστι τοῖς ἁγίοις, ἅτε πάντων ἕνωσις ἀκροτάτη, κατέλιπε δὲ καὶ ταῖς ἐν γῇ ἐκκλησίαις τὸν τόπον αὐτοῦ τηροῦντας καὶ πληροῦντας τὸ θέλημα τοὺς τῶν ὀρθοδόξων ἀρχιερεῖς, ὧν πρῶτος ἐν τοῖς ζῶσιν ὁ νῦν οἰκουμενικός, ὃς μιμούμενος τοῦτον τὸν φύσει Κύριον καὶ Διδάσκαλον καὶ εἰς ἑνότητα τῆς πίστεως συνάγων ἅπαντας, ὅσον αὐτῷ δυνατόν, κατανεύσας καὶ ταῖς ὑμῶν ἀξιώσεσιν, ἀπέστειλεν ἡμᾶς, οὓς ἤδη ὁρᾶτε, τὴν τῆς ἐκκλησίας ἕνωσιν πάνυ διψῶν, οὐκ αὐτὸς δὲ μόνον, ἀλλὰ καὶ ὁ κράτιστος καὶ ἁγιώτατος ἡμῶν βασιλεὺς σὺν αὐτῷ.

Οἳ καὶ λόγοις προσαγορεύουσι διὰ τῆς ἡμετέρας φωνῆς τὴν ὑμῶν ἱερότητα σήμερον, ὡς ἄρα καὶ γράμμασι πρότερον, καὶ ὡς ἀνδράσι συνετοῖς καὶ ἐξόχοις ταῦτα δηλοῦσιν ἡμῖν καὶ προσέχετε ὅ,τι περ φασί. «Πᾶσα συμφωνία καὶ ἕνωσις ἀνδρῶν διῃρημένων, εἰ μέλλοι χρόνους μακροὺς διαμένειν, πρῶτον λέγεται πρὸς τῶν συμφωνούντων αὕτη καὶ δοκιμάζεται λόγοις, εἶτα σημειοῦται διὰ γραμμάτων, ἔπειτα στέργεται καὶ ἐνεργεῖται τὸν μέλλοντα χρόνον καὶ βεβαιοῖ τοὺς μὲν λόγους τὰ γράμματα, ταῦτα δὲ πάλιν τὰ πράγματα. Ἐπεὶ οὖν ὑμεῖς καὶ λόγοις ᾐτήσασθε καὶ γράμμασιν ἐδηλώσατε ὅτι θέλετε καὶ ζητεῖτε τὴν τῆς ἐκκλησίας ὑμῶν ἕνωσιν, ἰδοὺ τὰ ἀντὶ τῶν προσώπων ἡμῶν πεμφθέντα πρόσωπα πρὸς ὑμᾶς καὶ τὸ ἐν πάσαις ταῖς συμβιβάσεσι γινόμενον ἔθος πράξατε καὶ αὐτοί, τὰ συμφωνηθέντα διὰ τῶν λόγων βεβαιώσασθε γράμμασι καὶ τὰ σημειωθέντα τοῖς γράμμασι διὰ τῶν ἔργων στηρίξατε, εἴπερ ἄρα καὶ συμφωνήσητε».

Οὕτως εἰπόντος μου, κλίναντες ἅμα τὰς κεφαλὰς τὰ τοῦτο μηνύσαντα πρόσωπα προσεκύνησαν καὶ τὸ ῥηθὲν ἐπαινέσαντες, οὕτω καλὸν γενέσθαι πάντες συνέθεντο. Εἶτα πάλιν προλέγειν με ἀξιώσαντες, ὡς εἶδον ἅπαντας αἱρουμένους προθύμως ἀκούειν, ἔφην αὐτοῖς. Ἐγὼ μὲν ἑτοίμως ἐρῶ καὶ ὑμεῖς οἶμαι προσεχόντως ἀκούσεσθε. Σὺ δὲ τοῦ μεγάλου μοναστηρίου ἡγούμενε, χάρτην καὶ μέλαν λαβὼν μετὰ χεῖρας, σημειοῦ κεφαλαιωδῶς τὰ παρ’ ἡμῶν λεγόμενα ἅπαντα, μηδὲν καλλωπίζων κατὰ τὰς λέξεις, ἀλλ’ ἕκαστον γράφων ἀπαραλλάκτως ὡς λέγεται. Οὕτω γάρ ἐστι συνήθεια ἐν πάσαις ταῖς τοιαύταις συνελεύσεσι γίνεσθαι, καὶ εἰκότως, ὡς ἂν μὴ ἄλλα ἀντ’ ἄλλων ἴσως καὶ λέγηται ὕστερον καὶ πιστεύηται.

Ἡγούμενος: Οὕτω ποιῶ, ἰδοὺ ὡς προσέταξας. Ὁ Ἰωσήφ: Ἄρξου γράφειν ἀπὸ Θεοῦ, καθὰ τὸ προοίμιον εἴρηται. Ἀλλὰ τίς ἐστιν ὁ τοῦ τῆς Πάφου τὸν τόπον τηρῶν; Ὁ Λευκωσίας: Ἐγὼ αὐτός, πατέρα μου, πρὸς πίστωσιν δὲ τοῦ λόγου μου ἰδοὺ τὸ πιττάκιν του.

Ὁ Ἰωσήφ: Δεχόμεθά σε, ἀρκεῖ. Τοῦ δὲ τῆς Λεμισοῦ; Οἱ πάντες: Ἐκεῖνος οὐ κοινωνεῖ ἐν τούτοις οὔτε ἐν ἄλλοις ἡμῖν. Ὁ Ἰωσήφ: Ὁμολογουμένως; Οἱ Κύπριοι: Ναί, ἀλήθεια. Οἱ πρέσβεις: Ἔστω γοῦν ἀπόβλητος ἅμα τοῖς ὑπ’ αὐτόν.