Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Παραμυθητικὸς πρὸς τοὺς ἐν Κρήτῃ μοναχούς

Ἰωσὴφ Βρυέννιος

Η πνευματική ωφέλεια των θλίψεων και η υπομονή της εξορίας

Ανάλυση της παιδαγωγικής αξίας της εξορίας και της άδικης κακοπάθειας, με έμφαση στον φθόνο ως αιτία των διωγμών και την προσήλωση στην ορθόδοξη πίστη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 4 από 6

Ἀλλὰ τί ταῦτα, ἴσως φήσειεν ἄν τις, πρὸς σέ; οὐ γὰρ ὑπὲρ Χριστοῦ καὶ σοὶ τὸ παθεῖν ὡς ἐκείνοις. Κάλλιστα μέν, οὐδὲ τῆς τοιαύτης ἔρημος ἐλπίδος ἐγώ, λέγω δὴ τοῦ παθεῖν πολλὰ ὑπὲρ τοῦ Χριστοῦ. Ὑπὲρ γὰρ τῆς εἰς αὐτὸν εὐσεβείας καὶ τοῦ καθ’ ἡμᾶς ὀρθοῦ δόγματος ἐξ ἁπαλῶν ὀνύχων ἄχρι καὶ τήμερον λογισμοῖς προσπαλαίω. Ἡδονὰς παραιτοῦμαι, ἀνθίσταμαι πάθεσι καὶ δαίμοσι μάχομαι καὶ χωρὶς τῶν παρεκτὸς παρὰ πάντων τῶν ἀσεβῶν ὡς δυσσεβής, παρ’ ἐνίων δὲ ὁμοπίστων ὡς βδελυκτὸς μισοῦμαι καὶ ἀποτρόπαιος. Δῆλον δὲ κἀκεῖθεν ὡς οὐκ ἄμισθος ἡ ἐμὴ ἐξορία παρὰ Θεῷ.

Ὁ γὰρ ἐνὸν ἀτάραχος μένειν, εἰ σιγῴην μόνον τὸ ἀληθές, καὶ πάσης πρὸ πάντων τιμῆς ἀπολαύειν, τούτων μὲν ὡς μηδαμινῶν ὑπερφρονήσας, εἰπὼν αἰρέτω πᾶσα ἀνθρωπίνη τιμὴ καὶ δόξα, ἥ με τῆς σωτηρίου ἐλπίδος ἀπογυμνοῖ· ἐμοὶ καὶ τιμὴ καὶ δόξα ἡ διὰ Χριστὸν καὶ τοὺς ἐκείνου νόμους μισεῖσθαι καὶ ἐλαύνεσθαι καὶ μυρίαν ὑπομένειν τὴν δυσπραγίαν, κἂν καὶ αὐτὴν οἰκτρότατα τὴν ζωὴν ἀφαιροῦμαι, ὅτε καὶ τῷ ὄντι μακάριος ἔσομαι, ἑλόμενος δὲ ὕβριν καὶ ἐξορίαν καὶ θάνατον, πῶς ἄμισθος ἔσται ἡ πρόθεσίς μου καὶ ἡ τοσαύτη ὑπομονή; οὕτω γὰρ ἂν καὶ πάντας ἁγίους ἀποστερήσαιμεν τῶν ἀκηράτων ἐκείνων μισθῶν, ὡς ἀνταλλαξαμένους τὸ ὑπὲρ τῆς ἀληθείας καὶ μάχεσθαι καὶ θανεῖν ζωῆς καὶ εἰρήνης καὶ πάσης ἀνέσεως. Ὑπὲρ γὰρ τοῦ μὴ σιγᾶν τὴν ἀλήθειαν μόνον Χρυσόστομος καὶ Γρηγόριος, Ἀθανάσιος ὁ πολύτλας, Παῦλος ὁ ὁμολογητὴς καὶ Μαρτῖνος ὁ θεῖος, μακράν που τῶν οἰκείων ἀπηλάθησαν θρόνων· Μάξιμος ἀφῃρέθη τὴν φιλόσοφον γλῶτταν· ὁ Δαμασκηνὸς τὴν δεξιὰν ἀπεκόπη· καὶ πρὸ τούτων ὁ Πρόδρομος ἀπετμήθη τὴν κεφαλήν· καὶ πᾶς ὁ τῶν ἁγίων κύκλος ἅπαν ὑπέστη δεινόν. Ὅτι δὲ αὐτὸς εἴπερ ἤθελον καὶ τὴν πίστιν μεταμεῖψαι ἢ συνευδοκεῖν τοῖς τὰ φαῦλα πράττουσιν ἀναιδῶς ἢ κἂν γοῦν σιγᾶν τἀληθῆ μόνον, οὐκ ἂν τῆς Κρήτης ἐδιωκόμην καὶ τυφλῷ δῆλον.

Ἀλλὰ μὴ γένοιτό μοι ποτὲ τοιαύτῃ ἀνοίᾳ περιπεσεῖν, κἂν μυριάκις δέῃ με τὴν ζωὴν ἀποῤῥῆξαι, ὥστε φόβῳ δεινῶν ἢ κολακείᾳ ἡδέων σιγᾶν τὴν τοῦ Χριστοῦ μου ἀλήθειαν. Κρεῖττον γὰρ ἀνατέλλειν τὸν ἥλιον καὶ τοὺς ἀμβλυωποῦντας λυπεῖσθαι, ἢ καθολικὴν σκοτίαν εἶναι καὶ τὰ καλὰ τῶν κακῶν ἀδιάκριτα, ἢ καὶ τὴν τῆς πίστεως σιγητέον ὁμολογίαν αἰδοῖ τῶν ἀπίστων, ὃ καὶ τῆς φόβῳ θανάτου ἀπάρξασθαι παροιμίας ἔργῳ ἀνοητότερον. Τοιαύταις γὰρ σοφῶν ὑποθήκαις στοιχοῦμεν ἡμεῖς· «ἐὰν διδάσκοντός σου τὸν λόγον τῆς ἀρετῆς», φησί, «διεγείρῃ τινὰς ὁ μισόκαλος πρὸς τὸ θλίβεσθαι, μὴ δειλιάσῃς μηδὲ διὰ τὸν φόβον σιγᾷς τὴν ἀλήθειαν· φοβερὸν γὰρ οὐ τοῦτο ἀλλὰ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Τὸ δὲ σιγᾶν τὴν ἀλήθειαν χρυσίον ἐστὶ θάπτειν». Καὶ πάλιν· «Οἱ ἀνιστάμενοι προϊόντι σοι κατὰ τὸν ὀρθὸν λόγον ὥσπερ ἀπὸ τῆς ὑγιοῦς πράξεως ἀποτρέψαι σε οὐ δυνήσονται, μηδὲ τῆς πρὸς αὐτοὺς ἀγάπης ἐκκρουέτωσαν· ἀλλὰ φύλαττε σεαυτὸν ἐπ’ ἀμφοτέρων ὁμοίως. Μὴ μόνον ἐπὶ τῆς ἀσταθοῦς κρίσεως καὶ πράξεως, ἀλλὰ καὶ ἐπὶ τῆς πρὸς τοὺς κωλύειν ἐπιχειροῦντας ἢ ἄλλως δυσχεραίνοντας πραότητος καὶ στοργῆς. Καὶ γὰρ τοῦτο ἀσθενὲς τὸ χαλεπαίνειν αὐτοῖς, ὥσπερ τὸ ἀποστῆναι τῆς πράξεως καὶ ἐνδοῦναι καταπλαγέντα· ἀμφότεροι γὰρ ἐπίσης λιποτάκται ὁ μὲν ὑποτρέσας, ὁ δὲ ἀλλοτριωθεὶς πρὸς τὸν φύντα συγγενῆ καὶ φίλον».

Καὶ ἐν τῇ ἀμφιέσει δὲ τοῦ μοναχικοῦ σχήματος ἐρωτηθεὶς τὸ εἰ δύνασαι ὑπομεῖναι πᾶσαν θλῖψιν καὶ στενοχωρίαν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, Θεοῦ ἐνώπιον καὶ ἀγγέλων ἐπηγγειλάμην ταῦθ’ ὑπομεῖναι προθύμως ἄχρι καὶ τέλους ζωῆς, καὶ ἐγγύας ἀπαραγράπτους δέδωκα τῷ Κυρίῳ, ἃς ἀπεγράψαντο ἄγγελοι καὶ ἐν οὐρανοῖς φυλλάττονται ἕως τῆς φοβερᾶς ἡμέρας τῆς Κρίσεως.

Πλὴν θῶμεν, καὶ μὴ τῆς ἀληθείας χάριν, ὡς ταύτης ὑπερμαχοῦντα, ἐξορισθῆναί με. Οὐδ’ οὕτω μοι τὸ παθεῖν εἰς σωτηρίαν ἀσυντελὲς ἀλλὰ τῶν εὐπραγούντων πολὺ κατὰ τὸ μέλλον ὑπερκεισόμενον. Καὶ ὅρα Ἰὼβ ἐν περιστάσεσιν ἀκουσίαις ἀνακηρυττόμενον. Καὶ τὸν ἐν τῇ παραβολῇ Λάζαρον τῆς ἀκουσίου πτωχίας τοὺς ἀβραμιαίους κόλπους ἀπολαμβάνοντα· Τὸν πλούσιον δὲ τῇ κατὰ τὸν βίον τρυφῇ ἀντίῤῥοπον τὴν ἐκεῖσε κληρούμενον κόλασιν καὶ μηδὲ δακτύλου δροσίζοντος εἰς παραμυθίαν τοῦ φλογμοῦ ἀξιούμενον.

Καὶ τὸ αἴτιον, ὅτι σὺ μέν φησιν ἀπέλαυες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου καὶ Λάζαρος ὁμοίως τὰ κακά. Νῦν δὲ οὗτος μὲν ᾧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Οἱ γὰρ τὴν ἐνήδονον ζωὴν ἐνταῦθα προελόμενοι, τῶν ἐκεῖσε οὗτοι τερπνῶν ἀμεθεξίαν παντελῆ καταψηφισθήσονται. Ὅσοις δὲ συμφορῶν ὁ τῇδε βίος ὤφθη κλυδώνιον, καὶ θλίψεσι δειναῖς προσεπάλαισαν σὺν ὑπομονῇ καὶ εὐχαριστίᾳ, οὗτοι τῶν ἐντεῦθεν ἀπαίροντες εἰς τὸν ἀκύμαντον ἐκεῖνον λιμένα τῆς ἀναπαύσεως προσορμίζονται. Ὡς Ἐφραὶμ καὶ Ἰσαὰκ τοῖς σύροις σὺν δὲ τῷ χρυσοῤῥήμονι Ἰωάννῃ δοκεῖ. Τῷ μὲν οὑτωσὶ ἀποφαινομένῳ «ὅσοι βούλονται τελείως ἐξειλῆσαι τῆς αἰωνίου γεέννης τῆς τιμωρούσης τοὺς ἁμαρτωλούς, καὶ τῆς αἰωνίου βασιλείας ἐπιτυχεῖν, τὰς θλίψεις τῆς γεέννης ἐντεῦθεν διὰ τῶν πειρασμῶν τῶν ὑπὸ τοῦ πονηροῦ ἐπαγομένων ὑπενεγκάτωσαν ἀεί. Καὶ ἐὰν ὑπομείνωσιν ἕως τέλους τὸ ἔλεος τοῦ Κυρίου ἀπεκδεχόμενοι ἐν πίστει, καὶ τῶν πειρασμῶν καὶ τῶν θλίψεων διὰ τῆς χάριτος λυτροῦνται, καὶ τῆς κοινωνίας τοῦ ἁγίου Πνεύματος ἔνδοθεν καταξιοῦνται, καὶ τῆς αἰωνίου γεέννης ἐκεῖθεν ἐξειλοῦσι, καὶ τὴν αἰώνιον βασιλείαν κληρονομοῦσι».

Τῷ δὲ παραινοῦντι «Πάντα ἄνθρωπον ὠφελεῖ ὁ πειρασμός. Ἐὰν γὰρ τὸν Παῦλον ὠφελεῖ, πᾶν στόμα φραγήσεται καὶ ὑπόδικος γενέσθω ὁ κόσμος τῷ Θεῷ. Οἱ ἀγωνισταὶ πειράζονται, ἵνα προσθήσωσι τῷ πλούτῳ αὑτῶν· οἱ χαῦνοι, ἵνα ἐκ τῶν βλεπόντων φυλάξωνται ἑαυτούς· οἱ ὑπνώττοντες, ἵνα εἰς ἐξυπνισμὸν εὐτρεπισθῶσι· καὶ οἱ μακρὰν ὄντες, ἵνα προσεγγίσωσι τῷ Θεῷ· οἱ δὲ οἰκεῖοι, ἵνα ἐν παῤῥησίᾳ εἰσοικισθῶσι». Καὶ πάλιν· «Πάσῃ ἀνέσει ἕπεται ταλαιπωρία· καὶ πάσῃ διὰ Θεὸν ταλαιπωρίᾳ ἄνεσις ἀκολουθεῖ. Ὁ παιδευόμενος ἐνταῦθα διὰ τὴν ἰδίαν αἰσχύνην, ἐκ τῆς ἰδίας γεέννης ἐσθίει. Τῷδε ὧδέ πως διδάσκοντι βούλει ἄνεσιν εὑρεῖν ἐκεῖ; θλίβηθι ἐνταῦθα διὰ τὸν Χριστόν· ἀλλ’ οὐκ ἔστι διωγμός· στῆθι πρὸς δόξαν, στῆθι πρὸς θυμοῦ μάχην, στῆθι πρὸς ἐπιθυμίας βάσανον, καὶ ταῦτα στίγματα καὶ αὗται βάσανοι· καὶ ἐὰν ἁμαρτίας ἔχῃς, ἀφανίζονται καὶ κατακαίονται ὑπὸ τῆς θλίψεως· ἂν δὲ ἀρετὴν ἔχῃς, λαμπρύνῃ καὶ φαιδρύνῃ ὑπ’ αὐτῆς.

Καὶ μὴ εἴπῃς ὅτι «οὐδὲν ἠδίκησα». Τί γὰρ Παῦλος ἠδίκησεν, ἵνα λιθασθῇ; Βασιλείαν κατήγγελλε· πλάνην ἀπῆγε· τῷ Θεῷ προσῆγε. Ταῦτα στεφάνων ἄξια· ταῦτα ἀνακηρύξεων· ταῦτα μυρίων ἀγαθῶν, οὐ λίθων. Ἀλλ’ ὅμως τοὐναντία ἔπασχε». Καὶ πάλιν· «Ὥσπερ γὰρ ἐπὶ τῶν ἁμαρτανόντων οἱ μηδὲν παθόντες ἐνταῦθα κακόν, μείζονα ὑφίστανται τιμωρίαν ἐκεῖ, οὕτως ἐπὶ τῶν κατορθούντων οἱ πολλὰ παθόντες ἐνταῦθα δεινά, πολλῆς ἀπολαύσονται ἐκεῖ τῆς τιμῆς. Καὶ καθάπερ ἁμαρτωλῶν ὄντων δύο, ἂν ὁ μὲν ἐνταῦθα κολασθῇ, μακαριώτερος ὁ κολασθεὶς τοῦ μὴ κολασθέντος ἐστίν, οὕτω δὴ καὶ δικαίων ὄντων ἐνταῦθα δύο, ἂν ὁ μὲν πλείους ὁ δὲ ἐλάττους ὑπομείνῃ τὰς θλίψεις, μακαριώτερος ὁ τὰς πλείους ὑπομένων ἐστίν.

Ὥστε τὸ δυσπραγεῖν, εἰ καὶ μὴ τῆς εὐσεβείας ἔπεστι χάριν οὐδὲ ἑκούσιον, ἀλλ’ οὐ πάντῃ καὶ οὕτως ἀλυσιτελὲς καὶ πρὸς τὰς ἐκεῖθεν ἐλπίδας ἀνόνητον. Προνοίας οὖν ἐστὶ καὶ τοῦτο Θεοῦ καὶ τῆς πρὸς ἡμᾶς στοργῆς ἔνδειξις διὰ τῶν ἐνταῦθα θλίψεων τὴν ἐκεῖθεν ἡμῖν προμνηστευομένου ἀνάπαυσιν, ὅταν ἴδῃ πρὸς τοὺς αὐθαιρέτους πόνους τῆς ἀρετῆς ὀλιγώρως ἔχοντας ἢ καὶ πρὸς τὰ χείρονα ἐπιῤῥεπῶς καὶ ἐπιμελῶς, ἀναβαλλομένους δὲ τὴν μεταβολήν, συμφορῶν ἡμῖν καὶ θλίψεων τὸν βίον ἐμπίπλησι, τιμωρίᾳ προσκαίρου κολάσεως ἐξαρπάζων τῆς αἰωνίου. Καὶ τί θαυμαστόν, εἰ τοὺς ἁμαρτάνοντας ἡμᾶς φιλανθρώπως ὁ Θεὸς οὕτω μέτεισιν ὅπου καὶ τοὺς εἰλικρινῶς αὐτῷ καὶ γνησίως δουλεύοντας. Καὶ οἷς ὁ βίος ἀκίβδηλος, τῷ χωνευτηρίῳ δοκιμάζει τῶν πειρασμῶν, ἵνα τὸ τῶν ἀρετῶν ἀποστίλβον λαμπρότερον ἐν τούτῳ ἀναφανῇ. «Ἐπύρωσε γάρ», φησίν, «αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι.

Καὶ χάρις τῷ πολυτρόπως ἡμῖν πραγματευομένῳ τὴν σωτηρίαν»». Οὐ τοίνυν ἄμοιρον μισθοῦ κἂν ἁπλῶς καὶ ἀκούσιον ἦν ἐμοὶ τὸ διωχθῆναι· ὅπου δὲ ὑπὲρ τῶν τοῦ Θεοῦ νόμων, ὅτι πᾶσαν παρανομίαν διήλεγχον καὶ πάσῃ συνηγόρουν δικαιοσύνῃ, πῶς οὐχ ἑκούσιον; ὡς καὶ πολλάκις προὔλεγον ὅτι κἂν δέῃ με λιθοβοληθῆναι, τἀληθὲς οὐ σιγήσω, πῶς οὐκ εἰς λόγον ἀμοιβῆς ἀποκείσεταί μοι τοῦτο παρὰ Θεῷ; Εἰ γὰρ παρὰ ἀνθρώπων ἀδικούμεθα καὶ ἐν τοῖς σωματικοῖς δυσπραγοῦμεν, ἀλλ’ ἐν οἷς ἡ πρὸς τὸν Θεὸν ἡμῖν οἰκείωσις τῶν εἰς σωτηρίαν φερόντων οὐχ ὑστερούμεθα.

Καὶ τὸ ὑπὲρ τῆς ἀληθείας εὐσυνειδήτως πάσχειν μέγα καθέστηκεν εἰς ψυχαγωγίαν ἡμῶν. Καὶ οὐδὲν ἡδύτερον τούτου χριστιανικῇ ψυχῇ γένοιτ’ ἄν. Ὅτι ταὐτὸν ὑπέρ τε τοῦ ὀνόματος τοῦ Χριστοῦ καὶ ὑπὲρ τῆς τοῦ νόμου αὐτοῦ ἐκδικήσεως παθεῖν τι καὶ οὐκ ἄλλο παρ’ ἐμοί γε καὶ πᾶσι τοῖς φιλοχρίστοις καὶ κρίνεται καὶ ἐστίν. Ὡς καὶ ὁ λόγος ἀπέδειξε καὶ οἱ ἄγιοι λέγουσιν, ὅτι οὐ μόνον οἱ διὰ τὴν εἰς Χριστὸν πίστιν δεξάμενοι τὸν θάνατον μάρτυρές εἰσιν, ἀλλὰ καὶ οἱ διὰ τὴν τῶν ἐντολῶν αὐτοῦ τήρησιν ἀποθνήσκοντες.

Καὶ ταῦτα λέγω οὐκ ἐμαυτοῦ ἐπαίνους δεξιῶν, οὔτε μὴν ἐνίων κατεπαιρόμενος, ἀλλ’ ἵνα γνόντες ἐκ τούτων ὡς οὐδὲν δεινὸν ἀλλ’ εἴ τι ψυχωφελὲς καὶ σωτήριον πέπονθα μηκέτι λυπεῖσθε περὶ ἐμοῦ. Οὐδὲ γὰρ στεφανουμένου τινὸς οἱ τούτῳ προσήκοντες ἀθυμοῦσιν, οὐδ’ ἀπολαμβάνοντος ἀγαθῶν δυσχεραίνουσιν. Ὡς οὐδὲ σῳζομένου θλίβεσθαι δίκαιοι εἶεν ἄν. Ὅτι «πολλαὶ αἱ θλίψεις τῶν δικαίων καὶ ἐκ πασῶν αὐτῶν ῥύεται αὐτοὺς ὁ Κύριος». Καὶ «Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν». Προφητικαὶ φωναί. «Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται πανταχοῦ». Καὶ «διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Παύλου πρὸς τοῦτο συνηγορίαι. «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης». Καὶ «εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσι». Καὶ «ὅταν διώκωσιν ὑμᾶς ἀπὸ τῆς πόλεως ταύτης φεύγετε εἰς τὴν ἄλλην». Διδασκαλίαι Χριστοῦ.

Ἔγνωτε πόσων ἀγαθῶν αἴτιόν μοι γέγονε τὸ διωχθῆναι καὶ τίσι συναριθμεῖσθαι πεποίηκε καὶ ἐπὶ ποίαις ἐλπίσι βιοῦν; Ὥστε καθ’ ἃ καὶ πρὸ εἶπον: πᾶς ὁ βουλόμενος ἀγαθόν τι πρᾶξαι ἐν τῷδε τῷ βίῳ, πρὸς τὸ μέγεθος τούτου ὀφείλει ἐκδέχεσθαι καὶ πειρασμὸν ἐπερχόμενον. Καὶ πᾶν μέγα κατόρθωμα πολλοῖς καὶ ποικίλοις συνέζευκται πειρασμοῖς. Καὶ μαρτυροῦσι βασιλεῖς καὶ στρατηγοὶ καὶ κυβερνῆται καὶ γεωργοὶ καὶ ἔμποροι· μετὰ μυρίων κατορθοῦνται πειρασμῶν τοῦθ’ ὅπερ λέγονται. Μάλιστα δὲ πάντων τόδε συνίστησιν ὁ φύσει διδάσκαλος Ἰησοῦς Χριστός, μετὰ τὸ πᾶσαν πληρῶσαι δικαιοσύνην, τεσσαράκοντα ἡμέρας καὶ νύκτας τοσαύτας πειραζόμενος ἅπαντα πειρασμὸν ἐν τῇ πανερήμῳ, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ὡς προείρηται. Οὐδὲν οὖν ξένον οὐδὲ νεώτερον γέγονεν ἐπ’ ἐμοί, ἀλλὰ τὸ σύνηθες καὶ ὃ τῶν γινομένων ἡ φύσις ἀπαραβάτως γίνεσθαι ἀπαιτεῖ. Πατρὶ γὰρ υἱὸς ἐπανίσταται καὶ μαθητὴς διδασκάλῳ ἐπιβουλεύει καὶ εὐεργέτην ὁ εὐεργετηθεὶς κατορύξαι ἐπείγεται. Καὶ ὁ δημώδης δὲ λόγος συνῄδει ὡς ᾧτινι ποιήσεις καλόν, κακὸν ἔκδεξαι παρ’ αὐτοῦ εἰς ἀντάμειψιν. Εἰ γὰρ οὐδὲν ἄλλο ἁμάρτημα ἐν τῷ οὐρανῷ γέγονεν εἰ μὴ φθόνος, καὶ ἀεὶ ἐπὶ τὰ καλὰ φθόνος, πῶς κἀμοὶ μόνῳ σπεύδοντι μιμήσασθαι τοὺς καλοὺς ἢ τὰ καλὰ κτήσασθαι τὸν φθόνον οἷόν τε ἦν διαδρᾶναι;

Εἰ δὲ καὶ ὁ Κάϊν τὸν Ἄβελ ἐφόνευσε καὶ Ἰακὼβ Ἠσαῦ ἐνεκότει, καὶ τὸν πάγκαλον οἱ ἀδελφοὶ ἀπέδοντο καὶ ἀοιδὸς ἀοιδῷ φθονεῖ καὶ τέκτονα τέκτων ζηλοτυποῖ, καινὸν οὐδὲν εἰ κἀμὲ τὸ χαλεπὸν τοῦτο θηρίον, ὁ φθόνος, τῆς Κρήτης ἀπέωσε. Μᾶλλον δὲ τοὐναντίον ἅπαν, εἴπερ συνέβη, παράδοξον ἦν, φημὶ δὴ τὸ μὴ διωχθῆναί με πρὸ τοῦ φθόνου καὶ ταῦτα τὴν Κρήτην οἰκοῦντα. Ὅγε μὴν θέλων εἶναι καλὸς ἢ κτᾶσθαί τι τῶν καλῶν καὶ τιμίων, ἄνευ δὲ ζήλου καὶ φθόνου ἔχειν τοῦτο βουλόμενος, ὅμοιός ἐστιν ἀνθρώπῳ πλοῦτον καὶ κάλλος, ἰσχὺν καὶ φρόνησιν ἔχειν εὐφήμῳ, μηδὲν δὲ περίβλεπτον ἑαυτὸν διὰ ταῦτα μηδὲ ζηλωτὸν εἶναι θέλοντι, τοῦτο δὲ τῶν οὐκ ἐνδεχομένων ἐστίν. Ὥσπερ γὰρ τῷ σώματι ἕπεται ἡ σκιὰ δι’ ἀκτῖνος βαδίζοντι, οὕτω καὶ τῷ διὰ δόξης πορευομένῳ φθόνος ἀδιαστάτως ἀκολουθεῖ.