Εἰ μὲν ὅσα ἔξεστι τούτῳ, καὶ πᾶσι συμφέρει καλῶς· εἰ ὅσα τούτῳ ἔξεστι πράττειν, πάντα τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν οἰκοδομεῖ· εἰ τὸ ἑαυτοῦ ζητεῖν ἐπιτάττει, καὶ μὴ τὸ τῶν ἁπάντων συμφέρον· εἰ μόνον διὰ τὸ ἐκδικεῖν τὸ ἑαυτοῦ μεγαλεῖον, εἰς τὸν ἀποστολικὸν ἐκεῖνον ἵδρυται θρόνον· εἰ πάντα ὅσα θελήσει ὡς πρῶτος, καταρτίζει οὐ καθαιρεῖ, στερκτέα τοῖς πᾶσι, καὶ προσκυνήσεως ἄξια· «εἰ δὲ πάντα μοι ἔξεστι, φησί που τὸ σκεῦος τῆς ἐκλογῆς, ἀλλ’ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα οἰκοδομεῖ», καὶ τούτοις ἐχόμενον ἐπιφέρει, «μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ πλησίον ἕκαστος πρὸς τὸ συμφέρον»· καὶ νῦν μέν, περὶ τῆς ἐξουσίας ἧς ἔδωκεν ἡμῖν ὁ Κύριος, εἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν· νῦν δέ, «οὐκ ἐχρησάμην, λέγει, τῇ ἐξουσίᾳ, ἵνα μὴ ἐκκοπήν τινα δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ»· νῦν δέ, «οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ»· καὶ ὅτι «Χριστὸν μὲν Κύριον κηρύττομεν, ἡμᾶς δὲ αὐτοὺς δούλους ὑμῶν διὰ Χριστόν»· νῦν δέ, «εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω»· μιμείσθω καὶ αὑτὸς τὸν ἀπόστολον, καὶ ἐξουσίαν ἔχων, ἢ μὴ κεχρήσθω ταύτῃ ἐφ’ οἷς οὐ προκόπτει τὸ Εὐαγγέλιον, ἢ κεχρήσθω μέν, πλὴν εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν· ὡς τό γε νῦν ἔχον, τί τὸ ἐκ τῆς ἀδουλώτου ταύτης περιωπῆς ἐκείνῳ προσγινόμενον κέρδος;