Καὶ Τρίτον πρὸς τούτοις, ὅτι περ ἡ σημασία, καὶ τῆς ἐκπορεύεται, καὶ τῆς πρόεισι λέξεως, τὸ ἐξέρχεται σημαίνειν δοκοῦσα, κἀνταῦθα τοῖς μὴ μετὰ ἐμπειρίας ἀκούουσι πολλὴν ἀπάτην πρὸς ὄλισθον ἐμποιεῖ· δοκοῦσι γὰρ αὐτίκα ἐξέλευσίν τινα χρονικὴν καὶ τοπικὴν τῆς τοῦ ἁγίου Πνεύματος ὑποστάσεως, ἀπό τινος προσώπου ἐπί τι πρᾶγμα, ἢ τόπον, ἢ πρόσωπον· τὸ δ’ οὐ τοιοῦτόν ἐστιν. Ἡμῖν γὰρ εὐσεβῶς, τὸ μὲν ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, ἐπὶ τοῦ παρακλήτου θεολογούμενον Πνεύματος, ἀντὶ τοῦ ὑφέστηκεν ἐκ τοῦ Πατρὸς μόνου, καὶ ἔστι, καὶ νομίζεται· διὸ καὶ μετὰ προσδιορισμοῦ λέγεται τοῦτο, καὶ οὐκ ἀπό τινος εἴς τι κίνησιν αὐτοῦ δηλοῖ καὶ προέλευσιν, ἀλλὰ καθ’ ὕπαρξιν μονιμωτάτην· τὸ δὲ πρόεισιν, ἀντὶ τοῦ προχεῖται ἡ τῶν χαρισμάτων αὐτοῦ δαψίλεια πρὸς ἡμᾶς ἐκ Πατρὸς δι’ Υἱοῦ, καὶ ἐκ Πατρὸς καὶ Υἱοῦ. Ὃν γὰρ τρόπον ἐκ τοῦ Πατρὸς γεννᾶσθαι λέγομεν τὸν Υἱόν, ἤγουν ἀδιαστάτως καὶ ἀϊδίως ὑφίστασθαι ἐν αὐτῷ τῷ Πατρί, οὐκ ἐν χρόνῳ, οὐκ ἐν τόπῳ, οὐ διά τι, ἀλλὰ καθ’ αὑτὸν ἀῤῥήτως καὶ ὑπὲρ πᾶσαν αἰτίαν, τὸν αὐτὸν τρόπον φαμὲν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως, ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι· τοὐτέστι παρ’ αὐτοῦ προσωπικῶς οὐσιοῦσθαι ὑπὲρ ἅπασαν ἔννοιαν, οὐ μεταβατικῶς ἐκπορευόμενον, οὐχ ἕνεκά του, οὐ χρονικῶς, οὐ πρός τινας, οὔκουν γε· ἀλλὰ καθ’ ὕπαρξιν μόνιμον, καὶ τῷ τοῦ Θεοῦ Λόγῳ συνάναρχον.